Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν ἅγιον Ἀθανάσιον

Γρηγόριος ὁ Ναζιανζηνός

Υπεράσπιση της ορθοδοξίας, η σύνοδος της Νίκαιας και οι πρώτες διώξεις

Η συμβολή του αγίου στην απόκρουση των τριαδολογικών αιρέσεων, η θέση του στην Α΄ Οικουμενική Σύνοδο, η εμφάνιση του αρειανού Γεωργίου και η δοκιμασία της εξορίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 7

ΙΑʹ. Ταῦτα μὲν οὖν, ὅπερ εἶπον, ἄλλοι θαυμαζέτωσάν τε καὶ ἀνυμνείτωσαν, οἷς σχολὴ τὰ μικρὰ τῶν ἐκείνου θαυμάζειν. Μικρὰ δὲ ὅταν εἴπω, αὐτὸν ἑαυτῷ συγκρίνων λέγω, καὶ τὰ ἐκείνου τοῖς ἐκείνου παρεξετάζων (οὐ γὰρ δεδόξασται τὸ δεδοξασμένον, κἂν ᾖ λίαν λαμπρὸν, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης, ὥσπερ ἠκούσαμεν)· ἐπεὶ καὶ ὀλίγα τῶν τούτου, ἑτέροις αὐτάρκη πρὸς εὐδοκίμησιν. Ἡμῖν δὲ (οὐ γὰρ ἀνεκτὸν καταλείπουσι τὸν λόγον, διακονεῖν τοῖς ἐλάττοσιν), ἐπ᾽ αὐτὸ τὸ κυριώτατον τῶν ἐκείνου τρεπτέον. Θεοῦ δὲ ἔργον, ὑπὲρ οὗ καὶ ὁ λόγος, εἰπεῖν τι τῆς ἐκείνου μεγαληγορίας καὶ ψυχῆς ἄξιον.

ΙΒʹ. Ἦν ὅτε ἤκμαζε τὰ ἡμέτερα, καὶ καλῶς εἶχεν, ἡνίκα τὸ μὲν περιττὸν τοῦτο, καὶ κατεγλωττισμένον τῆς θεολογίας καὶ ἔντεχνον, οὐδὲ πάροδον εἶχεν εἰς τὰς θείας αὐλὰς, ἀλλὰ ταυτὸν ἦν ψήφοις τε παίζειν, τὴν ὄψιν κλεπτούσαις τῷ τάχει τῆς μεταθέσεως, ἢ κατορχεῖσθαι τῶν θεατῶν παντοίοις καὶ ἀνδρογύνοις λυγίσμασι, καὶ περὶ Θεοῦ λέγειν τι καὶ ἀκούειν καινότερον καὶ περίεργον· τὸ δὲ ἁπλοῦν τε καὶ εὐγενὲς τοῦ λόγου, εὐσέβεια ἐνομίζετο. Ἀφ᾽ οὗ δὲ Σέξτοι, καὶ Πύῤῥωνες, καὶ ἡ ἀντίθετος γλῶσσα, ὥσπερ τι νόσημα δεινὸν καὶ κακόηθες, ταῖς Ἐκκλησίαις ἡμῶν εἰσεφθάρη· καὶ ἡ φλυαρία παίδευσις ἔδοξε, καὶ, ὅ φησι περὶ Ἀθηναίων ἡ βίβλος τῶν Πράξεων, εἰς οὐδὲν ἄλλο εὐκαιροῦμεν, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. Ὢ τίς Ἱερεμίας ὀδυρεῖται τὴν ἡμετέραν σύγχυσιν καὶ σκοτόμαιναν, ὁ μόνος εἰδὼς ἐξισοῦν θρήνους πάθεσι!

ΙΓʹ. Ταύτης τῆς λύσσης ἤρξατο μὲν Ἄρειος, ὁ τῆς μανίας ἐπώνυμος, ὃς καὶ δίκην ἔδωκεν ἀκολάστου γλώσσης, τὴν ἐν βεβήλοις τόποις κατάλυσιν, εὐχῆς ἔργον, οὐ νόσου γενόμενος, καὶ τὴν Ἰούδα ῥῆξιν ὑποστὰς, ἐπ᾽ ἴσῃ προδοσίᾳ τοῦ Λόγου. Διαδεξάμενοι δὲ ἄλλοι τὴν νόσον, τέχνην ἀσεβείας ἐδημιούργησαν· οἳ, τῷ ἀγεννήτῳ τὴν θεότητα περιγράψαντες, τὸ γεννητὸν, οὐ μόνον δὲ, ἀλλὰ καὶ τὸ ἐκπορευτὸν ἐξώρισαν τῆς θεότητος, ὀνόματος κοινωνίᾳ μόνον τὴν Τριάδα τιμήσαντες, ἢ μηδὲ τοῦτο αὐτῇ τηρήσαντες. Ἀλλ᾽ οὐχ ὁ μακάριος ἐκεῖνος, καὶ ὄντως ἄνθρωπος τοῦ Θεοῦ, καὶ μεγάλη σάλπιγξ τῆς ἀληθείας. Ἀλλ᾽ εἰδὼς, τὸ μὲν εἰς ἀριθμὸν ἕνα τὰ τρία συστέλλειν, ἀθεότητος ὂν, καὶ τῆς Σαβελλίου καινοτομίας, ὃς πρῶτος θεότητος συστολὴν ἐπενόησε· τὸ δὲ τὰ τρία διαιρεῖν φύσεσι, κατατομὴν θεότητος ἔκφυλον· καὶ τὸ ἓν καλῶς ἐτήρησε, θεότητι γάρ· καὶ τὰ τρία εὐσεβῶς ἐδίδαξεν, ἰδιότησι γάρ· οὔτε τῷ ἑνὶ συγχέας, οὔτε τοῖς τρισὶ διαστήσας, ἀλλ᾽ ἐν ὅροις μείνας τῆς εὐσεβείας, τῷ φυγεῖν τὴν ἄμετρον ἐπὶ θάτερα κλίσιν τε καὶ ἀντίθεσιν.

ΙΔʹ. Καὶ διὰ τοῦτο πρῶτον μὲν ἐν τῇ κατὰ Νίκαιαν ἁγίᾳ ταύτῃ συνόδῳ, καὶ τῷ τῶν τριακοσίων ὀκτὼ καὶ δέκα ἀριθμῷ ἀνδρῶν λογάδων, οὓς τὸ Πνεῦμα τὸ ἅγιον εἰς ἓν ἤγαγεν, ὅσον ἦν ἐπ᾽ αὐτῷ, τὴν νόσον ἔστησεν· οὔπω μὲν τεταγμένος ἐν ἐπισκόποις, τὰ πρῶτα δὲ τεταγμένος τῶν συνεληλυθότων· καὶ γὰρ ἦν ἀρετῆς οὐχ ἧττον ἢ βαθμῶν ἡ προτίμησις. Ἔπειτα τοῦ κακοῦ ῥιπισθέντος ἤδη ταῖς αὔραις τοῦ πονηροῦ, καὶ τὸ πλεῖον ἐπιλαμβάνοντος (ἐνταῦθά μοι καὶ τὰ δράματα, ὧν πᾶσα μικροῦ πλήρης γῆ τε καὶ θάλασσα), πολὺς μὲν περὶ αὐτὸν ὁ πόλεμος, ὡς γενναῖον προστάτην τοῦ Λόγου· (πρὸς γὰρ τὸ ἀντιτεῖνον μάλιστα ἡ παράταξις, καὶ ἄλλοθεν ἄλλο τι τῶν δεινῶν περιῤῥέον· εὑρέτις γὰρ κακῶν ἡ ἀσέβεια, καὶ λίαν τολμηρὸν εἰς ἐγχείρησιν· πῶς δὲ ἀνθρώπων ἔμελλον φείδεσθαι, οἱ θεότητος μὴ φεισάμενοι;) μία δὲ προσβολῶν καὶ χαλεπωτάτη. Συνεισφέρω τι καὶ αὐτὸς τῷ δράματι· ἀλλά μοι παρῃτήσθω τὸ φίλον ἔδαφος ἡ πατρίς· οὐ γὰρ τῆς ἐνεγκούσης, ἀλλὰ τῶν προελομένων ἡ πονηρία. Ἡ μὲν γὰρ ἱερά τε καὶ πᾶσιν ἐπ᾽ εὐσεβείᾳ γνώριμος· οἱ δὲ ἀνάξιοι τῆς τεκούσης αὐτοὺς Ἐκκλησίας. Φύεσθαι δὲ καὶ ἐν ἀμπέλῳ βάτον ἠκούσατε· καὶ Ἰούδας, τῶν μαθητῶν εἷς, ὁ προδότης.

ΙΕʹ. Εἰσὶ μὲν οὖν, οἳ μηδὲ τὸν ὁμώνυμον ἐμοὶ τῆς αἰτίας ἀφιᾶσιν· ὃς κατὰ παιδεύσεως ἔρωτα, τῇ Ἀλεξανδρέων ἐπιδημῶν τότε πόλει, καὶ πάσης παρ᾽ αὐτοῦ τυχὼν δεξιώσεως, ἴσα καὶ παίδων ὁ τιμιώτατος, καὶ τῶν τὰ μέγιστα πιστευομένων εἷς ὢν, ἐπανάστασιν, ὥς φασι, βουλεύεται τῷ πατρὶ καὶ προστάτῃ. Καὶ ἦν τὸ μὲν δρᾶμα ἑτέρων, ἡ δὲ χεὶρ Ἀβεσσαλὼμ μετ᾽ αὐτῶν, ὡς ὁ λόγος. Εἴ τις ὑμῶν οἶδε τὴν χεῖρα, ἣν ὁ ἅγιος κατεψεύσθη, καὶ τὸν ζῶντα νεκρὸν, καὶ τὴν ἄδικον ἐξορίαν, οἶδεν ὃ λέγω. Πλὴν τοῦτο μὲν ἑκὼν ἐπιλήσομαι.

Καὶ γὰρ οὕτως ἔχω ἐν τοῖς ἀμφιβόλοις, νεύειν χρῆναι πρὸς τὸ φιλάνθρωπον, καὶ ἀπογινώσκειν μᾶλλον, ἢ καταγινώσκειν τῶν ὑπαιτίων. Ὁ μὲν γὰρ κακὸς τάχιστα ἂν καταγνοίη καὶ τοῦ ἀγαθοῦ· ὁ ἀγαθὸς δὲ οὐδὲ τοῦ κακοῦ ῥᾳδίως. Τὸ γὰρ εἰς κακίαν οὐχ ἕτοιμον, οὐδὲ εἰς ὑπόνοιαν εὐχερές.

Ὃ δὲ οὐκ ἔτι λόγος, ἀλλ᾽ ἔργον ἐστὶν, οὐδὲ ὑπόνοιά τις ἀνεξέταστος, ἀλλὰ πίστις κεκηρυγμένη. ΙϚʹ. Τέρας τι Καππαδόκιον, ἐκ τῶν ἐσχατιῶν τῶν ἡμετέρων ὁρμώμενον, πονηρὸν τὸ γένος, πονηρότερον τὴν διάνοιαν, οὐδὲ παντελῶς ἐλεύθερον, ἀλλ᾽ ἐπίμικτον, οἷον τὸ τῶν ἡμιόνων γινώσκομεν· τὰ μὲν πρῶτα τραπέζης ἀλλοτρίας δοῦλον, καὶ μάζης ὤνιον, πάντα καὶ ποιεῖν καὶ λέγειν ἐπὶ τῇ γαστρὶ μεμαθηκός· τὰ τελευταῖα δὲ καὶ πολιτείᾳ παρεισφθαρὲν, καὶ πιστευθὲν ταύτης τὰ ἔσχατα, ὅσον ὑείων κρεῶν ὑποδοχέα γενέσθαι, οἷς τὸ στρατιωτικὸν τρέφεται· εἶτα κακὸν περὶ τὴν πίστιν γενόμενον, καὶ τῇ γαστρὶ πολιτευσάμενον, ἐπειδὴ τὸ σῶμα ὑπελείπετο μόνον, δρασμὸν ἐννοεῖ, καὶ ἄλλην ἐξ ἄλλης ἀμείβων χώραν καὶ πόλιν, οἷα τὰ τῶν φυγάδων, τέλος ἐπὶ κακῷ τοῦ κοινοῦ τῆς Ἐκκλησίας, οἷόν τις Αἰγυπτιακὴ πληγὴ, τὴν Ἀλεξανδρέων καταλαμβάνει. Ἐνταῦθα τῆς ἄλης ἵσταται, καὶ τῆς κακουργίας ἄρχεται. Καὶ ἦν τἄλλα μὲν οὐδενὸς ἄξιος, οὐ λόγων ἐλευθερίων μετεσχηκὼς, οὐ τὴν συνουσίαν στωμύλος, οὐκ εὐλαβείας σχῆμα γοῦν τι καὶ πλάσμα κενὸν περικείμενος, κακουργῆσαι δὲ, καὶ συγχέαι πράγματα πάντων δεινότατος.

ΙΖʹ. Ἴστε καὶ διηγεῖσθε πάντες, οἷα κατὰ τοῦ ἁγίου νεανιεύεται. Παραδίδονται γὰρ καὶ δίκαιοι πολλάκις εἰς χεῖρας ἀσεβῶν, οὐχ ἵνα ἐκεῖνοι τιμηθῶσιν, ἀλλ᾽ ἵνα οὗτοι δοκιμασθῶσι· καὶ φαῦλοι μὲν ἐν θανάτῳ ἐξαισίῳ, κατὰ τὸ γεγραμμένον, καταγελῶνται δὲ ὅμως πρὸς τὸ παρὸν εὐσεβεῖς, ἕως ἡ χρηστότης τοῦ Θεοῦ κρύπτεται, καὶ τὰ μεγάλα ταμιεῖα τῶν ὕστερον ἑκατέροις ἀποκειμένων· ἡνίκα καὶ λόγος, καὶ πρᾶξις, καὶ διανόημα, τοῖς δικαίοις σταθμοῖς τοῦ Θεοῦ ταλαντεύεται· ὅταν ἀναστῇ κρῖναι τὴν γῆν, τὴν βουλὴν καὶ τὰ ἔργα συνάγων, καὶ γυμνῶν τὰ ἐσφραγισμένα παρ᾽ αὐτῷ καὶ σωζόμενα. Ταῦτα πειθέτω σε καὶ λέγων καὶ πάσχων Ἰώβ· ὃς ἦν μὲν ἄνθρωπος ἀληθινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, καὶ ὅσα μεμαρτύρηται· τοσαύταις δὲ πλήσσεται παρὰ τοῦ ἐξῃτηκότος ταῖς προσβολαῖς, καὶ οὕτως ἀλλεπαλλήλοις καὶ φιλοτίμοις, ὥστε πολλῶν πολλάκις ἐκ τοῦ παντὸς αἰῶνος κακοπαθησάντων, τῶν δὲ ὡς εἰκὸς καὶ ταλαιπωρησάντων, μηδένα εἶναι ταῖς ἐκείνου παραβαλεῖν συμφοραῖς.

Οὐ γὰρ μόνον χρήματα, κτήματα εὐτεκνίαν, πολυτεκνίαν, ἃ πᾶσιν ἀνθρώποις ἐστὶ περισπούδαστα· οὐ ταῦτα ζημιοῦται μόνον, ὡς μηδὲ θρήνοις γενέσθαι χώραν διὰ τὸ συνεχὲς τῶν κακῶν· ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα τελευταῖον πληγεὶς πληγὴν ἀνίατόν τε καὶ δυσθεώρητον, εἶχε μὲν προσθήκην τῆς συμφορᾶς τὴν γυναῖκα παραμυθουμένην τοῖς χείροσι (πληγῆναι γὰρ ἐφιλονείκει, καὶ τὴν ψυχὴν πρὸς τῷ σώματι)· εἶχε δὲ καὶ τῶν φίλων τοὺς γνησιωτάτους παρακλήτορας κακῶν, ὡς αὐτός φησιν, οὐ θεραπευτάς· οἳ τὸ μὲν πάθος ἑώρων, τὸ δὲ τοῦ πάθους ἀγνοοῦντες μυστήριον, οὐ βάσανον ἀρετῆς, ἀλλὰ κακίας εἴσπραξιν, τὴν πληγὴν ὑπελάμβανον.

Καὶ οὐκ ἐνόμιζον μόνον, ἀλλ᾽ οὐδὲ ᾐσχύνοντο τὸ δεινὸν ὀνειδίζοντες, ὁπότε καὶ εἰ διὰ κακίαν ἔπασχε, σοφίζεσθαι τὸ λυποῦν ἔδει παραμυθίας ῥήμασιν. ΙΗʹ. Οὕτω μὲν οὖν ὁ Ἰὼβ, καὶ τὰ πρῶτα τῆς περὶ αὐτὸν πραγματείας. Ἀγὼν γὰρ ἦν ἀρετῆς καὶ φθόνου· τοῦ μὲν, ὅπως τοῦ καλοῦ κρατήσῃ, φιλονεικοῦντος· τῆς δὲ, ὅπως ἀήττητος διαμείνῃ, πάντα φερούσης· καὶ τοῦ μὲν, ὅπως εὐοδώσῃ κακίαν, ἀγωνιζομένου, διὰ τῆς τῶν κατορθούντων κολάσεως· τῆς δὲ, ὅπως κατάσχῃ τοὺς ἀγαθοὺς, κἀν ταῖς συμφοραῖς τὸ πλέον ἔχοντας. Τί δαὶ ὁ πρὸς αὐτὸν χρηματίζων διὰ λαίλαπος καὶ νεφῶν, ὁ βραδὺς εἰς κόλασιν, καὶ ταχὺς εἰς ἀντίληψιν, ὁ μὴ παντελῶς ἐπαφιεὶς ῥάβδον ἁμαρτωλῶν κλήρῳ δικαίων, ἵνα μὴ κακίαν δίκαιοι μάθωσιν; Ἐπὶ τέλει τῶν ἄθλων ἀναγορεύει τὸν ἀθλητὴν λαμπρῷ τῷ κηρύγματι, καὶ γυμνοῖ τῆς πληγῆς τὸ ἀπόῤῥητον, Οἴει με ἄλλως σοι κεχρηματικέναι, λέγων, ἢ ἵνα ἀναφανῇς δίκαιος; Τοῦτο τῶν τραυμάτων τὸ φάρμακον, οὗτος τῆς ἀγωνίας ὁ στέφανος, αὕτη τῆς ὑπομονῆς ἡ ἀντίδοσις. Τὰ γὰρ ἑξῆς ἴσως καὶ μικρὰ, κἂν μεγάλα τισὶ δοκῇ, καὶ μικρῶν ἕνεκεν οἰκονομηθέντα, καὶ εἰ διπλασίῳ τῶν ἀφῃρημένων ἀντιλαμβάνει.

ΙΘʹ. Οὐκοῦν οὐδὲ ἐνταῦθα θαυμαστὸν, εἰ Ἀθανασίου πλέον ἔσχε Γεώργιος· ἀλλ᾽ ἐκεῖνό γε θαυμασιώτερον, εἰ μὴ ἐπυρώθη ταῖς ἐπηρείαις ὁ δίκαιος. Οὐδὲ τοῦτο θαυμαστὸν ἄγαν, ἀλλ᾽ εἰ ἐπὶ πλέον αἱ φλόγες ἤρκεσαν. Ἐντεῦθεν ὁ μὲν ἦν ἐκ ποδῶν, καὶ τὴν φυγαδείαν ὡς κάλλιστα διατίθεται.