Ἴστε τὴν κάμηλον ἐκείνην, καὶ τὸν ξένον φόρτον, καὶ τὸ καινὸν ὕψος, καὶ τὴν πρώτην περίοδον, οἶμαι δὲ, καὶ μόνην, τὰ μέχρι καὶ νῦν τοῖς ὑβρισταῖς ἀπειλούμενα. ΚΖʹ. Ἐπεὶ δὲ ὁ τυφὼν τῆς ἀδικίας, ὁ τῆς εὐσεβείας φθορεὺς, ὁ τοῦ πονηροῦ πρόδρομος, ταύτην εἰσπράττεται τὴν δίκην, ἐμοὶ μὲν οὐκ ἐπαινετὴν (οὐ γὰρ ἃ παθεῖν ἐκεῖνον ἐχρῆν, ἀλλ᾽ ἃ ποιεῖν ἡμᾶς ἔδει σκοπεῖν), εἰσπράττεται δ᾽ οὖν, ὀργῆς πανδήμου καὶ φορᾶς ἔργον γενόμενος· ἐπάνεισι μὲν ἐκ τῆς καλῆς ἐκδημίας ὁ ἀθλητὴς (οὕτω γὰρ ἐγὼ καλῶ τὴν ἐκείνου διὰ τὴν Τριάδα καὶ μετὰ τῆς Τριάδος φυγὴν), οὕτω δὲ ἀσμένοις προσπίπτει τοῖς ἐν τῇ πόλει, καὶ μικροῦ τῇ Αἰγύπτῳ πάσῃ, καὶ πανταχόθεν εἰς ταυτὸ συνδραμούσῃ, καὶ ἀπ᾽ ἄκρου παντὸς, ἵν᾽ οἱ μὲν φωνῆς Ἀθανασίου μόνης, οἱ δὲ τοῦ εἴδους ἐμφορηθῶσιν, οἱ δὲ, ὃ περὶ τῶν ἀποστόλων ἠκούσαμεν, τῇ σκιᾷ γοῦν ἁγιασθῶσι μόνῃ, καὶ τῷ κενῷ τύπῳ τοῦ σώματος· ὥστε πολλῶν πολλάκις καὶ πολλοῖς ἤδη γεγενημένων ἐκ τοῦ παντὸς χρόνου τιμῶν τε καὶ ὑπαντήσεων, οὐκ ἄρχουσι μόνον δημοσίοις καὶ ἱερεῦσιν, ἀλλὰ καὶ τῶν οἰκείων τοῖς ἐπιφανεστάτοις, μηδὲ μίαν ταύτης μνημονεύεσθαι πολυανθρωποτέραν καὶ λαμπροτέραν. Ἓν δὲ εἶναι ταύτῃ μόνον παραβάλλειν αὐτὸν Ἀθανάσιον, καὶ τὴν αὐτῷ προτέραν συντεθεῖσαν ἐπὶ τῇ προτέρᾳ ταύτης εἰσόδῳ τιμὴν, ἡνίκα ἐκ τῆς αὐτῆς καὶ ἐπὶ τοῖς αὐτοῖς ἐπανῄει φυγῆς.