Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν ἅγιον Ἀθανάσιον

Γρηγόριος ὁ Ναζιανζηνός

Κοίμηση και τελική δοξολογία

Το τέλος του βίου του Αθανασίου, οι εξόδιες τιμές και η καταληκτική προσευχή και επίκληση του ρήτορα για την προστασία του ποιμνίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 7 από 7

Προσθήσω δὲ καὶ ζύγιον, καὶ παρθένιον, καὶ εἰρηναῖον, καὶ διαλλακτήριον, καὶ πομπαῖον τοῖς ἐντεῦθεν ἐπειγομένοις. Ὢ πόσας μοι ποιεῖ κλήσεις ἡ τοῦ ἀνδρὸς ἀρετὴ, πανταχόθεν καλεῖν ἐθέλοντι! ΛΖʹ. Ζήσας δὲ οὕτω, καὶ παιδευθεὶς καὶ παιδεύσας, ὥστε ὅρον μὲν ἐπισκοπῆς εἶναι τὸν ἐκείνου βίον καὶ τρόπον, νόμον δὲ ὀρθοδοξίας τὰ ἐκείνου δόγματα, τίνα μισθὸν τῆς εὐσεβείας κομίζεται; οὐδὲ γὰρ τοῦτο παριδεῖν ἄξιον. Ἐν γήρᾳ καλῷ καταλύει τὸν βίον, καὶ προστίθεται τοῖς πατράσιν αὐτοῦ, πατριάρχαις, καὶ προφήταις, καὶ ἀποστόλοις, καὶ μάρτυσι, τοῖς ὑπὲρ τῆς ἀληθείας ἠγωνισμένοις. Καὶ, ἵνα εἴπω τινὰ βραχὺν ἐπιτάφιον, τιμᾶται τῶν εἰσοδίων τιμῶν τὴν ἐξόδιον πολυτελεστέραν· πολλὰ μὲν κινήσας δάκρυα, μείζονα δὲ τῶν ὁρωμένων τὴν περὶ αὐτοῦ δόξαν ταῖς ἁπάντων διανοίαις ἐναποθέμενος.

Ἀλλ᾽, ὦ φίλη καὶ ἱερὰ κεφαλὴ, ὁ καὶ λόγου καὶ σιωπῆς μέτρα, μετὰ τῶν ἄλλων σου καλῶν, διαφερόντως τιμήσας, ἡμῖν μὲν ἐνταῦθα στήσαις τὸν λόγον, εἰ καὶ τῆς ἀληθείας ἐνδεέστερον, ἀλλὰ τοῦ γε πρὸς δύναμιν οὐ λειπόμενον· αὐτὸς δὲ ἄνωθεν ἡμᾶς ἐποπτεύοις ἵλεως, καὶ τὸν λαὸν τόνδε διεξάγοις τέλειον τελείας τῆς Τριάδος προσκυνητὴν, τῆς ἐν Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι θεωρουμένης καὶ σεβομένης· καὶ ἡμᾶς, εἰ μὲν εἰρηνικῶς, κατέχοις καὶ συμποιμαίνοις· εἰ δὲ πολεμικῶς, ἐπανάγοις ἢ προσλαμβάνοις, καὶ στήσαις μετὰ σεαυτοῦ καὶ τῶν οἷος σὺ, κἂν μέγα ᾖ τὸ αἰτούμενον, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν· ᾧ πᾶσα δόξα, τιμὴ, καὶ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.