Ϛʹ. Οὗτος Κυπριανὸς, ὦ ἄνδρες (ἵνα οἱ μὲν εἰδότες, ἡδίους γένησθε τῇ ὑπομνήσει, οἱ δὲ ἀγνοοῦντες, μάθητε τὸ κάλλιστον τῶν ἡμετέρων διηγημάτων, καὶ τὴν κοινὴν Χριστιανῶν φιλοτιμίαν), οὗτος ἐκεῖνος, τὸ μέγα ποτὲ Καρχηδονίων ὄνομα, νῦν δὲ τῆς οἰκουμένης ἁπάσης, ὁ πλούτῳ περιφανὴς, καὶ δυναστείᾳ περίβλεπτος, καὶ γένει γνώριμος (εἴ γε μέγιστον εἰς εὐγενείας ἀπόδειξιν, συγκλήτου βουλῆς μετουσία καὶ προεδρία), τὸ τῆς νεότητος ἄνθος, τὸ τῆς φύσεως ἄγαλμα, τὸ τῶν λόγων κράτος, τῶν τε κατὰ φιλοσοφίαν, καὶ ὅσοι τῆς ἄλλης παιδεύσεως, καὶ τούτων ὃ βούλει μέρος· ὡς μᾶλλον μὲν τὸ ποικίλον ἢ τὸ ἄκρον ἐν ἑκάστῳ θαυμάζεσθαι, μᾶλλον δὲ τὸ εὐδόκιμον ἐν ἑκάστῳ τῆς περὶ πάντα πολυμαθίας· ἢ, ἵνα διέλω σαφέστερον, τῶν μὲν τῷ ποικίλῳ, τῶν δὲ τῷ ἄκρῳ, ἔστι δὲ ὧν ἀμφοτέροις, πᾶσι δὲ πάντων ἐκράτει.