Ἃ βίβλοι καὶ μνῆμαι φέρουσιν. Ἐκτὸς γὰρ τῶν κατὰ τὴν ὁδὸν θαυμασίων, καὶ τῆς μεγάλης ἐκείνης βομβήσεως, ἵν᾽ εἴπω τι συντομώτατον, Ἰωσὴφ εἰς Αἴγυπτον εἷς, καὶ μυριάδες ἑξήκοντα μετ᾽ ὀλίγον ἐξ Αἰγύπτου. Τί τούτου θαυμασιώτερον, ἢ μεῖζον τῆς τοῦ Θεοῦ μεγαλονοίας τεκμήριον, ὅταν ἐκ τῶν ἀπόρων θέλῃ πόρον δοῦναι τοῖς πράγμασι; καὶ γῆ τῆς ἐπαγγελίας κληροδοτεῖται δι᾽ ἑνὸς μισηθέντος, καὶ ὁ πραθεὶς ἔθνη μεθίστησι, καὶ εἰς ἔθνος καθίσταται μέγα, καὶ ἡ μικρὰ παραφυὰς ἐκείνη, ἄμπελος εὐκληματοῦσα γίνεται, καὶ τοσαύτη, ὡς ἐπεμβαίνειν μὲν ποταμοῖς, ἐκτείνεσθαι δὲ μέχρι θαλάσσης, ἐξ ὁρίων εἰς ὅρια πλατυνομένην, καλύπτειν δὲ ὄρη τῷ ὕψει τῆς δόξης, κέδρων δὲ ὑπεραίρεσθαι, καὶ ταῦτα τῶν τοῦ Θεοῦ ἅτινα δὴ τὰ ὄρη ταῦτα, καὶ ἅστινας τὰς κέδρους ὑποληπτέον. ϛʹ. Τοιοῦτόν ποτε τοῦτο τὸ ποίμνιον, καὶ τοιοῦτον νῦν, οὕτως εὐεκτοῦν τε καὶ πλατυνόμενον· εἰ δὲ μήπω τελείως, ἀλλ᾽ εἰς τοῦτό γε ταῖς κατὰ μέρος ὁδεῦον προσθήκαις· προφητεύω δὲ, ὅτι καὶ ὁδεῦσον. Τοῦτό μοι τὸ Πνεῦμα προλέγει τὸ ἅγιον, εἴ τι προφητικὸς ἐγὼ, καὶ βλέπων τὰ ἔμπροσθεν· καὶ ἅμα τοῖς προλαβοῦσιν ἔχω θαῤῥεῖν, καὶ λογισμῷ γινώσκειν, ὡς λόγου σύντροφος. Πολὺ γὰρ παραδοξότερον, ἐξ ἐκείνου τοσαύτην γενέσθαι, ἢ τὴν νῦν οὖσαν εἰς ἄκρον προελθεῖν λαμπρότητος.