Τοῦτο τὸ ποίμνιον ἦν, ὅτε μικρόν τε καὶ ἀτελὲς ἦν, ὅσον ἐπὶ τοῖς ὁρωμένοις, καὶ οὐδὲ ποίμνιον, ἀλλὰ ποίμνης τι μικρὸν ἴχνος, ἢ λείψανον, ἀσύντακτον, καὶ ἀνεπίσκοπον, καὶ ἀόριστον, μήτε νομὴν ἐλευθέραν ἔχον, μήτε μάνδρᾳ περιεχόμενον, πλανώμενον ἐν ὄρεσι, καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ἄλλο ἀλλαχοῦ διεσπαρμένον τε καὶ διεῤῥιμμένον, ὡς ἕκαστον ἔτυχε σκεπόμενον, ἢ νεμόμενον, καὶ διακλέπτον ἀγαπητικῶς τὴν ἑαυτοῦ σωτηρίαν· οἷον ἐκεῖνο τὸ ποίμνιον, ὃ λέοντες ἐξῶσαν, ἢ ζάλη διέλυσεν, ἢ σκοτόμαινα διεσκέδασεν· ὂ θρηνοῦσι μὲν προφῆται, τοῖς τοῦ Ἰσραὴλ ἀπεικάζοντες πάθεσι, παραδεδομένου τοῖς ἔθνεσιν· ἐθρηνήσαμεν δὲ καὶ ἡμεῖς, ἐφ᾽ ὅσον θρήνων ἐπράττομεν ἄξια. Τῷ ὄντι γὰρ καὶ ἡμεῖς ἐξώσθημεν καὶ ἀπεῤῥίφημεν, καὶ ἐπὶ πᾶν ὄρος καὶ βουνὸν διεσπάρημεν, ὡς ἐν ἐρημίᾳ ποιμένος· καὶ πονηρός τις χειμὼν κατέσχε τὴν Ἐκκλησίαν, καὶ δεινοὶ θῆρες ἐπιπεπτώκασιν, οἱ μηδὲ νῦν μετὰ τὴν αἰθρίαν ἡμῶν φειδόμενοι· ἀλλ᾽ ἀναισχυντοῦντες εἶναι, καὶ τοῦ καιροῦ δυνατώτεροι· καὶ σκυθρωπή τις σκοτόμαινα ἐπέλαβε πάντα καὶ συνεκάλυψε, πολὺ τῆς ἐνάτης τῶν Αἰγυπτίων πληγῆς βαρυτέρα, τοῦ ψηλαφητοῦ λέγω σκότους, ὑφ᾽ οὗ μικροῦ δεῖν μηδὲ ἀλλήλους ἰδεῖν ἐδυνήθημεν.