Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν αὐτοῦ πατέρα, ἐπὶ τῇ χειροτονίᾳ τοῦ πρεσβυτέρου

Γρηγόριος ὁ Ναζιανζηνός

Στάση έναντι των αντιπάλων και αίτημα απαλλαγής από την ηγεσία

Ο ιεράρχης υπερασπίζεται τη μετριοπαθή στάση έναντι των πρώην διωκτών και αντικρούει τις κατηγορίες περί κοσμικού βίου. Ακολουθεί το επίσημο αίτημα απολύσεώς του και η σκιαγράφηση του ιδανικού διαδόχου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 6 από 7

ΚΓʹ. Σκοπείτε γὰρ καὶ ἡμῶν τὰ ἐγκλήματα. Τοσοῦτος χρόνος, φησὶν, ἐξ οὗ τὴν Ἐκκλησίαν ἄγεις, μετὰ τῆς τοῦ καιροῦ ῥοπῆς, καὶ τῆς τοῦ κρατοῦντος ὁρμῆς, τοσούτου πράγματος· τί τῆς μεταβολῆς ἡμῖν ἐπεσήμηνε; Πόσοι καθ᾽ ἡμῶν ἔμπροσθεν γεγόνασιν ὑβρισταί; Τί δεινὸν οὐ πεπόνθαμεν; Οὐχ ὕβρεις; Οὐκ ἀπειλάς; Οὐ φυγάς; Οὐ χρημάτων ἁρπαγάς; Οὐ δημεύσεις;

Οὐ πρεσβυτέρων ἐμπρησμοὺς θαλαττίους; Οὐ ναοὺς βεβηλωμένους ἁγίων αἵμασι, καὶ γενομένους ἀντὶ ναῶν πολυάνδρια; Οὐ πρεσβυτέρων ἐπισκόπων, οἰκειότερον δὲ πατριαρχῶν εἰπεῖν, σφαγὰς δημοσίας; Οὐ τὸ πάντα τόπον ἄβατον εἶναι τοῖς εὐσεβέσι μόνοις; Οὐχ ὅ τι ἂν εἴποι τις τῶν δεινῶν;

Ὧν τί τοῖς πεποιηκόσιν ἀντιδεδώκαμεν, ἐπειδὴ τὸ ἐξεῖναι ποιεῖν εὖ ποιοῦν ἀντεστράφη, καὶ παιδεύειν ἔδει τοὺς ὑβριστάς; Ἐῶ τἄλλα· τὰ δὲ ἡμέτερα, ἵνα μὴ τὰ σὰ λέγωμεν, οὐ δεδιώγμεθα; Οὐχ ὑβρίσμεθα; Οὐκ ἀπεληλάμεθα ἐκκλησιῶν, οἰκιῶν, ἐρήμων αὐτῶν, τὸ δεινότατον Οὐκ ἠνέγκαμεν δῆμον μαινόμενον; ὑπάρχους ὑβρίζοντας; Βασιλέας ὑβριζομένους, καὶ μετὰ τῶν προσταγμάτων; Εἶτα τί;

Γεγόναμεν ἰσχυρότεροι, καὶ διαπεφεύγασιν οἱ διώκοντες. Τοῦτο γάρ· αὐτάρκης ἐμοὶ τιμωρία κατὰ τῶν ἀδικούντων, ἡ τοῦ ἀντιδρᾷν ἐξουσία. Τοῖς δὲ οὐχ οὕτω δοκεῖ· λίαν γάρ εἰσιν ἐντελεῖς καὶ δίκαιοι περὶ τὴν ἀντίδοσιν· καὶ διὰ τοῦτο ἀπαιτοῦσι τὰ τοῦ καιροῦ. Τίς ὕπαρχος, φησὶν, ἐζημίωται; Τίς δῆμος σεσωφρόνισται; Τίνες δήμων ἀνάπται; Τίνα φόβον ἡμῖν αὐτοῖς καὶ πρὸς τὸ μέλλον ἐχαρισάμεθα;

ΚΔʹ. Τάχα δ᾽ ἂν καὶ ταῦτα ἡμῖν ὀνειδίσαιεν (καὶ γὰρ ὠνειδίκασι)· τὸ δὲ τῆς τραπέζης φιλότιμον, τὸ δὲ τῆς ἐσθῆτος αἰδέσιμον, αἱ δὲ πρόοδοι, τὸ δὲ σοβαρὸν πρὸς τοὺς ἐντυγχάνοντας. Ἠγνόουν γὰρ, ὅτι πρὸς ὑπάτους ἡμῖν καὶ ὑπάρχους ἡ ἅμιλλα, καὶ στρατηγῶν τοὺς εὐδοκιμωτάτους, οἳ μὴ ἔχουσιν, ὅποι τὰ ἑαυτῶν ῥίψουσι. Καὶ δεῖ περιστένειν μὲν ἡμῖν τὴν γαστέρα κατατρυφῶσι τῶν πτωχικῶν, ὡς δὲ εἰς τὰ περιττὰ κεχρῆσθαι τοῖς ἀναγκαίοις, καὶ τῶν θυσιαστηρίων κατερεύγεσθαι. Ἵπποις δὲ φέρεσθαι τρυφεροῖς, καὶ δίφρων ὑπεραίρεσθαι περιλάμπρως, προπομπεύεσθαί τε καὶ περιποππύζεσθαι, καὶ πάντας ὑποχωρεῖν ἡμῖν, ὥσπερ θηρίοις, καὶ περισχίζεσθαι, ἢ καὶ πόῤῥωθεν εἶναι δήλους ἐπερχομένους.

Εἰ ταῦτα δεινὰ γέγονε, παρελήλυθε· χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. Ἄλλον προστήσασθε τὸν ἀρέσοντα τοῖς πολλοῖς· ἐμοὶ δὲ δότε τὴν ἐρημίαν, καὶ τὴν ἀγροικίαν, καὶ τὸν Θεὸν, ᾧ μόνῳ, καὶ διὰ τῆς εὐτελείας, ἀρέσομεν. Δεινὸν, εἰ στερησόμεθα λόγων, καὶ συλλόγων, καὶ πανηγύρεων, καὶ τῶν κρότων τούτων ὑφ᾽ ὧν πτερούμεθα, καὶ οἰκείων, καὶ φίλων, καὶ τιμῶν, καὶ κάλλους πόλεως καὶ μεγέθους, καὶ τῆς πανταχόθεν περιλαμπούσης ἀστραπῆς τοὺς πρὸς αὐτὰ βλέποντας, ἀλλὰ μὴ εἴσω συννενευκότας· ἀλλ᾽ οὔπω τοσοῦτον ὅσον εἰ θορυβήσομαι καὶ χρανθήσομαι τοῖς ἐν μέσῳ ταράχοις καὶ βράσμασι, καὶ ταῖς πρὸς τοὺς πολλοὺς μετακλίσεσιν. Οὐ γὰρ ζητοῦσιν ἱερεῖς, ἀλλὰ ῥήτορας· οὐδὲ ψυχῶν οἰκονόμους, ἀλλὰ χρημάτων φύλακας· οὐδὲ θύτας καθαροὺς, ἀλλὰ προστάτας ἰσχυρούς. Ἀπολογήσομαί τι περὶ αὐτῶν· οὕτως ἡμεῖς αὐτοὺς ἐπαιδεύσαμεν, οἳ πᾶσι πάντα γινόμεθα, οὐκ οἶδα πότερον, ἵνα σώσωμεν πάντας, ἢ ἀπωλέσωμεν.

ΚΕʹ. Τί φατε; Πείθομεν ὑμᾶς τοῖς λόγοις τούτοις, καὶ νενικήκαμεν; Ἢ δεῖ καὶ στεῤῥοτέρων λόγων ἡμῖν πρὸς τὸ πείθειν; Ναὶ, πρὸς τῆς Τριάδος αὐτῆς, ἣν πρεσβεύομεν καὶ πρεσβεύετε, πρὸς τῆς κοινῆς ἡμῶν ἐλπίδος, καὶ τῆς τοῦ λαοῦ τοῦδε συμπήξεως, δότε μοι τὴν χάριν ταύτην· μετὰ εὐχῶν ἡμᾶς ἀποπέμψατε· αὕτη γενέσθω μοι τῆς ἀθλήσεως ἡ ἀνάῤῥησις· δότε μοι τὸ γράμμα τῆς ἀφέσεως, ὥσπερ τοῖς στρατιωτικοῖς οἱ βασιλεῖς· καὶ, εἰ βούλεσθε, μετὰ δεξιᾶς τῆς μαρτυρίας, ἵν᾽ ἔχω τὸ ἐπιτίμιον· εἰ δὲ μὴ, ὅπως βούλεσθε· οὐδὲν περὶ τούτου διοίσομαι, ἕως ἂν Θεὸς ἴδῃ τὰ ἡμέτερα ὅπως ἂν ἔχῃ.

Τίνα οὖν ἀντεισάξομεν; Ὄψεται ἑαυτῷ Κύριος ποιμένα εἰς προστασίαν, ὡς πρόβατον εἶδεν εἰς ὁλοκάρπωσιν. Ἓν τοῦτο ἐπιζητῶ μόνον, τῶν φθονουμένων ἔστω τις, μὴ τῶν ἐλεουμένων· μὴ τῶν πάντα πᾶσι χαριζομένων, ἀλλ᾽ ἔστιν ἃ καὶ προσκρούειν εἰδότων ὑπὲρ τοῦ βελτίονος· τὸ μὲν γὰρ ἐνταῦθα ἥδιστον, τὸ δὲ ἐκεῖθεν λυσιτελέστατον. Ὑμεῖς μὲν οὖν τοὺς προπεμπτηρίους ἡμῖν μελετήσατε λόγους· ἐγὼ δὲ ὑμῖν ἀποδώσω τὸν συντακτήριον.