Ὡς ταῦτά γε τοῦ πονηροῦ παίγνια, κακῶς τὰ ἡμέτερα ταλαντεύοντος. Αὐτοὶ δὲ τὴν μέσην βαδίζοντες καὶ βασιλικὴν, ἐν ᾧ καὶ τὸ τῶν ἀρετῶν ἕστηκεν, ὡς δοκεῖ τοῖς ταῦτα δεινοῖς, πιστεύομεν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ Πνεῦμα ἅγιον, ὁμοούσιά τε καὶ ὁμόδοξα· ἐν οἷς καὶ τὸ βάπτισμα τὴν τελείωσιν ἔχει, ἔν τε ὀνόμασι καὶ πράγμασιν (οἶδας ὁ μυηθείς)· ἄρνησις ὂν ἀθεΐας, καὶ ὁμολογία θεότητος, καὶ οὕτω καταρτιζόμεθα· τὸ μὲν ἓν, τῇ οὐσίᾳ γινώσκοντες, καὶ τῷ ἀμερίστῳ τῆς προσκυνήσεως· τὰ δὲ τρία, ταῖς ὑποστάσεσιν, εἴτουν προσώποις, ὅ τισι φίλον. Μηδὲ γὰρ οἱ περὶ ταῦτα ζυγομαχοῦντες ἀσχημονείτωσαν, ὥσπερ ἐν ὀνόμασι κειμένης ἡμῖν τῆς εὐσεβείας, ἀλλ᾽ οὐκ ἐν πράγμασι. Τί γάρ φατε οἱ τὰς τρεῖς ὑποστάσεις εἰσφέροντες; μὴ τρεῖς οὐσίας ὑπολαμβάνοντες τοῦτο λέγετε; Μέγα οἶδ᾽, ὅτι βοήσετε κατὰ τῶν οὕτως ὑπειληφότων. Μίαν γὰρ καὶ τὴν αὐτὴν τῶν τριῶν δογματίζετε. Τί δαὶ οἱ τὰ πρόσωπα; μὴ ἓν, οἷόν τι σύνθετον, ἀναπλάσσετε, καὶ τριπρόσωπον, ἢ ἀνθρωπόμορφον ὅλως; Ἄπαγε, καὶ ὑμεῖς ἀντιβοήσετε, μηδὲ πρόσωπον, ὅ τί ποτέ ἐστιν, ἴδοι Θεοῦ, ὃς οὕτως ἔχει. Τί οὖν ἡμῖν αἱ ὑποστάσεις βούλονται, ἢ ὑμῖν τὰ πρόσωπα; προσερήσομαι γάρ. Τὸ τρία εἶναι τὰ διαιρούμενα, οὐ φύσεσιν, ἀλλ᾽ ἰδιότησιν. Ὑπέρευγε. Πῶς ἄν τινες συμφρονοῖεν μᾶλλον καὶ τὸ αὐτὸ λέγοιεν, ἢ οὕτως ἔχοντες, κἂν ταῖς συλλαβαῖς διαφέρωσιν;