Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν φιλόσοφον Ἥρωνα
Ιστορική αναδρομή των αιρέσεων και διωγμοί της Εκκλησίας
Αναφορά στην εμφάνιση του Αρειανισμού, στην αναζωπύρωση των διωγμών και αφήγηση του μαρτυρίου ενός ορθόδοξου πρεσβυτέρου στη θάλασσα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ιστορική αναδρομή των αιρέσεων και διωγμοί της Εκκλησίας
Αναφορά στην εμφάνιση του Αρειανισμού, στην αναζωπύρωση των διωγμών και αφήγηση του μαρτυρίου ενός ορθόδοξου πρεσβυτέρου στη θάλασσα.
Ηʹ. Ἦν ὅτε γαλήνην εἴχομεν ἀπὸ τῶν αἱρέσεων, ἡνίκα Σίμωνες μὲν, καὶ Μαρκίωνες, Οὐαλεντῖνοί τέ τινες, καὶ Βασιλεῖδαι, καὶ Κέρδωνες, Κήρινθοί τε καὶ Καρποκράτεις, καὶ πᾶσα ἡ περὶ ἐκείνους φλυαρία τε καὶ τερατεία, ἐπὶ πλεῖστον τὸν τῶν ὅλων Θεὸν τεμόντες, καὶ ὑπὲρ τοῦ Ἀγαθοῦ τῷ Δημιουργῷ πολεμήσαντες, ἔπειτα κατεπόθησαν τῷ ἑαυτῶν βυθῷ καὶ τῇ σιγῇ παραδοθέντες, ὥσπερ ἦν ἄξιον. Μοντανοῦ δὲ τὸ πονηρὸν πνεῦμα, καὶ τὸ Μανοῦ σκότος, καὶ ἡ Ναυάτου θρασύτης, ἢ καθαρότης, Σαβελλίου τε ἡ κακὴ συνηγορία τῆς μοναρχίας εἶξε, καὶ ὑπεχώρησεν, ἡ μὲν εἰς ἀντίπαλον μοῖραν ἀποκριθεῖσα, ἡ δὲ καὶ πάντη περιφρονηθεῖσα καὶ παραῤῥιφεῖσα διὰ τὸ ἀσθενές· ἄλλο δὲ οὐδὲν παρελύπει τὴν Ἐκκλησίαν. Οἱ γὰρ διωγμοὶ καὶ λαμπροτέραν αὐτὴν ἐποίουν τοῖς πάθεσιν. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ δευτέρα ζάλη κατὰ τῆς Ἐκκλησίας ἐγείρεται, ὁ τυφὼν τῆς ἀδικίας, τὸ πλήρωμα τῆς ἀσεβείας, ὁ λεγεὼν τῶν πνευμάτων, ἡ ἀντίχριστος γλῶσσα, ὁ ἀδικίαν εἰς τὸ ὕψος λαλήσας νοῦς, ἡ κατατομὴ τῆς θεότητος· οὗ δεινὴ μὲν ἡ ἐγχείρησις, δεινοτέρα δὲ ἡ τελευτὴ, καὶ τῆς Ἰούδα προδοσίας ἀξία, ἣν ἐκεῖνος κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐτόλμησεν, Ἄρειος, ὁ καλῶς μετὰ τῆς μανίας ὀνομαζόμενος.
Οὗτος ἀπὸ τῆς Ἀλεξανδρέων ἀρξάμενος πόλεως, κἀκεῖ τὸ δεινὸν ἐκμελετήσας, ἔπειτα, ὥσπερ τις ἀγρία φλὸξ, ἀπὸ μικροῦ τοῦ σπινθῆρος τὸ πολὺ τῆς οἰκουμένης ἐπιδραμὼν, ὑπὸ τῶν Πατέρων ἡμῶν καταλύεται, καὶ τοῦ εὐσεβοῦς ἀριθμοῦ τοῦ τότε καταλαβόντος τὴν Νίκαιαν, καὶ εἴσω περιγραπτῶν ὅρων τε καὶ ῥημάτων τὴν θεολογίαν στήσαντος.
Θʹ. Πάλιν πονηρὰ βασιλεία, καὶ πάλιν ἀναζῇ τὸ κακὸν, καὶ ὥσπερ τὰ ὕπουλα τῶν τραυμάτων ἀναστομοῦται καὶ ἀναῤῥήγνυται. Καὶ λύκοι βαρεῖς, ἄλλος ἄλλοθεν διαλαβόντες ἡμᾶς, τὴν Ἐκκλησίαν σπαράττουσιν. Ἱερεῖς τε κατὰ ἱερέων ἐξοπλισθέντες, καὶ δῆμοι δήμοις ἐπιμανέντες· καὶ βασιλεὺς ἀσεβείᾳ διδοὺς παῤῥησίαν, καὶ κατὰ τῆς ὀρθῆς δόξης νομοθετῶν· καὶ οἱ μήτε ἄνδρες, μήτε γυναῖκες, παρ᾽ αὐτῷ δυναστεύοντες. Τίς ἂν τὰ τότε κακὰ πρὸς ἀξίαν ἐκτραγῳδήσειε; τὰς φυγὰς, τὰς δημεύσεις, τὰς ἀτιμίας, τὰς ἐπὶ τῆς ἐρημίας συνάξεις, μυριάδων ὅλων καὶ πόλεων ὑπαιθρίων ταλαιπωρουμένων, καὶ ὑετοῖς καὶ χειμῶσι πιεζομένων; τὰς ἐντεῦθεν ἐπαναστάσεις (οὐδὲ γὰρ τὴν ἐρημίαν εἶχον ἀκίνδυνον); τὰ ἔτι τούτων χαλεπώτερα, τοὺς αἰκισμοὺς, τοὺς θανάτους, τὰς θριαμβεύσεις ἐπισκόπων, φιλοσόφων, ἀνδρῶν, γυναικῶν, νέων, γεγηρακότων; τοὺς ἐπινοοῦντας τὰ δεινὰ, τοὺς προσεπινοοῦντας, τοὺς ὑπηρετουμένους τῇ ἀσεβείᾳ δυνάστας, οἷς τοῦτο μόνον πολλάκις εἰς εὐδοκίμησιν ἤρκεσε, τὸ πικροτέρους φανῆναι τῆς τοῦ κρατοῦντος βουλήσεως;
Ιʹ. Ἄρτι μὲν ὁ λαμπρὸς διωγμὸς εἶχε πέρας, καὶ Περσὶς καλῶς ἡμῖν ἐδίκασε τὸν ἀλιτήριον καταλύσασα, καὶ πολλῶν αἱμάτων εἰσπραξαμένη δίκην δι᾽ ἑνὸς αἵματος· ἄρτι δὲ ὁ ἀπρεπὴς ἄρχεται, καὶ τὸ ἀμύνειν Χριστιανοῖς πρόσχημα ἔχων τῆς ἀσεβείας, τοῖς ἀληθῶς Χριστιανοῖς ἐπιφύεται· καὶ τοσοῦτον ἐκείνου χαλεπώτερος γίνεται, ὅσῳ τότε μὲν ἡ ἄθλησις περιφανεστέρα καὶ λαμπροτέρα, νῦν δὲ καὶ τὸ παθεῖν ἀφιλότιμον, παρά γε τοῖς οὐ δικαίοις τῶν παθῶν λογισταῖς.
Βούλεσθε δάκρυα τῷ θεάτρῳ κινήσω, καὶ αὐτῷ γε ἴσως τῷ καρτερικωτάτῳ, καὶ τῶν παθῶν κρείσσονι, ἑνὸς τῶν τότε γενομένων ἐπιμνησθείς; Μάρτυρες δὲ πολλοὶ τοῦ λόγου· καὶ γὰρ καὶ εἰς πολλοὺς ἦλθεν ἡ τραγῳδία τοῦ πάθους· οἶμαι δὲ καὶ ὁ μέλλων ὑπολήψεται χρόνος τοῦ καιροῦ τὸ διήγημα.
Ναῦς φόρτον ἔχουσα τῶν πρεσβυτέρων ἕνα, καὶ τοῦτον οὐδὲ ὑπὲρ κακοῦ τινος, ἀλλ᾽ ὑπὲρ πίστεως κινδυνεύοντα, κατὰ πελάγους ἀφίεται, οὐχ ἵνα σώσῃ τὸν ἐπιβάτην, ἀλλ᾽ ἵνα ἀπολέσῃ. Καὶ ὁ φόρτος πρόθυμος· εὐσεβὴς γάρ. Καὶ πῦρ τῷ φόρτῳ συνέμπορον· καὶ τρυφᾷ τὸ καινὸν τῆς κολάσεως ὁ διώκτης. Φεῦ τοῦ θεάματος! Φεῦ τοῦ δράματος! Ἡ ναῦς πελάγιος· τὸ θέατρον ἐπὶ ταῖς ἀκταῖς, τῶν μὲν ἐφηδομένων, τῶν δὲ ὀδυρομένων. Πῶς ἂν ἐν ὀλίγῳ τὸ πολὺ παραστήσαιμι; ἀνάπτεται τὸ πῦρ, δαπανᾶται ἡ ναῦς, συνδαπανᾶται ὁ φόρτος, πῦρ ὕδατι μίγνυται, καὶ συντρέχει τὰ ἐναντία εἰς εὐσεβοῦς κόλασιν, καὶ δύο στοιχεῖα ἓν σῶμα μερίζεται, καὶ πυρσὸς ὑπὲρ θαλάσσης αἴρεται ξένος. ᾯ προσῆλθε μὲν τάχα τις, ὡς ἡμέρῳ καὶ φιλανθρώπῳ· προσελθὼν δὲ, εὗρε θέαμα ἐλεεινόν τε καὶ ἄπιστον, ἄνευ κυβερνήτου πλοῦν, ἄνευ χειμῶνος ναυάγιον· καὶ ὁ πρεσβύτερος κόνις, καὶ οὐδὲ κόνις, σπαρεὶς ἐν τοῖς ὕδασι. Καὶ οὐδὲ τοσοῦτον ἡ ἱερωσύνη, ὅσον τελευτῆς γοῦν εὐσχημονεστέρας τυχεῖν· εἰ δὲ μὴ τελευτῆς, ἀλλὰ ταφῆς γε πάντως, ἣ καὶ τοῖς ἀσεβέσιν ὀφείλεται. Τοιοῦτος ὁ τοῦ ἀσεβοῦς στόλος· τοιοῦτον τοῦ εὐσεβοῦς τὸ τέλος· καὶ οὐδαμοῦ πῦρ ἄνωθεν εὐαγέστερον, οὐδὲ κολαστικὸν τοῦ τοιαῦτα πυρσεύοντος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.