Μήτε ἀγέννητον τὸν Υἱὸν, εἷς γὰρ ὁ Πατήρ· μήτε Υἱὸν τὸ Πνεῦμα, εἷς γὰρ ὁ Μονογενής· ἵνα καὶ τοῦτο θεϊκὸν ἔχωσι τὸ μοναδικὸν, ὁ μὲν τῆς υἱότητος, τὸ δὲ τῆς προόδου, καὶ οὐχ υἱότητος. Ἀληθῶς πατέρα τὸν Πατέρα, καὶ πολύ γε τῶν παρ᾽ ἡμῖν ἀληθέστερον, ὅτι μόνως, ἰδιοτρόπως γὰρ, καὶ οὐχ ὡς τὰ σώματα· καὶ μόνος, οὐ γὰρ μετὰ συζυγίας· καὶ μόνου, Μονογενοῦς γάρ· καὶ μόνον, οὐ γὰρ Υἱὸς πρότερον· καὶ ὅλον Πατὴρ, καὶ ὅλου, τὸ γὰρ ἡμέτερον ἄδηλον· καὶ ἀπ᾽ ἀρχῆς, οὐ γὰρ ὕστερον. Ἀληθῶς υἱὸν τὸν Υἱὸν, ὅτι μόνος, καὶ μόνου, καὶ μόνως, καὶ μόνον· οὐ γὰρ καὶ Πατὴρ, καὶ ὅλον Υἱὸς, καὶ ὅλου, καὶ ἀπ᾽ ἀρχῆς, οὔποτε τοῦ εἶναι Υἱὸς ἠργμένος· οὐ γὰρ ἐκ μεταμελείας ἡ θεότης, οὐδὲ ἐκ προκοπῆς ἡ θέωσις, ἵνα λείπῃ ποτὲ, τῷ μὲν τὸ εἶναι Πατρὶ, τῷ δὲ τὸ εἶναι Υἱῷ. Ἀληθῶς ἅγιον τὸ Πνεῦμα τὸ ἅγιον· οὐ γὰρ καὶ ἄλλο τοιοῦτον, οὐδὲ οὕτως, οὐδὲ ἐκ προσθήκης ὁ ἁγιασμὸς, ἀλλ᾽ αὐτοαγιότης· οὐδὲ μᾶλλον καὶ ἧττον, οὐδὲ ἀρξάμενον χρονικῶς ἢ παυσόμενον. Κοινὸν γὰρ Πατρὶ μὲν καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, τὸ μὴ γεγονέναι, καὶ ἡ θεότης· Υἱῷ δὲ καὶ ἁγίῳ Πνεύματι, τὸ ἐκ τοῦ Πατρός. Ἴδιον δὲ Πατρὸς μὲν, ἡ ἀγεννησία· Υἱοῦ δὲ, ἡ γέννησις· Πνεύματος δὲ, ἡ ἔκπεμψις.