Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν Ἰεζεκιήλ

Γρηγόριος ὁ Ναζιανζηνός

Το όραμα του Ιεζεκιήλ και ο συμβολισμός του θείου άρματος

Ερμηνευτική προσέγγιση του οράματος του προφήτη Ιεζεκιήλ, με αλληγορική ανάλυση των τεσσάρων ζώων, του θρόνου, των τροχών και του στερεώματος, καθώς και της κυριαρχίας του λογικού μέρους του ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 3

ΣΗΜΑΣΙΑ ΕΙΣ ΤΟΝ ΙΕΖΕΚΙΗΛ. Νομίζομεν τὸν ἄνθρωπον εἶναι τὸ λογικόν· τὸν λέοντα, τὸ θυμικόν· τὸν μόσχον, τὸ ἐπιθυμητικόν· τὸν ἀετὸν, τὴν συνείδησιν ἐπικειμένην τοῖς λοιποῖς, ὅ ἐστι πνεῦμα παρὰ Παύλου λεγόμενον τοῦ ἀνθρώπου· τὸν ἐπικαθεζόμενον, τὸν Πατέρα· τὸ δὲ πνεῦμα, τὸ Πνεῦμα τὸ ἅγιον· τὴν δὲ νεφέλην, τὸν Υἱόν· ἀπὸ βοῤῥᾷ δὲ, ἀπὸ τῆς εἰσαγωγικῆς, ἐπὶ τὰ κρείττονα ὁδεύοντα. Φέγγος, διὰ τὸ φωτίζεσθαι· πῦρ δὲ, διὴ τὴν παίδευσιν· τὸ ἐξαστράπτον, ὅτι ἐκ διαλειμμάτων αἱ κολάσεις· τὸ δὲ κεκαθαρμένον τῆς ψυχῆς, ἤλεκτρον λέγεται· σημειωτέον, ὅτι τὸ τοῦ ἀνθρώπου ὁμοίωμα προηγεῖται. Πᾶσα δὲ ἡ λογικὴ φύσις πτερουμένη ἐστὶ πτεροῖς πνευματικοῖς. Συσφίγγουσι δὲ ἀλλήλους, διὰ τὸ κοινωνικὸν καὶ τὴν ὁμόνοιαν. Χεὶρ δὲ ἀνθρώπου ὑποκάτω, διὰ τὸ εὔτακτον.

Τὸ δὲ στερέωμα, διὰ τὸ στεῤῥόν. Ἶριν δὲ, διὰ τὴν εἰρήνην καὶ διαθήκην τὴν πρὸς ἡμᾶς ὑπὸ τοῦ Θεοῦ. Σάπφειρος, τὰ ἀπόῤῥητα· κρύσταλλος, τὸ καθαρὸν καὶ ἄδολον. Ὀρθοὶ οἱ πόδες, διὰ τὸ βάσιμον καὶ μόνιμον. Πῦρ ἐν μέσῳ συστρεφόμενον, οὐχὶ χαῦνον καὶ διαῤῥέον. Φέγγος δὲ, διὰ τὸ τέλος τῆς ἀναπαύσεως. Τὸ ἴχνος δὲ τῶν ποδῶν, ὡς μὲν ὁ Σύμμαχος, μόσχου, διὰ τὸ γεωπόνον· ὡς δὲ Ἀκύλας, στρογγύλον, διὰ τὸ κάλλιστον τῶν σχημάτων. Τὸ εἶδος δὲ τῶν τροχῶν, ὡς μὲν ὁ Σύμμαχος, ὑακίνθινον.

Ἀνέκαμπτον δὲ, ὡς εἶδος τοῦ βεζὲκ, ὡσεὶ δυσοδοῦντα, τὸ ὅλον τοῦ φωτὸς μὴ ἔχοντα, ἀλλ᾽ ὡς εἶδος τοῦ βεζὲκ, ὅ ἐστι τῆς ἀστραπῆς. Ἐὰν μὲν ἀπαρτίσῃ τὸ ὁμοίωμα τοῦ ἀνθρώπου, κυριεύει τῶν ἄλλων ἀνθρώπων· εἰ δὲ μὴ, τὸ ἐναντίον συμβαίνει.