Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν μέγαν Βασίλειον ἐπίσκοπον Καισαρείας τῆς Καππαδοκίας ἐπιτάφιος

Γρηγόριος ὁ Ναζιανζηνός

Εκλογή στον επισκοπικό θρόνο της Καισαρείας

Η εκλογή του Βασιλείου ως επισκόπου παρά τις αντιδράσεις, η στάση του έναντι της απουσίας του Γρηγορίου και το πολυσχιδές ποιμαντικό και θεολογικό του έργο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 6 από 11

Ἐκ δὴ τούτων καὶ τῶν τοιούτων, —τί γὰρ δεῖ πάντα λέγοντα διατρίβειν; —ἄρτι τοῦ φερωνύμου τῆς εὐσεβείας μετατεθέντος καὶ ταῖς ἐκείνου χερσὶν ἡδέως ἐναποψύξαντος, ἐπὶ τὸν ὑψηλὸν τῆς ἐπισκοπῆς θρόνον ἀνάγεται· οὐκ ἀμογητὶ μὲν οὐδὲ ἄνευ βασκανίας καὶ πάλης τῶν τε τῆς πατρίδος προεδρευόντων καὶ τῶν πονηροτάτων τῆς πόλεως ἐκείνοις συντεταγμένων.

Πλὴν ἔδει νικῆσαι τὸ Πνεῦμα τὸ ἅγιον· καὶ μέντοι καὶ νικᾷ πολλῇ τῇ περιουσίᾳ. Κινεῖ γὰρ ἐκ τῆς ὑπερορίας τοὺς χρίσοντας, ἄνδρας ἐπ᾽ εὐσεβείᾳ γνωρίμους καὶ ζηλωτάς, καὶ μετὰ τούτων τὸν νέον Ἀβραὰμ καὶ Πατριάρχην ἡμέτερον, τὸν ἐμὸν λέγω πατέρα, περὶ ὅν τι καὶ συμβαίνει θαυμάσιον.

Οὐ γὰρ τῷ πλήθει τῶν ἐτῶν μόνον ἐκλελοιπώς, ἀλλὰ καὶ νόσῳ τετρυχωμένος, καὶ πρὸς ταῖς ἐσχάταις ἀναπνοαῖς ὤν, κατατολμᾷ τῆς ὁδοῦ, βοηθήσων τῇ ψήφῳ καὶ θαρσήσας τῷ Πνεύματι. Καί τι σύντομον φθέγξομαι, νεκρὸς ἐντεθεὶς ὡς τάφῳ τινὶ τῷ φορείῳ, νέος ἐπάνεισιν, εὐσθενής, ἄνω βλέπων, ῥωσθεὶς ἐκ τῆς χειρὸς καὶ τῆς χρίσεως, οὐ πολὺ δὲ εἰπεῖν ὅτι καὶ τῆς κεφαλῆς τοῦ χρισθέντος.

Τοῦτο προσκείσθω τοῖς παλαιοῖς διηγήμασιν, ὅτι πόνος ὑγείαν χαρίζεται, καὶ προθυμία νεκροὺς ἀνίστησι, καὶ πηδᾷ γῆρας χρισθὲν τῷ Πνεύματι. Οὕτω δὲ τῆς προεδρίας ἀξιωθείς, ὡς τοὺς τοιούτους μὲν γεγονότας, τοιαύτης δὲ χάριτος τετυχηκότας, οὕτω δὲ ὑπειλημμένους εἰκός, οὐ κατῄσχυνεν οὐδενὶ τῶν ἑξῆς ἢ τὴν ἑαυτοῦ φιλοσοφίαν, ἢ τὰς τῶν πεπιστευκότων ἐλπίδας· ἀλλὰ τοσοῦτον ἑαυτὸν ὑπερβάλλων ἀεὶ ὅσον πρὸ τούτου τοὺς ἄλλους ἐδείκνυτο, κάλλιστά τε καὶ φιλοσοφώτατα περὶ τούτων διανοούμενος. Ἡγεῖτο γὰρ ἰδιώτου μὲν ἀρετὴν εἶναι, τὸ μὴ κακὸν εἶναι, ἤ τι καὶ ποσῶς ἀγαθόν· ἄρχοντος δὲ καὶ προστάτου κακίαν, καὶ μάλιστα τὴν τοιαύτην ἀρχήν, τὸ μὴ πολὺ τῶν πολλῶν προέχειν, μηδὲ ἀεὶ κρείττω φαίνεσθαι, μηδὲ συμμετρεῖν τῇ ἀξίᾳ καὶ τῷ θρόνῳ τὴν ἀρετήν· μόγις γὰρ εἶναι τῷ ἄκρῳ τοῦ μέσου κατατυγχάνειν, καὶ τῷ περιόντι τῆς ἀρετῆς ἕλκειν τοὺς πολλοὺς εἰς τὸ μέτριον· μᾶλλον δέ, ἵνα τι φιλοσοφήσω περὶ τούτων ἄμεινον, ὅπερ ἐπὶ τοῦ Σωτῆρος ἐγὼ θεωρῶ, οἶμαι δὲ καὶ τῶν σοφωτέρων ἕκαστος, ἡνίκα μεθ᾽ ἡμῶν ἐγένετο, μορφωθεὶς τὸ ὑπὲρ ἡμᾶς καὶ ἡμέτερον, τοῦτο κἀνταῦθα συμβεβηκέναι λογίζομαι.

Ἐκεῖνός τε γὰρ προέκοπτε, φησίν, ὥσπερ ἡλικίᾳ, οὕτω δὴ καὶ σοφίᾳ καὶ χάριτι· οὐ τῷ ταῦτα λαμβάνειν αὔξησιν, τί γὰρ τοῦ ἀπ᾽ ἀρχῆς τελείου γένοιτ᾽ ἂν τελεώτερον; ἀλλὰ τῷ κατὰ μικρὸν ταῦτα παραγυμνοῦσθαι καὶ παρεκφαίνεσθαι. Τήν τε τοῦ ἀνδρὸς ἀρετήν, οὐχὶ προσθήκην, ἀλλ᾽ ἐργασίαν οἶμαι μείζω τηνικαῦτα λαμβάνειν, ὕλῃ πλείονι τῇ ἐξουσίᾳ χρωμένην.

Πρῶτον μὲν ἐκεῖνο πᾶσι ποιεῖ φανερόν, ὡς οὐκ ἀνθρωπίνης χάριτος ἦν αὐτῷ ἔργον, ἀλλὰ Θεοῦ δῶρον τὸ δεδομένον· δηλώσει δὲ καὶ τὸ ἡμέτερον. Οἷα γάρ μοι φιλοσοφοῦντι περὶ τὸν καιρὸν ἐκεῖνον συνεφιλοσόφει! Τῶν γὰρ ἄλλων ἁπάντων οἰομένων καὶ προσδραμεῖσθαί με τῷ γεγονότι καὶ περιχαρήσεσθαι, ὅπερ ἑτέρου καὶ παθεῖν ἴσως ἦν, καὶ συνδιανεμεῖσθαι τὴν ἀρχὴν μᾶλλον ἢ παραδυναστεύειν, καὶ τῇ φιλίᾳ τοῦτο τεκμαιρομένων· ἐπειδὴ τὸ φορτικὸν φεύγων ἐγώ, καὶ γὰρ ἐν ἅπασιν, εἴπερ ἄλλος τις, καὶ ἅμα τοῦ καιροῦ τὸ ἐπίφθονον, ἄλλως τε καὶ τῶν κατ᾽ αὐτὸν ὠδινόντων ἔτι καὶ ταρασσομένων, οἴκοι κατέμεινα, βίᾳ χαλινώσας τὸν πόθον, μέμφεται μέν, συγγινώσκει δέ.

Καὶ μετὰ τοῦτο ἐπιστάντα μέν, τὴν δὲ τῆς καθέδρας τιμὴν οὐ δεξάμενον, τῆς αὐτῆς ἕνεκεν αἰτίας, οὐδὲ τὴν τῶν πρεσβυτέρων προτίμησιν, οὔτε ἐμέμψατο, καὶ προσεπῄνεσεν, εὖ ποιῶν, τῦφον κατηγορηθῆναι μᾶλλον ὑπ᾽ ὀλίγων ἑλόμενος, τῶν ταύτην ἀγνοησάντων τὴν οἰκονομίαν, ἤ τι πρᾶξαι τῷ λόγῳ καὶ τοῖς αὐτοῦ βουλεύμασιν ἐναντίον.

Καίτοι πῶς ἂν μᾶλλον ἔδειξεν ἄνθρωπος πάσης θωπείας καὶ κολακείας κρείττω τὴν ψυχὴν ἔχων καὶ πρὸς ἓν μόνον βλέπων, τὸν τοῦ καλοῦ νόμον, ἢ περὶ ἡμῶν οὕτω διανοηθείς, οὓς ἐν πρώτοις τῶν ἑαυτοῦ φίλων καὶ συνήθων ἐγνώρισεν.

Ἔπειτα τὸ στασιάζον πρὸς ἑαυτὸν μαλάσσει καὶ θεραπεύει λόγοις ἰατρικῆς μεγαλόφρονος· οὐ γὰρ θωπευτικῶς οὐδὲ ἀνελευθέρως τοῦτο ποιεῖ, ἀλλὰ καὶ λίαν νεανικῶς καὶ μεγαλοπρεπῶς, ὡς ἄν τις οὐ τὸ παρὸν σκοπῶν μόνον, ἀλλὰ καὶ τὴν μέλλουσαν εὐπείθειαν οἰκονομῶν.

Ὁρῶν γὰρ τὸ μὲν ἁπαλὸν ἔκλυτον καὶ μαλακίζον, τὸ δὲ αὐστηρὸν τραχῦνον καὶ ἀπαυθαδιάζον, ἀμφοτέροις βοηθεῖ δι᾽ ἀλλήλων· ἐπιεικείᾳ μὲν τὸ ἀντιτυπές, στερρότητι δὲ τὸ ἁπαλὸν κερασάμενος· ὀλίγα μὲν λόγου προσδεηθείς, ἔργῳ δὲ τὰ πλείω δυνηθεὶς πρὸς τὴν θεραπείαν· οὐ τέχνῃ δουλούμενος, ἀλλ᾽ εὐνοίᾳ σφετεριζόμενος· οὐ δυναστείᾳ προσχρώμενος, ἀλλὰ τῷ δύνασθαι μέν, φείδεσθαι δὲ προσαγόμενος· τὸ δὲ μέγιστον, τῷ πάντας ἡττᾶσθαι τῆς αὐτοῦ διανοίας καὶ ἀπρόσιτον εἰδέναι τὴν ἀρετὴν καὶ μίαν μὲν ἑαυτοῖς σωτηρίαν ἡγεῖσθαι, τὸ μετ᾽ ἐκείνου τε καὶ ὑπ᾽ ἐκείνῳ τετάχθαι, ἕνα δὲ κίνδυνον τὸ προσκρούειν ἐκείνῳ, καὶ ἀλλοτρίωσιν ἀπὸ Θεοῦ νομίζειν τὴν ἀπ᾽ ἐκείνου διάστασιν· οὕτως ἑκόντες ὑπεχώρησαν καὶ ἡττήθησαν καὶ ὡς ἤχῳ βροντῆς ὑπεκλίθησαν, ἄλλος ἄλλον εἰς ἀπολογίαν προφθάνοντες καὶ τὸ μέτρον τῆς ἀπεχθείας εἰς μέτρον μετενεγκόντες εὐνοίας καὶ τῆς εἰς ἀρετὴν ἐπιδόσεως, ἣν δὴ μόνην ἀπολογίαν ἰσχυροτάτην ηὕρισκον· πλὴν εἴ τις διὰ κακίαν ἀνίατον ἠμελήθη καὶ παρερρίφη, ἵν᾽ αὐτὸς ἐν ἑαυτῷ συντριβῇ καὶ καταναλωθῇ, καθάπερ ἰὸς σιδήρῳ συνδαπανώμενος.

Ἐπεὶ δὲ τὰ οἴκοι κατὰ νοῦν εἶχεν αὐτῷ καὶ ὡς οὐκ ἄν τις ᾠήθη τῶν ἀπίστων κἀκεῖνον ἠγνοηκότων, περινοεῖ τι τῇ διανοίᾳ μεῖζον καὶ ὑψηλότερον. Τῶν γὰρ ἄλλων ἁπάντων τὸ ἐν ποσὶ μόνον ὁρώντων, καὶ τὸ κατ᾽ αὐτοὺς ὅπως ἀσφαλῶς ἕξει λογιζομένων, εἴπερ τοῦτο ἀσφαλές, περαιτέρω δ᾽ οὐ προϊόντων, οὐδέ τι μέγα καὶ νεανικόν, ἢ ἐννοῆσαι, ἢ καταπράξασθαι δυναμένων· καίτοι τἆλλα μέτριος ὤν, ἐν τούτοις οὐ μετριάζει· ἀλλ᾽ ὑψοῦ τὴν κεφαλὴν διάρας καὶ κύκλῳ τὸ τῆς ψυχῆς ὄμμα περιαγαγών, πᾶσαν εἴσω ποιεῖται τὴν οἰκουμένην, ὅσην ὁ σωτήριος λόγος ἐπέδραμεν. Ὁρῶν δὲ τὸν μέγαν τοῦ Θεοῦ κλῆρον καὶ τοῖς αὐτοῦ λόγοις καὶ νόμοις καὶ πάθεσι περιποιηθέντα, τὸ ἅγιον ἔθνος, τὸ βασίλειον ἱεράτευμα, κακῶς διακείμενον, εἴς τε μυρίας δόξας καὶ πλάνας διεσπασμένον· καὶ τὴν ἐξ Αἰγύπτου μετηρμένην καὶ μεταπεφυτευμένην ἄμπελον, ἐκ τῆς ἀθέου καὶ σκοτεινῆς ἀγνοίας εἰς κάλλος τε καὶ μέγεθος ἄπειρον προελθοῦσαν, ὡς καλύψαι πᾶσαν τὴν γῆν καὶ ὁρῶν καὶ κέδρων ὑπερεκτείνεσθαι· ταύτην πονηρῷ καὶ ἀγρίῳ συῒ τῷ διαβόλῳ λελυμασμένην· οὐκ αὔταρκες ὑπολαμβάνει θρηνεῖν ἡσυχῆ τὸ πάθος καὶ πρὸς Θεὸν μόνον αἴρειν τὰς χεῖρας καὶ παρ᾽ ἐκείνου τῶν κατεχόντων κακῶν λύσιν ζητεῖν, αὐτὸς δὲ καθεύδειν· ἀλλά τι καὶ βοηθεῖν καὶ παρ᾽ ἑαυτοῦ συνεισφέρειν ᾤετο δεῖν.

Τί γὰρ εἶναι τῆς συμφορᾶς ταύτης ἀνιαρότερον, ὑπὲρ δὲ τοῦ κοινοῦ χρῆναι μᾶλλον σπουδάζειν τὸν ἄνω βλέποντα; Ἑνὸς μὲν γὰρ εὖ πράττοντος ἢ κακῶς, οὐδὲν τῷ κοινῷ τοῦτο ἐπισημαίνειν· τοῦ κοινοῦ δὲ οὕτως ἢ ἐκείνως ἔχοντος, καὶ τὸν καθ᾽ ἕκαστον ὁμοίως ἔχειν πᾶσαν εἶναι ἀνάγκην.

Ταῦτ᾽ οὖν ἐννοῶν καὶ σκοπῶν ἐκεῖνος, ὁ τοῦ κοινοῦ κηδεμὼν καὶ προστάτης, ἐπειδὴ σὴς ὀστέων καρδία αἰσθητική, ὡς Σολομῶντι καὶ τῇ ἀληθείᾳ δοκεῖ· καὶ τὸ μὲν ἀνάλγητον εὔθυμον, τὸ δὲ συμπαθὲς λυπηρόν· καὶ τῆξις καρδίας ἔμμονος λογισμός· διὰ τοῦτο ἐσφάδαζεν, ἠνιᾶτο, κατετιτρώσκετο, ἔπασχε τὸ Ἰωνᾶ, τὸ Δαβίδ, ἀπελέγετο τὴν ψυχήν, οὐκ ἐδίδου ὕπνον τοῖς ὀφθαλμοῖς οὐδὲ νυσταγμὸν τοῖς βλεφάροις· προσεδαπάνα τὸ λειπόμενον τῶν σαρκῶν ταῖς φροντίσιν, ἕως εὕρῃ τοῦ κακοῦ λύσιν· ἐπιζητεῖ θείαν βοήθειαν ἢ ἀνθρωπίνην, ἥ τις στήσει τὸν κοινὸν ἐμπρησμὸν καὶ τὴν ἐπέχουσαν ἡμᾶς σκοτόμαιναν.

Ἓν μὲν οὖν ἐκεῖνο ἐπινοεῖ καὶ λίαν σωτήριον. Συναγαγὼν ἑαυτόν, ὡς οἷόν τε ἦν, καὶ συγκλείσας τῷ Πνεύματι, καὶ πάντας μὲν ἀνθρωπίνους λογισμοὺς κινήσας, πᾶν δὲ τῶν γραφῶν βάθος ἀναλεξάμενος, λογογραφεῖ τὴν εὐσέβειαν καὶ ἀντιθέτοις πάλαις καὶ μάχαις τὸ πολὺ τῶν αἱρετικῶν ἀποκρούεται θράσος· τοὺς μὲν καὶ εἰς χεῖρας ἰόντας, ἀγχεμάχοις ὅπλοις τοῖς ἀπὸ γλώσσης καταστρεφόμενος· τοὺς δὲ πόρρωθεν, βάλλων τοξεύμασι τοῖς ἐκ μέλανος, οὐδὲν ἀτιμοτέρου τῶν ἐν ταῖς πλαξὶ χαραγμάτων· οὐδὲ ἑνὶ τῆς Ἰουδαίας ἔθνει, καὶ μικρῷ τούτῳ, νομοθετοῦντος περὶ βρωμάτων καὶ πωμάτων καὶ προσκαίρων θυσιῶν καὶ σαρκὸς καθαρσίων· ἀλλὰ παντὶ γένει καὶ μέρει τῆς οἰκουμένης, περὶ τοῦ λόγου τῆς ἀληθείας, ἐξ οὗ καὶ τὸ σώζεσθαι περιγίνεται.

Δεύτερον δέ· καὶ γὰρ ὁμοίως ἀτελὲς ἄλογος πρᾶξις καὶ λόγος ἄπρακτος, προσετίθει τῷ λόγῳ καὶ τὴν ἐκ τοῦ πράττειν ἐπικουρίαν· τοῖς μὲν ἐπιδημῶν, πρὸς δὲ τοὺς πρεσβεύων, τοὺς δὲ καλῶν, νουθετῶν, ἐλέγχων, ἐπιτιμῶν, ἀπειλῶν, ὀνειδίζων, προπολεμῶν ἐθνῶν, πόλεων, τῶν καθ᾽ ἕκαστον, πᾶν εἶδος ἐπινοῶν σωτηρίας, πανταχόθεν ἰώμενος· ὁ Βεσελεὴλ ἐκεῖνος ὁ τῆς θείας ἀρχιτέκτων σκηνῆς, πάσῃ πρὸς τὸ ἔργον ὕλῃ καὶ τέχνῃ χρώμενος, καὶ πάντα πλέκων εἰς κάλλους ἑνὸς περιουσίαν καὶ ἁρμονίαν.