Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν μέγαν Βασίλειον ἐπίσκοπον Καισαρείας τῆς Καππαδοκίας ἐπιτάφιος

Γρηγόριος ὁ Ναζιανζηνός

Σύγκριση του Βασιλείου με πρόσωπα της Παλαιάς και Καινής Διαθήκης

Παραλληλισμός της ζωής, των αρετών και του έργου του Βασιλείου με τους πατριάρχες, τους προφήτες, τον Ιωάννη τον Πρόδρομο και τους Αποστόλους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 10 από 11

Φέρε δή, πολλῶν ἐν τοῖς πάλαι καὶ νῦν γεγονότων ἀνδρῶν ἐπ᾽ εὐσεβείᾳ γνωρίμων, νομοθετῶν, στρατηγῶν, προφητῶν, διδασκάλων, τῶν ἀνδρικῶν μέχρις αἵματος, παρ᾽ ἐκείνους τὰ ἡμέτερα θεωρήσαντες, κἀντεῦθεν τὸν ἄνδρα γνωρίσωμεν.

Ἀδὰμ ἠξιώθη Θεοῦ χειρὸς καὶ παραδείσου τρυφῆς καὶ πρώτης νομοθεσίας· ἀλλ᾽, εἰ μή τι λέγω βλάσφημον αἰδοῖ τοῦ προπάτορος, τὴν ἐντολὴν οὐκ ἐφύλαξεν· ὁ δὲ καὶ ἐδέξατο ταύτην καὶ διεσώσατο καὶ τῷ ξύλῳ τῆς γνώσεως οὐκ ἐβλάβη καὶ τὴν φλογίνην ῥομφαίαν παρελθών, εὖ οἶδα, τοῦ παραδείσου τετύχηκεν.

Ἐνὼς ἤλπισε πρῶτος ἐπικαλεῖσθαι τὸν Κύριον· ὁ δὲ καὶ ἐπικέκληται καὶ τοῖς ἄλλοις ἐκήρυξεν, ὃ τοῦ ἐπικαλεῖσθαι πολὺ τιμιώτερον. Ἐνὼχ μετετέθη, μικρᾶς εὐσεβείας, ἔτι γὰρ ἐν σκιαῖς ἦν ἡ πίστις, ἆθλον εὑράμενος τὴν μετάθεσιν, καὶ τοῦ ἑξῆς βίου τὸν κίνδυνον διαπέφευγε· τοῦ δὲ ὅλος ὁ βίος μετάθεσις ἦν, τελείως ἐν βίῳ τελείῳ δοκιμασθέντος.

Νῶε κιβωτὸν ἐπιστεύθη, καὶ κόσμου δευτέρου σπέρματα ξύλῳ μικρῷ πιστευθέντα καὶ καθ᾽ ὑδάτων σωζόμενα· ὁ δὲ κατακλυσμὸν ἀσεβείας διέφυγε καὶ κιβωτὸν σωτηρίας τὴν ἑαυτοῦ πεποίηται πόλιν, κούφως τῶν αἱρετικῶν ὑπερπλέουσαν, ἐξ οὗ κόσμον ὅλον ἀνεκαλέσατο.

Μέγας ὁ Ἀβραὰμ καὶ πατριάρχης καὶ θύτης καινῆς θυσίας, τὸν ἐκ τῆς ἐπαγγελίας τῷ δεδωκότι προσαγαγών, ἱερεῖον ἕτοιμον καὶ πρὸς τὴν σφαγὴν ἐπειγόμενον· ἀλλ᾽ οὐδὲ τὸ ἐκείνου μικρόν, ἑαυτὸν προσήγαγε τῷ Θεῷ καὶ οὐδὲν ὡς ἰσότιμον ἀντεδόθη· τί γὰρ καὶ ἦν; ὥστε καὶ τελειωθῆναι τὸ καλλιέρημα.

Ἰσαὰκ ἐπηγγέλθη καὶ πρὸ γενέσεως· ὁ δὲ αὐτεπάγγελτος ἦν, καὶ τὴν Ῥεβέκκαν, λέγω δὴ τὴν Ἐκκλησίαν, οὐ πόρρωθεν, ἀλλ᾽ ἐγγύθεν ἠγάγετο, οὐδὲ διὰ πρεσβείας οἰκετικῆς, ἀλλ᾽ ἐκ Θεοῦ δοθεῖσαν καὶ πιστευθεῖσαν· οὐδὲ κατεσοφίσθη περὶ τὴν τῶν τέκνων προτίμησιν, ἀλλ᾽ ἑκάστῳ τὰ πρὸς ἀξίαν ἀπαραλογίστως ἔνεμε μετὰ τῆς τοῦ Πνεύματος κρίσεως.

Ἐπαινῶ τὴν Ἰακὼβ κλίμακα καὶ τὴν στήλην ἣν ἤλειψε τῷ Θεῷ, καὶ τὴν πρὸς αὐτὸν πάλην, ἥ τίς ποτε ἦν· οἶμαι δὲ τοῦ ἀνθρωπείου μέτρου πρὸς τὸ θεῖον ὕψος ἀντιπαρέκτασις καὶ ἀντίθεσις, ὅθεν καὶ ἄγει τὰ σύμβολα τῆς ἡττωμένης γενέσεως· Ἐπαινῶ καὶ τὴν περὶ τὰ θρέμματα τοῦ ἀνδρὸς εὐμηχανίαν καὶ εὐημερίαν, καὶ τοὺς δώδεκα ἐξ αὐτοῦ πατριάρχας, καὶ τὸν τῶν εὐλογιῶν μερισμὸν σὺν οὐκ ἀγεννεῖ προφητείᾳ τοῦ μέλλοντος· ἀλλ᾽ ἐπαινῶ καὶ τούτου τὴν οὐχ ὁραθεῖσαν μόνον, ἀλλὰ καὶ διαβαθεῖσαν κλίμακα ταῖς κατὰ μέρος εἰς ἀρετὴν ἀναβάσεσι, καὶ τὴν στήλην, ἣν οὐκ ἤλειψεν, ἀλλ᾽ ἤγειρε τῷ Θεῷ, τὰ τῶν ἀσεβῶν στηλιτεύουσαν, καὶ τὴν πάλην, ἣν οὐκ ἐπάλαισε πρὸς Θεόν, ἀλλ᾽ ὑπὲρ Θεοῦ, τὰ τῶν αἱρετικῶν καταβάλλουσαν, τήν τε ποιμαντικὴν τοῦ ἀνδρός, ἐξ ἧς ἐπλούτησε, πλείω τῶν ἀσήμων προβάτων κτησάμενος τὰ ἐπίσημα, τήν τε καλὴν πολυτεκνίαν τῶν κατὰ Θεὸν γεννηθέντων, καὶ τὴν εὐλογίαν ᾗ πολλοὺς ἐστήριξεν.

Ἰωσὴφ ἐγένετο σιτοδότης, ἀλλ᾽ Αἰγύπτου μόνης καὶ οὐ πολλάκις καὶ σωματικῶς· ὁ δὲ πάντων καὶ ἀεὶ καὶ πνευματικῶς, ὅπερ ἐμοὶ τῆς σιτοδοσίας ἐκείνης αἰδεσιμώτερον. Μετὰ Ἰὼβ τοῦ Αὐσίτου καὶ πεπείραται καὶ νενίκηκε καὶ ἀνηγόρευται λαμπρῶς ἐπὶ τέλει τῶν ἄθλων, μηδενὶ τῶν τινασσόντων πολλῶν ὄντων κατασεισθείς, ἀλλὰ πολλῷ τῷ περιόντι τὸν πειραστὴν καταπαλαίσας καὶ τῶν φίλων τὴν ἀλογίαν ἐπιστομίσας ἀγνοούντων τὸ τοῦ πάθους μυστήριον.

Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ. Καὶ μέγας Μωϋσῆς μὲν Αἴγυπτον βασανίσας, λαὸν διασώσας ἐν σημείοις πολλοῖς καὶ τέρασι, τῆς νεφέλης εἴσω χωρήσας, νομοθετήσας τὸν διπλοῦν νόμον, τόν τε τοῦ γράμματος ἔξωθεν, καὶ ὅσος ἔνδοθεν τὸν τοῦ πνεύματος· Ἀαρὼν δὲ Μωϋσέως ἀδελφὸς καὶ τὸ σῶμα καὶ τὸ πνεῦμα, τοῦ λαοῦ προθυόμενος καὶ προευχόμενος, μύστης τῆς ἱερᾶς καὶ μεγάλης σκηνῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.

Τούτων δὲ ἀμφοτέρων ζηλωτὴς ἐκεῖνος, βασανίζων μὲν οὐ σωματικαῖς μάστιξι, πνευματικαῖς δὲ καὶ λογικαῖς, ἔθνος αἱρετικὸν καὶ Αἰγύπτιον· ἄγων δὲ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων, ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας, πλαξὶ δὲ νόμους ἐγγράφων οὐ συντριβομέναις, ἀλλὰ σωζομέναις, οὐκ ἔτι σκιοειδεῖς, ἀλλ᾽ ὅλον πνευματικούς· εἰς δὲ τὰ ἅγια τῶν ἁγίων, οὐχ ἅπαξ τοῦ ἐνιαυτοῦ, πολλάκις δὲ καὶ καθ᾽ ἑκάστην, ὡς εἰπεῖν, εἰσιὼν τὴν ἡμέραν, ὅθεν τὴν ἁγίαν ἡμῖν ἀνακαλύπτει Τριάδα, καὶ λαὸν καθαίρων οὐ προσκαίροις ῥαντίσμασιν, ἀλλ᾽ ἀϊδίοις ἁγνίσμασι.

Τί τὸ κάλλιστον Ἰησοῦ; στρατηγία καὶ κληροδοσία, καὶ γῆς τῆς ἁγίας κατάσχεσις· ὁ δὲ οὐκ ἔξαρχος; οὐ στρατηγὸς τῶν διὰ πίστεως σωζομένων; οὐ κληροδότης τῶν διαφόρων παρὰ Θεῷ κλήρων καὶ μονῶν, ἃς διανέμει τοῖς ἀγομένοις; Ὥστε κἀκείνην δύνασθαι τὴν φωνὴν εἰπεῖν, ὅτι «Σχοινία ἐπέπεσόν μοι ἐν τοῖς κρατίστοις»· καί· «Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου»· κλῆροι τῶν χαμαὶ ἐρχομένων καὶ ἁρπαζομένων πολλῷ τιμιώτεροι.

Καὶ ἵνα τοὺς Κριτὰς παραδράμωμεν, ἢ τῶν Κριτῶν τοὺς εὐδοκιμωτάτους, Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ, καὶ Θεῷ δοτὸς πρὸ γενέσεως, καὶ μετὰ τὴν γέννησιν εὐθὺς ἱερός, καὶ χρίων βασιλέας καὶ ἱερέας διὰ τοῦ κέρατος.

Οὗτος δέ, οὐκ ἐκ βρέφους Θεῷ καθιερωμένος ἀπὸ μήτρας καὶ μετὰ τῆς διπλοΐδος ἐπιδεδομένος τῷ βήματι καὶ βλέπων τὰ ἐπουράνια καὶ χριστὸς Κυρίου ἦν καὶ χρίστης τῶν τελειουμένων ἐκ Πνεύματος. Δαβὶδ ἐν βασιλεῦσιν ἀοίδιμος, οὗ πολλαὶ μὲν ἱστοροῦνται κατὰ τῶν ἐχθρῶν νῖκαι καὶ τρόπαια, ἡ πρᾳότης δὲ τὸ ἐπισημότατον, καὶ πρὸ τῆς βασιλείας ἡ τῆς κινύρας δύναμις, καὶ πονηροῦ πνεύματος κατεπᾴδουσα.

Σολομῶν πλάτος καρδίας ᾐτήσατο παρὰ Θεοῦ καὶ τετύχηκεν, ἐπὶ πλεῖστον προελθὼν σοφίας καὶ θεωρίας, ὥστε γενέσθαι τῶν καθ᾽ ἑαυτὸν ἁπάντων εὐδοκιμώτατος. Ὁ δέ, τοῦ μὲν τῷ πρᾴῳ, τοῦ δὲ τῇ σοφίᾳ κατὰ τὸν ἐμὸν λόγον, οὐδὲν ἢ μικρῷ λείπεται· ὥστε καὶ βασιλέων θράσος δαιμονώντων καταμαλάσσειν· καὶ μὴ βασίλισσαν νότου μόνον, ἢ τὸν δεῖνα, κατὰ κλέος τῆς αὐτοῦ σοφίας ἐκ τῶν περάτων τῆς γῆς ἀπαντᾶν, ἀλλὰ καὶ πᾶσι τοῖς πέρασι τὴν ἐκείνου σοφίαν γνωρίζεσθαι. Καὶ τὰ ἑξῆς παρήσω τοῦ Σολομῶντος· πᾶσι δὲ δῆλα, κἂν ἡμεῖς φειδώμεθα.

Ἐπαινεῖς Ἡλίου τὴν πρὸς τοὺς τυράννους παρρησίαν, καὶ τὴν διὰ πυρὸς ἁρπαγήν; Ἐλισσαίου τε τὴν καλὴν κληρονομίαν, τὴν μηλωτήν, ᾗ τὸ Ἡλίου πνεῦμα συνηκολούθησεν; Ἐπαίνει κἀκείνου τὴν ἐν πυρὶ ζωήν, τῷ πλήθει λέγω τῶν πειρασμῶν, καὶ τὴν διὰ πυρὸς σωτηρίαν, καίοντος μέν, οὐ κατακαίοντος δέ, τὸ περὶ τὴν βάτον θαῦμα, καὶ τὸ καλὸν ἐξ ὕψους δέρος, τὴν ἀσαρκίαν.

Ἐῶ τἆλλα, τοὺς δροσισθέντας ἐν πυρὶ νεανίας· τὸν ἐν γαστρὶ κήτους εὐξάμενον προφήτην φυγάδα, καὶ ὡς ἀπὸ θαλάμου, τοῦ θηρὸς προελθόντα· τὸν ἐν λάκκῳ δίκαιον, λεόντων θράσος πεδήσαντα· ἢ τὴν τῶν ἑπτὰ Μακκαβαίων ἄθλησιν, σὺν ἱερεῖ καὶ μητρὶ τελειωθέντων ἐν αἵματι καὶ παντοίοις βασάνων εἴδεσιν. Ὧν ἐκεῖνος ζηλώσας τὴν καρτερίαν καὶ τὴν δόξαν ἠνέγκατο.

Ἐπὶ δὲ τὴν νέαν μέτειμι διαθήκην, καὶ τοῖς ἐνταῦθα εὐδοκίμοις τὰ ἐκείνου παρεξετάσας, τιμήσω τὸν μαθητὴν ἐκ τῶν διδασκάλων. Τίς Ἰησοῦ πρόδρομος; Ἰωάννης, ὡς φωνὴ λόγου καὶ ὡς λύχνος φωτός, οὗ καὶ προεσκίρτησεν ἐν γαστρί, καὶ προέδραμεν εἰς Ἅιδου, διὰ τῆς Ἡρῴδου μανίας παραπεμφθείς, ἵνα κηρύξῃ κἀκεῖ τὸν ἐρχόμενον.

Καὶ εἴ τῳ φαίνεται τολμηρὸς ὁ λόγος, ἐκεῖνο προεξεταζέτω τοῖς λεγομένοις, ὅτι μὴ προτιθεὶς μηδὲ εἰς ἶσον μετάγων τὸν ἄνδρα τῷ ἐν γεννητοῖς γυναικῶν ὑπὲρ ἅπαντας, ταύτην ποιοῦμαι τὴν παρεξέτασιν· ἀλλὰ ζηλωτὴν ἀποφαίνων καί τι τοῦ χαρακτῆρος ἐκείνου ἐν ἑαυτῷ φέροντα.

Οὐ γὰρ μικρὸν τοῖς σπουδαίοις καὶ μικρὰ τῶν μεγίστων ἡ μίμησις. Ἦ γὰρ οὐκ ἐναργὴς τῆς ἐκείνου φιλοσοφίας εἰκὼν ὁ ἀνήρ; Καὶ οὗτος ἔρημον ᾤκησε· καὶ τούτῳ τρίχινον ἔσθημα εἶχον αἱ νύκτες, ἀγνοούμενον, οὐκ ἐπιδεικνύμενον· καὶ οὗτος τὴν ἴσην τροφὴν ἠγάπησε, Θεῷ καθαίρων ἑαυτὸν διὰ τῆς ἐγκρατείας· καὶ οὗτος Χριστοῦ κῆρυξ ἠξιώθη γενέσθαι, εἰ καὶ μὴ πρόδρομος· καὶ ἐξεπορεύετο πρὸς αὐτόν, οὐχ ἡ περίχωρος πᾶσα μόνον, ἀλλ᾽ ἤδη καὶ ἡ ὑπερόριος· καὶ οὗτος μέσος τῶν δύο διαθηκῶν, τῆς μὲν καταλύων τὸ γράμμα, τῆς δὲ δημοσιεύων τὸ πνεῦμα καὶ ποιῶν πλήρωσιν τοῦ κρυπτομένου νόμου τὴν τοῦ φαινομένου κατάλυσιν.

Ἐμιμήσατο Πέτρου τὸν ζῆλον, Παύλου τὸν τόνον, τῶν ὀνομαστῶν καὶ μετωνομασμένων ἀμφοτέρων τὴν πίστιν· τῶν υἱῶν Ζεβεδαίου τὸ μεγαλόφωνον· πάντων τῶν μαθητῶν τὸ εὐτελὲς καὶ ἀπέριττον. Διὰ ταῦτά τοι καὶ κλεῖς οὐρανῶν πιστεύεται· καὶ οὐχ ὅσον ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ, μείζονα δὲ κύκλον τῷ εὐαγγελίῳ περιλαμβάνει· καὶ υἱὸς βροντῆς, οὐκ ὀνομάζεται μέν, γίνεται δέ· καὶ ἐπὶ τὸ στῆθος Ἰησοῦ κείμενος, ἐκεῖθεν ἕλκει τοῦ λόγου τὴν δύναμιν καὶ τὸ βάθος τῶν νοημάτων.

Στέφανος μὲν γὰρ ἐκωλύθη γενέσθαι, εἰ καὶ πρόθυμος ἦν, ἐπισχὼν αἰδοῖ τοὺς λιθάζοντας. Ἔτι δὲ συντομώτερον εἰπεῖν ἔχω, ἵνα μὴ τοῖς καθ᾽ ἕκαστον ἐπεξίω περὶ τούτων· ἐκεῖνος γὰρ τὸ μὲν ἐξεῦρε τῶν καλῶν, τὸ δὲ ἐζήλωσε, τὸ δὲ ἐνίκησε· τῷ δὲ διὰ πάντων ἐλθεῖν, τῶν νῦν πάντων ἐκράτησεν. Ἓν ἐπὶ πᾶσιν ἐρῶ καὶ σύντομον.

Τοσαύτη τοῦ ἀνδρὸς ἡ ἀρετὴ καὶ ἡ τῆς δόξης περιουσία, ὥστε πολλὰ καὶ τῶν ἐκείνου μικρῶν, ἤδη δὲ καὶ τῶν σωματικῶν ἐλαττωμάτων, ἑτέροις εἰς εὐδοξίαν ἐπενοήθη· οἷον ὠχρότητα λέγω καὶ γενειάδα καὶ βαδίσματος ἦθος καὶ τὸ περὶ λόγον μὴ πρόχειρον, σύννουν τε, ὡς τὰ πολλά, καὶ εἴσω συννενευκός· ὃ τοῖς πολλοῖς μὴ καλῶς ζηλωθὲν μηδὲ νοηθέν, σκυθρωπότης ἐγένετο· ἔτι δὲ εἶδος ἐσθῆτος καὶ σκίμποδος σχῆμα καὶ τρόπος βρώσεως, ὧν οὐδὲν ἐκείνῳ διὰ σπουδῆς ἦν, ἀλλ᾽ ἁπλῶς ἔχον καὶ συμπῖπτον ὡς ἔτυχε.

Καὶ πολλοὺς ἂν ἴδοις Βασιλείους ἄχρι τοῦ ὁρωμένου, τοὺς ἐν ταῖς σκιαῖς ἀνδριάντας· πολὺ γὰρ εἰπεῖν, ὅτι καὶ τὸ τῆς ἠχοῦς ὑστερόφωνον· ἐκείνη μὲν γάρ, εἰ καὶ τὰ τελευταῖα τῆς φωνῆς, ἀλλ᾽ οὖν ἐναργέστερον ὑποκρίνεται· οἱ δὲ πλεῖον ἀπέχουσι τοῦ ἀνδρὸς ἢ ὅσον πλησιάζειν ἐπιθυμοῦσιν.

Ἐκεῖνο δὲ οὐκ ἔτι μικρόν, ἀλλὰ καὶ μέγιστον εἰς φιλοτιμίαν εἰκότως, τὸ τυχεῖν ἐκείνῳ ποτὲ πλησιάσαντας, ἢ θεραπεύσαντας, ἤ τι κατὰ παιδιὰν ἢ σπουδὴν εἰρημένον ἢ πεπραγμένον φέρειν ἀπομνημόνευμα, ὥσπερ οὖν κἀγὼ πολλάκις οἶδα καλλωπισάμενος· ἐπεὶ καὶ τὰ πάρεργα τοῦ ἀνδρὸς τῶν πονουμένων ἑτέροις πολὺ τιμιώτερα καὶ περιφανέστερα.