Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν μέγαν Βασίλειον ἐπίσκοπον Καισαρείας τῆς Καππαδοκίας ἐπιτάφιος

Γρηγόριος ὁ Ναζιανζηνός

Επιστροφή στην πατρίδα, χειροτονία και αναχώρηση στον Πόντο

Η αναχώρηση από την Αθήνα, η ανάληψη της ιερατικής διακονίας του Βασιλείου στην Καισάρεια, η πρόσκαιρη ρήξη με τον επίσκοπο Ευσέβιο και η αναχώρησή του στα ασκητήρια του Πόντου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 11

Ὡς δ᾽ οὖν ἐπανήκαμεν, μικρὰ τῷ κόσμῳ καὶ τῇ σκηνῇ χαρισάμενοι καὶ ὅσον τὸν τῶν πολλῶν πόθον ἀφοσιώσασθαι· οὐ γὰρ αὐτοί γε εἴχομεν θεατρικῶς οὐδ᾽ ἐπιδεικτικῶς· τάχιστα ἐγενόμεθα ἡμῶν αὐτῶν καὶ τελοῦμεν εἰς ἄνδρας ἐξ ἀγενείων, ἀνδρικώτερον τῇ φιλοσοφίᾳ προσβαίνοντες· οὐ σὺν ἀλλήλοις μὲν ἔτι, οὐ γὰρ ἀφῆκεν ὁ φθόνος, τῷ πόθῳ δὲ σὺν ἀλλήλοις.

Τὸν μὲν γὰρ ἡ Καισαρέων κατέχει πόλις, ὥς τινα δεύτερον οἰκιστήν τε καὶ πολιοῦχον· ἔπειτα ἐκδημίαι τινές, ἐπειδή γε ἡμᾶς οὐκ εἶχε, τῶν ἀναγκαίων ὑπολαμβάνουσι, καὶ οὐκ ἀπὸ σκοποῦ τῆς προκειμένης φιλοσοφίας. Ἐμὲ δὲ πατέρων εὐλάβεια καὶ γηροκομία καὶ συμφορῶν ἐπανάστασις κατασχοῦσα τοῦ ἀνδρὸς ἀπήγαγεν· οὐ καλῶς μὲν ἴσως οὐδὲ δικαίως, ἀπήγαγε δ᾽ οὖν.

Σκοπῶ δέ, εἰ μὴ κἀντεῦθέν μοι πᾶσα ἡ περὶ τὸν βίον ἀνωμαλία καὶ δυσκολία συνέπεσε, καὶ τὸ πρὸς τὴν φιλοσοφίαν οὐκ εὔοδον οὐδὲ τῆς ἐπιθυμίας καὶ τῆς ὑποθέσεως ἄξιον. Τὰ μὲν οὖν ἡμέτερα, ὅπη τῷ Θεῷ φίλον, ἀγέσθω· ἄγοιτο δὲ ταῖς ἐκείνου πρεσβείαις ἄμεινον.

Τὸν δέ, ἡ πολύτροπος τοῦ Θεοῦ φιλανθρωπία καὶ περὶ τὸ ἡμέτερον γένος οἰκονομία, διὰ πολλῶν τῶν ἐν μέσῳ γνωρίσασα καὶ ἀεὶ λαμπρότερον ἀποδείξασα, λαμπτῆρα τῆς Ἐκκλησίας προτίθησι περιφανῆ τε καὶ περιβόητον, τοῖς ἱεροῖς τοῦ πρεσβυτερίου θρόνοις τέως ἐγκαταλέξασα, καὶ διὰ μιᾶς τῆς Καισαρέων πόλεως τῇ οἰκουμένῃ πάσῃ πυρσεύουσα.

Καὶ τίνα τρόπον; Οὐ σχεδιάσασα τὸν βαθμὸν οὐδὲ ὁμοῦ τε πλύνασα καὶ σοφίσασα, κατὰ τοὺς πολλοὺς τῶν νῦν τῆς προστασίας ἐφιεμένων· ἀλλὰ τάξει καὶ νόμῳ πνευματικῆς ἀναβάσεως τῆς τιμῆς ἀξιώσασα. Οὐκ ἐπαινῶ γὰρ ἐγὼ τὴν παρ᾽ ἡμῖν ἀταξίαν καὶ ἀκοσμίαν, ἔστιν ὅτε καὶ ἐφ᾽ ὧν προεδρευόντων ἐν βήμασιν· οὐ γὰρ ἁπάντων τολμήσω κατηγορεῖν, οὐδὲ δίκαιον.

Ἐπαινῶ τὸν νηΐτην νόμον, ὃς τὴν κώπην πρότερον ἐγχειρίσας τῷ νῦν κυβερνήτῃ κἀκεῖθεν ἐπὶ τὴν πρώραν ἀγαγὼν καὶ πιστεύσας τὰ ἔμπροσθεν, οὕτως ἐπὶ τῶν οἰάκων καθίζει, μετὰ τὴν πολλὴν τυφθεῖσαν θάλασσαν καὶ τὴν τῶν ἀνέμων διάσκεψιν· ὡς δὲ κἀν τοῖς πολεμικοῖς ἔχει· στρατιώτης, ταξίαρχος, στρατηγός. Αὕτη ἡ τάξις ἀρίστη καὶ λυσιτελεστάτη τοῖς ἀρχομένοις.

Τὸ δ᾽ ἡμέτερον πολλοῦ ἂν ἦν ἄξιον, εἰ οὕτως εἶχε. Νῦν δὲ κινδυνεύει τὸ πάντων ἁγιώτατον τάγμα τῶν παρ᾽ ἡμῖν πάντων εἶναι καταγελαστότατον. Οὐ γὰρ ἐξ ἀρετῆς μᾶλλον ἢ κακουργίας ἡ προεδρία, οὐδὲ τῶν ἀξιωτέρων ἀλλὰ τῶν δυνατωτέρων οἱ θρόνοι.

Σαμουὴλ ἐν προφήταις, ὁ τὰ ἔμπροσθεν βλέπων· ἀλλὰ καὶ Σαούλ, ὁ ἀπόβλητος. Ῥοβοὰμ ἐν βασιλεῦσι, ὁ Σολομῶντος· ἀλλὰ καὶ Ἱεροβοάμ, ὁ δοῦλος καὶ ἀποστάτης. Καὶ ἰατρὸς μὲν οὐδεὶς οὐδὲ ζωγράφος, ὅστις οὐ φύσεις ἀρρωστημάτων ἐσκέψατο πρότερον, ἢ πολλὰ χρώματα συνεκέρασεν ἢ ἐμόρφωσεν· ὁ δὲ πρόεδρος εὑρίσκεται ῥᾳδίως μὴ πονηθείς, καὶ πρόσφατος τὴν ἀξίαν, ὁμοῦ τε σπαρεὶς καὶ ἀναδοθείς, ὡς ὁ μῦθος ποιεῖ τοὺς Γίγαντας.

Πλάττομεν αὐθημερὸν τοὺς ἁγίους, καὶ σοφοὺς εἶναι κελεύομεν, τοὺς οὐδὲν σοφισθέντας, οὐδὲ τοῦ βαθμοῦ προεισενεγκόντας τι, πλὴν τοῦ βούλεσθαι. Καὶ ὁ μὲν στέργει τὴν κάτω χώραν καὶ ταπεινῶς ἕστηκεν, ὁ τῆς ὑψηλῆς ἄξιος, καὶ πολλὰ μὲν τοῖς θείοις λόγοις ἐμμελετήσας, πολλὰ δὲ τῇ σαρκὶ νομοθετήσας εἰς ὑποταγὴν πνεύματος· ὁ δὲ σοβαρῶς προκαθέζεται καὶ τὴν ὀφρὺν αἴρει κατὰ τῶν βελτιόνων, καὶ οὐκ ἐπιτρέμει τοῖς θρόνοις, οὐδὲ φρίσσει τὴν ὄψιν τὸν ἐγκρατῆ κάτω βλέπων· ἀλλ᾽ ὁμοῦ τῷ κράτει, καὶ σοφώτερον ἑαυτὸν ὑπολαμβάνει, κακῶς εἰδὼς καὶ τὸ φρονεῖν ὑπὸ τῆς ἐξουσίας ἀφῃρημένος.

Ἀλλ᾽ οὐχ ὁ πολὺς οὕτω καὶ μέγας Βασίλειος· ἀλλ᾽ ὥσπερ τῶν ἄλλων ἁπάντων, οὕτω καὶ τοῦ περὶ ταῦτα κόσμου τοῖς πολλοῖς τύπος καθίσταται. Τὰς γὰρ ἱερὰς πρότερον ὑπαναγινώσκων τῷ λαῷ βίβλους, ὁ τούτων ἐξηγητής, καὶ ταύτην οὐκ ἀπαξιώσας τὴν τάξιν τοῦ βήματος, οὕτως ἐν καθέδρᾳ πρεσβυτέρων, οὕτως ἐν ἐπισκόπων αἰνεῖ τὸν Κύριον, οὐ κλέψας τὴν ἐξουσίαν οὐδ᾽ ἁρπάσας, οὐδὲ διώξας τὴν τιμήν, ἀλλ᾽ ὑπὸ τῆς τιμῆς διωχθείς, οὐδ᾽ ἀνθρωπίνην χάριν, ἀλλ᾽ ἐκ Θεοῦ καὶ θείαν δεξάμενος.

Ὁ μὲν οὖν τῆς προεδρίας λόγος ἀναμεινάτω· τῷ δὲ τῆς ὑφεδρίας μικρόν τι προσδιατρίψωμεν. Οἷον γάρ με καὶ τοῦτο μικροῦ παρέδραμεν, ἐν μέσῳ τῶν εἰρημένων κείμενον! Ἐγένετό τις πρὸς τὸν ἄνδρα διαφορὰ τῷ πρὸ τούτου καθηγεμόνι τῆς Ἐκκλησίας· τὸ μὲν ὅθεν καὶ ὅπως σιωπᾶν ἄμεινον, πλὴν ἐγένετο· ἀνδρὶ τἆλλα μὲν οὐκ ἀγεννεῖ καὶ θαυμαστῷ τὴν εὐσέβειαν, ὡς ἔδειξεν ὁ τότε διωγμός, καὶ ἡ πρὸς αὐτὸν ἔνστασις, ὅμως δέ τι παθόντι πρὸς ἐκεῖνον ἀνθρώπινον· ἅπτεται γὰρ οὐ τῶν πολλῶν μόνον, ἀλλὰ καὶ τῶν ἀρίστων ὁ Μῶμος, ὡς μόνον ἂν εἶναι τοῦ Θεοῦ τὸ παντελῶς ἄπταιστον καὶ ἀνάλωτον πάθεσι.

Κινεῖται οὖν ἐπ᾽ αὐτὸν τῆς Ἐκκλησίας ὅσον ἔκκριτον καὶ σοφώτερον, εἴπερ σοφώτεροι τῶν πολλῶν, οἱ κόσμου χωρίσαντες ἑαυτοὺς καὶ τῷ Θεῷ τὸν βίον καθιερώσαντες· λέγω δὲ τοὺς καθ᾽ ἡμᾶς Ναζιραίους καὶ περὶ τὰ τοιαῦτα μάλιστα ἐσπουδακότας· οἳ δεινὸν ποιησάμενοι τὸ σφῶν κράτος παριδεῖν περιυβρισμένον καὶ ἀπωσμένον, πρᾶγμα τολμῶσιν ἐπικινδυνότατον· ἀπόστασιν ἐννοοῦσι καὶ ῥῆξιν τοῦ μεγάλου καὶ ἀστασιάστου τῆς Ἐκκλησίας σώματος, οὐκ ὀλίγην καὶ τοῦ λαοῦ μοῖραν παρατεμόμενοι, ὅση τε τῶν κάτω καὶ ὅση τῶν ἐπ᾽ ἀξίας.

Ῥᾷστον δὲ τοῦτο ἦν ἐκ τριῶν τῶν ἰσχυροτάτων. Ὅ τε γὰρ ἀνὴρ αἰδέσιμος, ὡς οὐκ οἶδ᾽ εἴ τις ἄλλος τῶν καθ᾽ ἡμᾶς φιλοσόφων, καὶ ἱκανὸς θάρσος παρασχεῖν, εἴπερ ἐβούλετο, τῷ συστήματι· τόν τε λυποῦντα δι᾽ ὑποψίας εἶχεν ἡ πόλις ἐκ τῆς περὶ τὴν κατάστασιν ταραχῆς. ὡς οὐκ ἔννομον οὐδὲ κανονικῶς μᾶλλον ἢ τυραννικῶς τὴν προστασίαν δεξάμενον· καὶ παρῆσαν τῶν δυτικῶν ἀρχιερέων τινές, μεθέλκοντες πρὸς ἑαυτοὺς τῆς Ἐκκλησίας ὅσον ὀρθόδοξον.

Τί οὖν ὁ γεννάδας ἐκεῖνος καὶ τοῦ εἰρηνικοῦ μαθητής; Οὔτε γὰρ ἀντιτείνειν εἶχε πρὸς τοὺς ὑβριστὰς ἢ τοὺς σπουδαστάς, οὔτε πρὸς αὐτοῦ τὸ μάχεσθαι, ἢ διασπᾶν τὸ σῶμα τῆς Ἐκκλησίας, καὶ ἄλλως πολεμουμένης καὶ σφαλερῶς διακειμένης ὑπὸ τῆς τότε τῶν αἱρετικῶν δυναστείας.

Καὶ ἅμα συμβούλοις ἡμῖν περὶ τούτου χρησάμενος καὶ παραινέταις γνησίοις, φυγὰς ἐνθένδε σὺν ἡμῖν πρὸς τὸν Πόντον μεταχωρεῖ, καὶ τοῖς ἐκεῖσε φροντιστηρίοις ἐπιστατεῖ· αὐτοῖς τε καθιστᾷ τι μνήμης ἄξιον καὶ τὴν ἔρημον ἀσπάζεται μετὰ Ἠλίου καὶ Ἰωάννου, τῶν πάνυ φιλοσόφων, τοῦτο λυσιτελεῖν αὐτῷ μᾶλλον ἡγούμενος ἤ τι διανοηθῆναι περὶ τῶν παρόντων τῆς ἑαυτοῦ φιλοσοφίας ἀνάξιον καὶ διαφθείρειν ἐν ζάλῃ τὴν ἐν γαλήνῃ τῶν λογισμῶν κυβέρνησιν.