Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν μέγαν Βασίλειον ἐπίσκοπον Καισαρείας τῆς Καππαδοκίας ἐπιτάφιος

Γρηγόριος ὁ Ναζιανζηνός

Η διοικητική διαίρεση της Καππαδοκίας και η ίδρυση νέων επισκοπών

Η πολιτική διαίρεση της περιοχής, η αντίδραση του Βασιλείου με την ίδρυση νέων εκκλησιαστικών εδρών και η συνέπεια της κρίσης αυτής στη φιλία του με τον Γρηγόριο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 8 από 11

Ὁ μὲν δὴ κοσμικὸς πόλεμος ἐνταῦθα ἐτελεύτησε, καὶ πέρας εἶχεν ἐκ Θεοῦ δεξιὸν καὶ τῆς ἐκείνου πίστεως ἄξιον. Ἄρχεται δὲ ὁ πόλεμος ἐνθένδε ἤδη τῶν ἐπισκόπων, καὶ τῶν ἐκείνοις συμμάχων· οὗ πολὺ μὲν τὸ ἄδοξον, πλείων δὲ ἡ βλάβη τοῖς ἀρχομένοις. Τίς γὰρ ἂν τοὺς ἄλλους πείσειε μετριάζειν, οὕτω τῶν προεστώτων διακειμένων;

Εἶχον μὲν γὰρ οὐδ᾽ ἐκ πλείονος ἐπιεικῶς πρὸς αὐτόν, τριῶν ὄντων τῶν ὑπαιτίων. Οὔτε γὰρ τῷ τῆς πίστεως λόγῳ συνέβαινον, ὅτι μὴ πᾶσα ἀνάγκη, τοῖς πλήθεσι βιαζόμενοι· οὔτε τὴν ἐπὶ τῇ χειροτονίᾳ μικροψυχίαν τελέως κατελελύκεσαν.

Καὶ τὸ παρὰ πολὺ τῆς δόξης κρατεῖσθαι, πάντων βαρύτατον ἦν αὐτοῖς, εἰ καὶ ὁμολογεῖν αἴσχιστον. Ἐγένετο δὲ καὶ ἄλλη τις διαφορά, ἣ ταῦτα ἐκαινοποίησε. Τῆς γὰρ πατρίδος ἡμῶν εἰς δύο διαιρεθείσης ἡγεμονίας καὶ μητροπόλεις, καὶ πολλὰ τῶν ἐκ τῆς προτέρας τῇ νέᾳ προσαγαγούσης, ἐντεῦθεν καὶ τὰ ἐκείνων ἐστασιάσθη.

Ὁ μὲν γὰρ ἠξίου τοῖς δημοσίοις συνδιαιρεῖσθαι καὶ τὰ ἡμέτερα· καὶ διὰ τοῦτο μετεποιεῖτο τῶν νεωστὶ προσελθόντων, ὡς αὐτῷ διαφερόντων ἤδη κἀκείνου κεχωρισμένων. Ὁ δὲ τῆς παλαιᾶς εἴχετο συνηθείας καὶ τῆς ἐκ τῶν πατέρων ἄνωθεν διαιρέσεως. Ἐξ ὧν πολλὰ καὶ δεινά, τὰ μὲν συνέβαινεν ἤδη, τὰ δὲ ὠδίνετο. Ὑπεσπῶντο σύνοδοι παρὰ τοῦ νέου μητροπολίτου, πρόσοδοι διηρπάζοντο· πρεσβύτεροι τῶν ἐκκλησιῶν, οἱ μὲν ἀνεπείθοντο, οἱ δὲ ὑπηλλάττοντο.

Ἐξ ὧν συνέβαινε καὶ τὰ τῶν ἐκκλησιῶν χεῖρον ἔχειν διϊσταμένων καὶ τεμνομένων. Καὶ γάρ πως ταῖς καινοτομίαις χαίρουσιν ἄνθρωποι καὶ τὰ σφῶν ἡδέως παρακερδαίνουσι· καὶ ῥᾷόν τι καταλῦσαι τῶν καθεστώτων ἢ καταλυθὲν ἐπαναγαγεῖν.

Ὃ δὲ πλεῖον αὐτὸν ἐξέμηνεν, αἱ Ταυρικαὶ πρόσοδοι καὶ παρόδιοι, αὐτῷ μὲν ὁρώμεναι, ἐκείνῳ δὲ προσγενόμεναι, καὶ τὸν ἅγιον Ὀρέστην ἐκκαρποῦσθαι μέγα ἐτίθετο· ὡς καὶ τῶν ἡμιόνων λαβέσθαι ποτὲ τοῦ ἀνδρὸς ἰδίαν ὁδὸν ὁδεύοντος, εἴργων τοῦ πρώσω μετὰ λῃστρικοῦ συντάγματος. Καὶ ἡ σκῆψις, ὡς εὐπρεπής!

Τὰ γὰρ πνευματικὰ τέκνα, καὶ αἱ ψυχαί, καὶ ὁ τῆς πίστεως λόγος, καὶ ταῦτα τὰ τῆς ἀπληστίας ἐπικαλύμματα, πρᾶγμα τῶν εὐπορίστων, καὶ τό, μὴ χρῆναι δασμοφορεῖν κακοδόξοις πᾶς γὰρ ὁ λυπῶν, κακόδοξος. Οὐ μὴν ὁ ἅγιος τοῦ Θεοῦ καὶ τῆς ἄνω Ἱερουσαλὴμ ὄντως μητροπολίτης ἢ συναπήχθη τοῖς πταίουσιν, ἢ παριδεῖν ταῦτα ἠνέσχετο, ἢ μικρὰν τοῦ κακοῦ λύσιν ἐπενόει.

Ἀλλὰ σκοπῶμεν, ὡς μεγάλην καὶ θαυμασίαν, καὶ τί γάρ, ἢ τῆς ἐκείνου ψυχῆς ἀξίαν. Προσθήκην γὰρ τῆς Ἐκκλησίας ποιεῖται τὴν στάσιν, καὶ τὴν συμφορὰν ὡς κάλλιστα διατίθεται, πλείοσιν ἐπισκόποις τὴν πατρίδα καταπυκνώσας.

Ἐξ οὗ τί γίνεται; Τρία τὰ κάλλιστα· ψυχῶν ἐπιμέλεια πλείων καὶ τὸ πόλιν ἑκάστην τὰ ἑαυτῆς ἔχειν καὶ τὸ λυθῆναι ταύτῃ τὸν πόλεμον. Ταύτης τῆς ἐπινοίας δέδοικα μὴ καὶ αὐτὸς ἐγενόμην πάρεργον· ἢ οὐκ οἶδ᾽ ὅ τι καὶ εἰπεῖν εὐπρεπὲς χρή.

Πάντα γὰρ τοῦ ἀνδρὸς θαυμάζων, οὐ μὲν οὖν ὁπόσον εἰπεῖν δυνατόν, ἓν τοῦτο ἐπαινεῖν οὐκ ἔχω, καὶ γὰρ ὁμολογήσω τὸ πάθος, οὐδὲ ἄλλως τοῖς πολλοῖς ἀγνοούμενον, τὴν περὶ ἡμᾶς καινοτομίαν καὶ ἀπιστίαν, ἧς οὐδὲ ὁ χρόνος τὴν λύπην ἀνάλωσεν· ἐκεῖθεν γάρ μοι πᾶσα συνέπεσεν ἡ περὶ τὸν βίον ἀνωμαλία καὶ σύγχυσις καὶ τὸ φιλοσοφεῖν μὴ δυνηθῆναι ἢ μὴ νομίζεσθαι, εἰ καὶ βραχὺς τοῦ δευτέρου λόγος· πλὴν εἴ τις ἐκεῖνο δέξαιτο, ἡμῶν τοῦ ἀνδρὸς ὑπεραπολογουμένων, ὅτι μείζω φρονῶν ἢ κατὰ τὰ ἀνθρώπινα, καὶ τῶν ἐνθένδε πρὶν ἀποβιῶναι μεταναστάς, πάντα ἐποιεῖτο τοῦ Πνεύματος· καὶ φιλίαν αἰδεῖσθαι εἰδώς, ἐνταῦθα μόνον ἠτίμαζεν, οὗ Θεὸν ἔδει προτιμηθῆναι καὶ πλεῖον ἔχειν τῶν λυομένων τὰ ἐλπιζόμενα.