Τῷ δὲ οὐ συνεργὸς μόνον ἡ παρὰ Θεοῦ δοθεῖσα (ἧττον γὰρ τοῦτο θαυμαστὸν), ἀλλὰ καὶ ἀρχηγὸς γίνεται, ἔργῳ τε καὶ λόγῳ πρὸς τὰ κράτιστα δι᾽ ἑαυτῆς ἄγουσα· καὶ τὰ μὲν ἄλλα τοῦ ἀνδρὸς κρατεῖσθαι νόμῳ συζυγίας ἄριστον εἶναι κρίνουσα, τῆς εὐσεβείας δὲ οὐκ αἰσχυνομένη παρέχειν ἑαυτὴν καὶ διδάσκαλον. Ὃ θαυμάζειν μὲν ἐκείνης ἄξιον, θαυμάζειν δὲ πλέον τὸν ἑκοντὶ ἡττώμενον. Ἐκείνη γάρ ἐστιν ἡ, τῶν ἄλλων γυναικῶν κάλλει φιλοτιμουμένων καὶ ὑψουμένων, ὅσον τε φυσικὸν καὶ ὅσον ἐπίπλαστον, ἓν ἐπισταμένη κάλλος, τὸ τῆς ψυχῆς, καὶ τὸ τὴν θείαν εἰκόνα ἢ συντηρεῖν, ἢ ἀνακαθαίρειν εἰς δύναμιν· τοὺς δὲ γραπτοὺς καὶ τεχνητοὺς κόσμους, ταῖς ἐπὶ τῆς σκηνῆς ἀποῤῥίψασα. Μίαν δὲ ἀληθινὴν εὐγένειαν γινώσκουσα, τὴν εὐσέβειαν, καὶ τὸ εἰδέναι πόθεν τε γεγόναμεν, καὶ ποῖ καταντήσομεν. Ἕνα δὲ πλοῦτον ἀσφαλῆ τε καὶ ἄσυλον, τὸ ἀποπλουτεῖν Θεῷ, καὶ τοῖς πένησι, καὶ μάλιστα τῶν ἐκ γένους τοῖς ἀπανθήσασιν· οἷς τὸ μὲν ἄχρι τῆς χρείας ἐπαρκεῖν, οὐ λύσιν τῆς συμφορᾶς, ἀλλ᾽ ὑπόμνησιν ἔχειν ἐνόμιζεν· τὸ δὲ ἐλευθεριώτερον εὖ ποιεῖν, τοῦτο εἶναι τιμῆς βεβαίας καὶ παραμυθίας τελεωτάτης. Καὶ τῶν μὲν τῇ οἰκωφελείᾳ προεχουσῶν, τῶν δὲ τῇ εὐσεβείᾳ (καὶ γὰρ χαλεπὸν ἀμφοτέρων ἐπιτυχεῖν), ἀμφοτέροις ἁπάσας νικήσασα, καὶ τῷ περὶ ἑκάτερον ἄκρῳ, καὶ τῷ μόνη τὰ δύο συναγαγεῖν.