Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν σιωπῶντα πατέρα

Γρηγόριος ὁ Ναζιανζηνός

Η χαλαζόπτωση και οι φυσικές συμφορές ως θεία παιδαγωγία

Θεολογική ανάλυση των αιτιών της πρόσφατης καταστροφής των καρπών της γης, η οποία ερμηνεύεται όχι ως τυφλή τιμωρία, αλλά ως ήπια παιδαγωγική ενέργεια της θείας Πρόνοιας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 5

Εʹ. Εἰπὲ, πόθεν αἱ τοιαῦται πληγαὶ καὶ μάστιγες; καὶ τίς ὁ περὶ ταῦτα λόγος; Πότερον κίνησίς τις τοῦ παντὸς ἄτακτος, καὶ ἀνώμαλος, καὶ ἀκυβέρνητος φορά τε καὶ ἀλογία, ὡς οὐδενὸς τοῖς οὖσιν ἐπιστατοῦντος, καὶ τὸ αὐτόματον ταῦτα φέρει, ὡς δοκεῖ τοῖς ἀσόφως σοφοῖς, καὶ τοῖς εἰκῆ φερομένοις ὑπὸ τοῦ ἀτάκτου καὶ σκοτεινοῦ πνεύματος· ἢ λόγῳ τινὶ καὶ τάξει, ὥσπερ ὑπέστη τὸ πᾶν ἀπ᾽ ἀρχῆς, καὶ ἐκράθη, καὶ συνεδέθη, καὶ ἐκινήθη κοσμίως, ὡς μόνῳ τῷ κινήσαντι γνώριμον, οὕτω καὶ μετακινεῖται καὶ μετατίθεται Προνοίας χαλινοῖς ὁδηγούμενον; Πόθεν ἀφορίαι, καὶ ἀνεμοφθορίαι, καὶ χάλαζαι, ἡ νῦν ἡμετέρα πληγὴ καὶ νουθεσία; Πόθεν ἀέρων φθοραὶ, καὶ νόσοι, καὶ βρασμοὶ γῆς, καὶ θαλάσσης ἐπαναστάσεις, καὶ τὰ ἐξ οὐρανοῦ δείματα; Καὶ πῶς ἡ εἰς ἀπόλαυσιν ἀνθρώπων δημιουργηθεῖσα κτίσις, τὸ κοινὸν ἐντρύφημα καὶ ἰσότιμον, εἰς τὴν τῶν ἀσεβῶν κόλασιν μεταβάλλεται, ἵν᾽ οἷς τιμηθέντες οὐκ ηὐχαριστήσαμεν, τούτοις καὶ παιδευθῶμεν, καὶ γνῶμεν τὴν δύναμιν ἐξ ὧν πάσχομεν, ἐπειδὴ μὴ ἔγνωμεν ἐξ ὧν εὖ πεπόνθαμεν;

Πῶς τοῖς μὲν ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα δίδοται, καὶ ἀναπληροῦται τὸ τῆς κακίας μέτρον τῇ διπλασίᾳ, καθ᾽ ἣν καὶ ὁ Ἰσραὴλ σωφρονίζεται· τοῖς δὲ, διὰ τῆς ἑπταπλασίας εἰς τὸν κόλπον ἀποδιδομένης, κενοῦται τὰ ἁμαρτήματα;

Καὶ τί τὸ τῶν Ἀμοῤῥαίων μέτρον οὔπω πεπληρωμένον; Καὶ πῶς ὁ ἁμαρτωλὸς ἢ ἀφίεται, ἢ κολάζεται πάλιν· τὸ μὲν, ἐκεῖθεν τυχὸν τηρούμενος, τὸ δὲ, ἐντεῦθεν ἰατρευόμενος; Καὶ πῶς ὁ δίκαιος, ἢ κακοπαθεῖ πειραζόμενος ἴσως, ἢ εὐπαθεῖ συντηρούμενος, ἄνπερ ᾖ πτωχὸς τὴν διάνοιαν, καὶ μὴ σφόδρα ὑπεράνω τῶν ὁρωμένων, καὶ ὡς τὸ συνειδὸς διδάσκει τούτων ἑκάτερον, τὸ οἰκεῖον καὶ ἀψευδὲς κριτήριον; Τίς ἡ πληγὴ, καὶ πόθεν; Πότερον ἀρετῆς ἔλεγχος, ἢ κακίας βάσανος, καὶ ὅτι κρεῖττον ὡς κολάσει κάμπτεσθαι, κἂν μὴ οὕτως ἔχῃ, καὶ ὑπὸ τὴν κραταιὰν τοῦ Θεοῦ χεῖρα ταπεινοῦσθαι, ἢ ὡς δοκιμασίᾳ μετεωρίζεσθαι. Ταῦτα δίδαξον καὶ νουθέτησον, μὴ σφόδρα τῇ παρούσῃ πληγῇ δυσφορεῖν ἡμᾶς, ἢ εἰς κακῶν βάθος ἐμπεσόντας καταφρονεῖν (ἔστι γάρ τι καὶ τοιοῦτο πάθημα ἐν τοῖς πολλοῖς), ἀλλὰ σωφρόνως ἔχειν πρὸς τὴν νουθεσίαν, καὶ μὴ τὴν μείζω προκαλεῖσθαι, διὰ τῆς πρὸς ταύτην ἀναισθησίας.

Ϛʹ. Δεινὸν ἀφορία γῆς, καὶ καρπῶν ἀπώλεια· πῶς δὲ οὒ, ἤδη ταῖς ἐλπίσιν εὐφραινόντων, καὶ ταῖς ἀποθήκαις πλησιαζόντων; Καὶ δεινὸν ἄωρος θερισμὸς, καὶ γεωργοὶ τοῖς πόνοις ἐπιστυγνάζοντες, καὶ οἷον νεκροῖς παρακαθήμενοι τοῖς γεννήμασιν, ἃ ὑπετὸς ἐξέθρεψεν ἥμερος, καὶ ἄγριος ἐξεθέρισεν· ὧν οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων· οὐδὲ τῆς εὐλογίας ἐπ᾽ αὐτοῖς ἔτυχεν, ἣν χαρίζονται γεωργοῖς οἱ παράγοντες.

Καὶ θέαμα ἐλεεινὸν, γῆ καθυβρισμένη, καὶ ἀποκειραμένη, καὶ τὸν ἑαυτῆς κόσμον οὐκ ἔχουσα. Ὃ θρηνεῖ μὲν ὁ μακάριος Ἰωὴλ, γῆς καταφθορὰν, καὶ λιμοῦ βάσανον, εἰ καί τις ἄλλος, ἐκτραγῳδήσας· θρηνεῖ δὲ προφήτης ἕτερος, τῇ πρότερον εὐκοσμίᾳ τὴν τελευταίαν ἀκοσμίαν ἀντιτιθεὶς, ἐν οἷς φησι περὶ ὀργῆς Κυρίου διαλεγόμενος, θραύοντος γῆν· Τὰ ἔμπροσθεν αὐτοῦ παράδεισος τρυφῆς, καὶ τὰ ὄπισθεν πεδίον ἀφανισμοῦ. Δεινὰ μὲν δὴ ταῦτα, καὶ πέρα δεινῶν, ἕως μόνα λυπεῖ τὰ παρόντα, καὶ οὔπω χαλεπωτέρας ἀνιᾷ πληγῆς αἴσθησις· ἐπειδὴ, καθάπερ ἐν τοῖς νοσήμασι, τὸ λυποῦν ἀεὶ πάθος τοῦ μὴ παρόντος ἀνιαρώτερον· δεινότερα δ᾽ ἔτι τούτων οἱ τῆς ὀργῆς τοῦ Θεοῦ θησαυροὶ παρ᾽ ἑαυτοῖς κατέχουσιν, ὧν μὴ γένοιτο πεῖραν ὑμᾶς λαβεῖν· οὐδέ γε λήψεσθε πρὸς τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ καταφεύγοντες, καὶ τὸν θελητὴν τοῦ ἐλέους τοῖς δάκρυσιν ἕλκοντες, καὶ τὸ ἑξῆς τῆς ὀργῆς διὰ τῆς ἐπιστροφῆς ἀποστρέφοντες.

Ἔτι πραότης ταῦτα, καὶ φιλανθρωπία, καὶ παίδευσις ἥμερος, καὶ στοιχεῖα πληγῆς, νηπιότητα παιδαγωγούσης· ἔτι καπνὸς ὀργῆς, βασάνων προοίμιον· οὔπω δὲ πῦρ καταφλεγόμενον, ἡ ἀκμὴ τῆς κινήσεως· οὐδ᾽ ἄνθρακες ἀναπτόμενοι, τὰ τελευταῖα τῆς μάστιγος· ἧς τὸ μὲν ἠπείλησε, τὸ δ᾽ ἀνετείνατο, τὸ δὲ βίᾳ κατέσχε, τὸ δὲ ἐπήγαγεν· ὁμοίως καὶ τῇ πληγῇ παιδεύων καὶ τῇ ἀπειλῇ, καὶ ὁδοποιῶν τρίβον τῇ ὀργῇ αὐτοῦ, δι᾽ ὑπερβολὴν ἀγαθότητος· ἀπὸ μὲν τῶν ἐλαττόνων ἀρχόμενος, ὥστε μὴ δεηθῆναι τῶν σφοδροτέρων· παιδεύων δὲ καὶ τοῖς μείζοσιν, εἰ πρὸς ταῦτα ἐκβιασθείη.