ΙΑʹ. Γινώσκω, ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου· ταῦτα τυχὸν ἐρεῖ πρὸς ἐμὲ, τὸν μηδὲ ταῖς πληγαῖς νουθετούμενον· ὁ ἀθετῶν ἀθετεῖ· ὁ ἀνομῶν ἀνομεῖ· οὐδὲν ἡ ἄνωθεν νουθεσία· οὐδὲν αἱ μάστιγες. Ἐξέλιπε φυσητὴρ, ἐξέλιπε μόλιβδος, ἃ καὶ διὰ Ἱερεμίου πρότερον ὑμῖν ὠνείδισα· Εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ· πονηρίαι ὑμῶν οὐκ ἐτάκησαν. Μὴ ἐμὲ ὑπομενεῖτε, λέγει Κύριος, ὠργισμένον; Ἢ οὐκ ἰσχύει ἡ χείρ μου καὶ ἄλλας ἐπενεγκεῖν πληγάς; Ἔτι παρ᾽ ἐμοὶ καὶ φλυκτίδες ἀναζέουσαι ἀπὸ καμινιαίας. αἰθάλης, ἣν πάσσων εἰς οὐρανὸν Μωϋσῆς, ἢ εἴ τις κατ᾽ ἐκεῖνον ὑπηρέτης Θεοῦ κινήσεως, παιδεύει νόσῳ τὴν Αἴγυπτον. Ἔτι καὶ ἀκρὶς, καὶ σκότος ψηλαφητὸν, καὶ ἡ τελευταία πληγὴ τῇ τάξει, πρώτη δὲ τῷ πόνῳ καὶ τῇ δυνάμει, ἡ τῶν πρωτοτόκων φθορὰ καὶ ἀπώλεια, ἣν ὥστε φυγεῖν, καὶ ἀποστρέψαι τὸν ὀλοθρευτὴν, χρῖσαι τὰς τοῦ νοῦ φλιὰς ἄμεινον, θεωρίαν καὶ πρᾶξιν, τῇ μεγάλῃ καὶ σωτηρίῳ σφραγῖδι, τῷ τῆς Καινῆς Διαθήκης αἵματι, Χριστῷ καὶ συσταυρουμένους, καὶ συναποθνήσκοντας, ὥστε καὶ συναναστῆναι, καὶ συνδοξασθῆναι, καὶ συμβασιλεῦσαι, νῦν τε καὶ κατὰ τὴν τελευταίαν αὐτοῦ φανέρωσιν· ἀλλὰ μὴ θραυσθῆναι, μηδὲ συντριβῆναι, μηδὲ θρηνῆσαι, πλήσσοντος ἡμᾶς ἀωρίᾳ, καὶ ἐν τῷ σκοτεινῷ τούτῳ βίῳ τοῦ Πονηροῦ, καὶ ὀλοθρεύοντος τὰ πρωτότοκα, καὶ Θεῷ καθιερωμένα τῆς ζωῆς ἡμῶν γεννήματα καὶ κινήματα.