Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν σιωπῶντα πατέρα

Γρηγόριος ὁ Ναζιανζηνός

Εξομολόγηση, κοινό πένθος και έμπρακτη μετάνοια

Συλλογική ομολογία των παραπτωμάτων κλήρου και λαού και έκκληση για ικεσία, νηστεία και δάκρυα, κατά το πρότυπο των Νινευιτών, προκειμένου να αποτραπεί η θεία οργή και να θεραπευτεί η πνευματική πτώση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 5

ΙΒʹ. Μή μοι γένοιτο μετὰ τῶν ἄλλων πληγῶν, καὶ ταῦτα ὀνειδισθῆναι παρὰ τοῦ Ἀγαθοῦ, πορευομένου πρὸς μὲ θυμῷ πλαγίῳ διὰ τὴν ἐμὴν πλαγιότητα· Ἐπάταξα ὑμᾶς ἐν ἰκτέρῳ, καὶ ἐν πυρώσει, καὶ σφακελισμῷ· καὶ οὐδὲν πλέον. Ἔξωθεν ἠτέκνωσεν ὑμᾶς μάχαιρα, καὶ οὐδ᾽ ὣς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος. Μὴ γενοίμην ἀμπελὼν τοῦ ἠγαπημένου, μετὰ τὸ φυτευθῆναι καὶ χαρακωθῆναι, καὶ φραγμῷ, καὶ πύργῳ. καὶ πᾶσιν ἀσφαλισθῆναι, ὡς ἐνῆν μάλιστα, χερσομανῶν καὶ ἀκανθοφορῶν, καὶ διὰ τοῦτο καταφρονούμενος, ὡς καθαιρεθῆναι τὸν πύργον, καὶ περιαιρεθῆναι τὸν φραγμὸν, καὶ μὴ τμηθῆναι, μηδὲ σκαφῆναι, ἀλλὰ γενέσθαι πᾶσιν εἰς διαρπαγὴν, καὶ κοινὴν ὕβριν, καὶ καταπάτημα.

Ταῦτα μὲν ὁ ἐμὸς φόβος καὶ λόγος· καὶ οὕτως ἐγὼ δυσφορῶ πρὸς τὴν πληγὴν, καὶ τοιαύτην εὔχομαι τὴν εὐχὴν, ἣν καὶ προσθήσω τοῖς εἰρημένοις· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠσεβήσαμεν, ὅτι ἐπελαθόμεθα τῶν ἐντολῶν σου, καὶ ὀπίσω τῆς διανοίας ἡμῶν τῆς πονηρᾶς ἐπορεύθημεν· ὅτι ἀναξίως τῆς κλήσεως καὶ τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ σου πεπολιτεύμεθα, καὶ τῶν ἁγίων αὐτοῦ παθημάτων, καὶ τῆς ὑπὲρ ἡμῶν κενώσεως· ὅτι ἐγενήθημεν ὄνειδος τῷ ἀγαπητῷ σου. Ἱερεὺς καὶ λαὸς ἐξέστημεν ἐπὶ τὸ αὐτό· πάντες ἐξεκλίναμεν, ἅμα ἠχρειώθημεν.

Οὐκ ἔστι ποιῶν κρῖμα καὶ δικαιοσύνην, οὐκ ἔστιν ἕως ἑνός. Ἀπεκλείσαμεν τοὺς οἰκτιρμούς σου, καὶ τὴν φιλανθρωπίαν σου, καὶ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, διὰ τὴν κακίαν ἡμῶν, καὶ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων ἡμῶν, μεθ᾽ ἧς ἀνεστράφημεν.

Σὺ χρηστὸς, ἀλλ᾽ ἡμεῖς ἠνομήσαμεν· σὺ μακρόθυμος, ἀλλ᾽ ἡμεῖς πληγῶν ἄξιοι. Γινώσκομέν σου τὴν ἀγαθότητα, καίπερ ἀσυνετοῦντες· ὀλίγα ὧν ἡμάρτομεν μεμαστιγώμεθα. Σὺ φοβερὸς, καὶ τίς ἀντιστήσεταί σοι; τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ μεγέθει βραχίονός σου τίς ἀντερίσει; Ἐὰν κλείσῃς τὸν οὐρανὸν, τίς ἀνοίξει; καὶ ἐὰν λύσῃς τοὺς καταῤῥάκτας σου, τίς συνέξει; Κοῦφον ἐν ὀφθαλμοῖς σου πτωχίσαι καὶ πλουτίσαι, ζωῶσαι καὶ θανατῶσαι, πατάξαι καὶ ἰάσασθαι· καὶ τὸ θελῆσαί σου, πρᾶξίς ἐστι συντετελεσμένη. Σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν, λέγει τις τῶν πάλαι ἀνθομολογούμενος. Ἐμοὶ δὲ καὶ τὸ ἐναντίον καιρὸς εἰπεῖν· Ἡμεῖς ἡμάρτομεν, καὶ σὺ ὠργίσθης· διὰ τοῦτο ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν. Ἀπέστρεψας τὸ πρόσωπόν σου, καὶ ἀτιμίας ἐπλήσθημεν. Ἀλλὰ κόπασον, Κύριε· ἄνες, Κύριε· ἱλάσθητι, Κύριε· μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὰς ἀνομίας ἡμῶν, μηδὲ διὰ τῶν ἡμετέρων παιδεύσῃς ἄλλους μαστίγων, ἐνὸν ἡμᾶς διὰ τῆς ἑτέρων βασάνου σωφρονισθῆναι· τίνων τούτων; Ἐθνῶν τῶν οὐ γινωσκόντων σε, καὶ βασιλειῶν, αἳ τῷ σῷ κράτει οὐχ ὑπετάγησαν. Ἡμεῖς δὲ λαός σου, Κύριε, καὶ ῥάβδος κληρονομίας σου. Διὰ τοῦτο παίδευσον ἡμᾶς, πλὴν ἐν χρηστότητι, καὶ μὴ ἐν τῷ θυμῷ σου· ἵνα μὴ ὀλιγοστοὺς ἡμᾶς ποιήσῃς, καὶ παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, ἐξουδένωμα.

ΙΓʹ. Τούτοις ἐγὼ τοῖς λόγοις ἕλκω τὸν ἔλεον· εἰ δὲ καὶ ὁλοκαυτώμασιν ἢ θυσίαις ἦν ἐξιλάσασθαι περὶ τῆς ὀργῆς, οὐδὲ τούτων ἂν ἐφεισάμην. Ὑμεῖς δὲ καὶ αὐτοὶ μιμήσασθε δειλὸν ἱερέα· ναὶ, τέκνα ἀγαπητὰ, ναὶ, θείας κοινωνοὶ καὶ νουθεσίας καὶ φιλανθρωπίας.

Κτήσασθε τὰς ψυχὰς ὑμῶν ἐν δάκρυσι· στήσατε τὴν ὀργὴν, βελτίονα ποιήσαντες τὰ ἐπιτηδεύματα ὑμῶν. Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν· ταῦθ᾽ ὑμῖν διακελεύεται μεθ᾽ ἡμῶν Ἰωὴλ ὁ μακάριος. Συναγάγετε πρεσβυτέρους, νήπια θηλάζοντα μαστοὺς, ἡλικίαν ἐλεεινὴν, καὶ μάλιστα τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀξίαν. Οἶδα δὲ, ἃ κἀμοὶ τῷ λειτουργῷ Κυρίου καὶ ὑμῖν ἐντέλλεται, τοῖς τῆς αὐτῆς δόξης ἠξιωμένοις, εἰσελθεῖν ἐν σάκκοις, καὶ κόπτεσθαι νυκτὸς καὶ ἡμέρας ἀνὰ μέσον τῆς κρηπῖδος καὶ τοῦ θυσιαστηρίου, ἐλεεινοὺς τῷ σχήματι, ἐλεεινοτέρους ταῖς φωναῖς, βοῶντας ἐκτενῶς ὑπέρ τε ἑαυτῶν καὶ τοῦ λαοῦ, φειδομένους μηδενὸς, μὴ κόπου, μὴ ῥήματος, οἷς Θεὸς ἐξιλάσκεται· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, λέγοντας, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, καὶ ὅσα ἑξῆς τῆς δεήσεως· τοσοῦτον πλέον ἔχοντας τῆς θλίψεως, ὅσον καὶ τῆς ἀξίας, δι᾽ ἑαυτῶν παιδεύοντας τὸν λαὸν πρὸς κατάνυξιν, καὶ τῆς κακίας διόρθωσιν, καὶ τὴν ἑπομένην τούτοις τοῦ Θεοῦ μακροθυμίαν, καὶ ἀνοχὴν τῆς μάστιγος.

ΙΔʹ. Δεῦτε οὖν πάντες, ἀδελφοὶ, προσκυνήσωμεν, καὶ προσπέσωμεν, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Στησώμεθα κοινὸν πένθος, κατά τε ἡλικίας καὶ γένη διαιρεθέντες. Ὑψώσωμεν τὴν φωνὴν τῆς ἱκεσίας· ἀντὶ τῆς μισουμένης αὐτῷ κραυγῆς, ταύτην εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ἀνενέγκωμεν· Προφθάσωμεν αὐτοῦ τὴν ὀργὴν ἐν ἐξομολογήσει. Βουληθῶμεν αὐτὸν ἰδεῖν, ὥσπερ ὠργισμένον, οὕτω καὶ μετατιθέμενον.

Τίς οἶδε, φησὶν, εἰ ἐπιστρέψει, καὶ μετανοήσει, καὶ ὑπολείψεται εὐλογίαν; Οἶδα τοῦτο σαφῶς ἐγὼ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγγυητής. Καὶ ὃ παρὰ φύσιν ἐστὶν αὐτῷ, τῆς ὀργῆς ἀφεὶς, ἐπὶ τὸ κατὰ φύσιν χωρήσει, τὸν ἔλεον. Εἰς ἐκεῖνο μὲν γὰρ ὑφ᾽ ἡμῶν βιάζεται· πρὸς δὲ τοῦτο τὴν ὁρμὴν ἔχει. Καὶ εἰ πατάσσει βιαζόμενος, πῶς οὐκ ἀνήσει τῇ φύσει χρώμενος; Μόνον ἡμᾶς αὐτοὺς ἐλεήσωμεν, τοῖς δικαίοις τοῦ Πατρὸς σπλάγχνοις ὁδὸν ἀνοίξαντες. Σπείρωμεν ἐν δάκρυσιν, ἵν᾽ ἐν ἀγαλλιάσει θερίσωμεν. Γενώμεθα Νινευῗται, μὴ Σοδομῖται· θεραπεύσωμεν τὴν κακίαν, μὴ τῇ κακίᾳ συντελεσθῶμεν. Ἀκούσωμεν Ἰωνᾶ κηρύσσοντος, μὴ πυρὶ καὶ θείῳ κατακλυσθῶμεν. Κἂν ἐξέλθωμεν Σόδομα, προσβῶμεν τῷ ὄρει, καταφύγωμεν εἰς Σεγὼρ, ἀνίσχοντι συνεισέλθωμεν τῷ ἡλίῳ. Μὴ στῶμεν ἐν πάσῃ τῇ περιχώρῳ· μὴ περιβλεψώμεθα, μὴ παγῶμεν εἰς στήλην ἁλὸς, στήλην ὄντως ἀθάνατον, καὶ κατηγορίαν ψυχῆς εἰς κακίαν ἐπιστρεφούσης.

ΙΕʹ. Γνῶμεν, ὅτι τὸ μὲν μηδὲν ἁμαρτεῖν, ὄντως ὑπὲρ ἄνθρωπον, καὶ μόνου Θεοῦ· ἐῶ γὰρ περὶ ἀγγέλων τι λέγειν, μὴ δῶμεν καιρὸν τοῖς πάθεσι, καὶ θύραν πονηραῖς ἀντιῤῥήσεσι· τὸ δὲ ἀθεράπευτον, τῆς πονηρᾶς καὶ ἀντικειμένης ἐστὶ φύσεως, καὶ τῶν ὑπ᾽ ἐκείνης ἐνεργουμένων. Τὸ δὲ ἁμαρτάνοντας ἐπιστρέφειν, ἀνθρώπων μὲν, ἀλλ᾽ ἐπιεικῶν, καὶ τῆς σωζομένης μερίδος. Εἰ γὰρ καὶ ὁ χοῦς ἐπισύρεταί τι τῆς κακίας, καὶ τὸ γεῶδες σκῆνος βρίθει τὸν νοῦν ἄνω φερόμενον, ἢ ἄνω φέρεσθαι δεδημιουργημένον· ἀλλ᾽ ἡ εἰκὼν ἀνακαθαιρέτω τὴν ἰλὺν, καὶ ἄνω τιθέτω τὴν ὁμόζυγον σάρκα, τοῖς τοῦ λόγου πτεροῖς κουφίζουσα. Καὶ κρεῖττον μὲν, μήτε δεηθῆναι τοιαύτης καθάρσεως, μήτε καθαρθῆναι, τοῦ πρώτου μένοντος ἡμῖν ἀξιώματος, εἰς ὃ καὶ σπεύδομεν ἐκ τῆς ἐνταῦθα παιδαγωγίας, μηδὲ τοῦ ξύλου τῆς ζωῆς ἐκπεσεῖν τῇ πικρᾷ γεύσει τῆς ἁμαρτίας· κρεῖσσον δὲ, τοῦ μὴ παιδεύεσθαι πταίοντας, τὸ ἁμαρτάνοντας ἐπιστρέφεσθαι.

Ὃν μὲν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, καὶ πατρικὸν τὸ τῆς ἐπιτιμήσεως· ψυχὴ δὲ πᾶσα ἀνουθέτητος, ἀθεράπευτος. Οὐκοῦν οὐ πληγῆναι χαλεπὸν, ἀλλὰ μὴ σωφρονισθῆναι τῇ πληγῇ χαλεπώτερον. Φησί τις τῶν προφητῶν, περὶ τοῦ Ἰσραὴλ λέγων, τοῦ σκληροῦ καὶ ἀπεριτμήτου τὴν καρδίαν· Κύριε, ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν· ἐπαίδευσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν· καὶ πάλιν, Καὶ ὁ λαὸς οὐκ ἐπεστράφη, ἕως ἐπλήγη· καὶ, Τί ὅτι ἀπεστράφη ὁ λαός μου ἀποστροφὴν πονηρὰν, ἐξ ἧς τέλεον συντριβήσεται, καὶ καταφθαρήσεται;

ΙϚʹ. Φοβερὸν μὲν οὖν, ἀδελφοὶ, τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· φοβερὸν δὲ τὸ πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακὰ, καὶ πανωλεθρίᾳ τὴν κακίαν ἐξαφανίζον· φοβερὰ δὲ ἀκοὴ Θεοῦ, καὶ τῆς Ἄβελ φωνῆς αἰσθανομένη διὰ τοῦ σιγῶντος αἵματος· φοβεροὶ δὲ πόδες πονηρίαν καταλαμβάνοντες· φοβερὰ δὲ τοῦ παντὸς πλήρωσις, ὡς μὴ εἶναι μηδαμοῦ φυγεῖν Θεοῦ κίνησιν, μὴ εἰς οὐρανὸν ἀναπτάντα, μὴ εἰς ᾅδου χωρήσαντα, μὴ πρὸς ἀνατολὰς ἀποδράντα, μὴ θαλάσσης ἐναποκρυβέντα βυθοῖς ἢ πέρασι. Φοβεῖται δὲ πρὸ ἐμοῦ καὶ Ναοὺμ ὁ Ἑλκεσαῖος, ἐν οἷς τὸ κατὰ Νινευῒ λῆμμα δημοσιεύει, τὸν ζηλωτὴν Θεὸν, καὶ ἐκδικοῦντα Κύριον μετὰ θυμοῦ τοὺς ὑπεναντίους, καὶ τοσαύτῃ χρώμενον ἀποτομίας περιουσίᾳ, ὡς μηδὲ δευτέραν ὑπολείπεσθαι κατὰ τῶν πονηρῶν ἐκδίκησιν. Ἡσαΐου μὲν γὰρ ὅταν ἀκούσω, τῷ λαῷ Σοδόμων καὶ τοῖς ἄρχουσι Γομόῤῥας ἀπειλοῦντος, καὶ λέγοντος· Τί ἔτι πληγῆτε, προστιθέντες ἀνομίαν; μικροῦ καὶ φρίκης πληροῦμαι, καὶ συγχέομαι δάκρυσιν. Οὐκ ἔστι, φησὶ, τῇ προσθήκῃ τῆς ἁμαρτίας προσθήκην πληγῆς ἐξευρεῖν· οὕτω πάντα διεξεληλύθατε, καὶ πᾶν εἶδος πληγῆς ἐκενώσατε, ἀεί τινα καινοτέραν διὰ τῆς κακίας τῆς ἑαυτῶν προκαλούμενοι.

Οὐκ ἔστι τραῦμα, οὐδὲ μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα· ὁλοσώματος, φησὶν, ἡ πληγὴ, ἀλλὰ καὶ ἀθεράπευτος. Οὐ γὰρ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Καὶ παρίημι τὰ ἑξῆς τῆς ἀπειλῆς, ἵνα μὴ τῆς παρούσης ὑμῖν πληγῆς βαρύτερος γένωμαι.