Βʹ. Καὶ οὔπω λέγω τὴν ἀληθινὴν σοφίαν καὶ πρώτην, ἣν ὁ θαυμάσιος ὅδε γεωργὸς καὶ ποιμὴν τὰ πρῶτα φέρεται. Σοφία πρώτη, βίος ἐπαινετὸς καὶ Θεῷ κεκαθαρμένος, ἢ καθαιρόμενος, τῷ καθαρωτάτῳ καὶ λαμπροτάτῳ, καὶ μόνην ἀπαιτοῦντι παρ᾽ ἡμῶν θυσίαν, τὴν κάθαρσιν, ἣν δὲ καρδίαν συντετριμμένην, καὶ θυσίαν αἰνέσεως, καὶ καινὴν ἐν Χριστῷ κτίσιν, καὶ νέον ἄνθρωπον, καὶ τὰ τοιαῦτα, τῇ Γραφῇ καλεῖν φίλον. Σοφία πρώτη, σοφίας ὑπερορᾷν τῆς ἐν λόγῳ κειμένης, καὶ στροφαῖς λέξεων, καὶ ταῖς κιβδήλοις καὶ περιτταῖς ἀντιθέσεσιν. Ἐμοὶ δὲ γένοιτο πέντε λόγους ἐν ἐκκλησίᾳ λαλῆσαι μετὰ συνέσεως, ἢ μυρίους ἐν γλώσσῃ, καὶ φωνῇ σάλπιγγος ἀσήμῳ, τὸν ἐμὸν ὁπλίτην οὐκ ἐγειρούσῃ πρὸς τὸν πνευματικὸν πόλεμον. Ταύτην ἐπαινῶ τὴν σοφίαν ἐγὼ, ταύτην ἀσπάζομαι, δι᾽ ἣν ἀγεννεῖς ἐδοξάσθησαν, καὶ εἰς ἣν ἐξουθενήμενοι προετιμήθησαν, καὶ μεθ᾽ ἧς ἁλιεῖς τὴν οἰκουμένην ὅλην τοῖς τοῦ Εὐαγγελίου δεσμοῖς ἐσαγήνευσαν, τῷ συντετελεσμένῳ καὶ συντετμημένῳ λόγῳ, τὴν καταργουμένην σοφίαν νικήσαντες.