Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τοὺς Μακκαβαίους

Γρηγόριος ὁ Ναζιανζηνός

Η απολογία, η αμοιβαία ενθάρρυνση και ο άθλος των επτά αδελφών

Η θαρραλέα ομολογία των νέων ενώπιον του Αντιόχου, η απόρριψη των προσφορών του, η αλληλοϋποστήριξή τους κατά τα βασανιστήρια και η εκπλήρωση του μαρτυρίου τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 4

Εʹ. Καὶ μέντοι καὶ τῶν παίδων αἱ πρὸς τὸν τύραννον ἀποκρίσεις, τοσοῦτον ἔχουσαι τὸ σοφὸν ὁμοῦ καὶ γενναῖον, ὥστε μικρὰ μὲν εἶναι πρὸς τὴν ἐκείνων καρτερίαν ἅπαντα τὰ τῶν ἄλλων καλὰ εἰς ἓν συναχθέντα· μικρὰν δὲ τὴν καρτερίαν πρὸς τὴν ἐκείνων ἐν λόγοις σύνεσιν· καὶ τῶν αὐτῶν εἶναι μόνων, πάσχειν τε οὕτω καὶ φιλοσοφεῖν ἐν ταῖς ἀποκρίσεσι πρὸς τὰς τοῦ διώκοντος ἀπειλὰς, καὶ τοὺς προτεινομένους φόβους, ὧν οὐδενὸς ἡττῶντο οἱ γενναῖοι παῖδες, καὶ ἡ γενναιοτέρα τεκοῦσα· πάντων δὲ ἑαυτὴν ὑπεράνω θεῖσα, καὶ τῷ φίλτρῳ τὸν θυμὸν μίξασα, καλὸν ἐντάφιον δίδωσι τοῖς παισὶν ἑαυτὴν, ἐπαπελθοῦσα τοῖς προαπελθοῦσι· καὶ τοῦτο πῶς; ἑκουσίως ἐπὶ τοὺς κινδύνους χωρήσασα· καὶ μεθ᾽ οἵων τῶν ἐπιταφίων; Καλοὶ μὲν γὰρ καὶ οἱ τῶν παίδων πρὸς τὸν τύραννον λόγοι, καὶ καλῶν κάλλιστοι· πῶς γὰρ οὔ; μεθ᾽ ὧν παρετάξαντο, καὶ οἷς τὸν τύραννον ἔβαλον· καλλίους δὲ καὶ οἱ τῆς μητρὸς, καὶ παρακλητικοὶ πρότερον, καὶ ὕστερον ἐπιτάφιοι. Τίνες οὖν οἱ τῶν παίδων λόγοι;

Καλὸν γὰρ ἀπομνημονεῦσαι καὶ τούτων ὑμῖν, ἵν᾽ ἔχητε τύπον, ὥσπερ ἀθλήσεως, οὕτω καὶ λόγων μαρτυρικῶν ἐν τοῖς τοιούτοις καιροῖς. Ἄλλου μὲν ἄλλοι, καὶ ὡς ἕκαστον οἱ τοῦ διώκοντος λόγοι, ἢ τῶν κινδύνων ἡ τάξις, ἢ τῆς ψυχῆς τὸ φιλότιμον ὥπλιζεν· ὡς δ᾽ οὖν τύπῳ περιλαβεῖν, ἦσαν τοιοῦτοι· «Ἡμῖν, Ἀντίοχε, καὶ πάντες οἱ περιεστηκότες, εἷς μὲν βασιλεὺς ὁ Θεὸς, παρ᾽ οὗ γεγόναμεν, καὶ πρὸς ὃν ἐπιστρέψομεν.

Εἷς δὲ νομοθέτης ὁ Μωϋσῆς, ὃν οὐ προδώσομεν, οὐδὲ καθυβρίσομεν· οὐ μὰ τοὺς ὑπὲρ ἀρετῆς τοῦ ἀνδρὸς κινδύνους, καὶ τὰ πολλὰ θαύματα, οὐδ᾽ ἂν ἡμῖν ἄλλος Ἀντίοχος ἀπειλῇ σου χαλεπώτερος. Μία δὲ ἀσφάλεια, τῆς ἐντολῆς ἡ τήρησις, καὶ τὸ μὴ ῥαγῆναι τὸν νόμον, ᾧ τετειχίσμεθα. Μία δὲ δόξα, τὸ δόξης ἁπάσης ὑπεριδεῖν ἐπὶ τηλικούτοις. Εἷς δὲ πλοῦτος, τὰ ἐλπιζόμενα· φοβερὸν δὲ οὐδὲν, ἢ τὸ φοβηθῆναί τι πρὸ Θεοῦ. Μετὰ τούτων παρατετάγμεθα τῶν λογισμῶν, καὶ οὕτως ὡπλίσμεθα· πρὸς τοιούτους σοι νεανίας ὁ λόγος, Ἡδὺ μὲν καὶ ὁ κόσμος οὗτος, καὶ τὸ πατρῷον ἔδαφος, καὶ φίλοι, καὶ συγγενεῖς, καὶ ἡλικιῶται, καὶ ὁ ναὸς οὗτος τὸ μέγα καὶ περιβόητον ὄνομα, καὶ πανηγύρεις πατρικαὶ, καὶ μυστήρια, καὶ πάντα οἷς ἡμεῖς τῶν ἄλλων διαφέρειν δοκοῦμεν. Οὔπω δὲ ἡδίω Θεοῦ, καὶ τῶν ὑπὲρ τοῦ καλοῦ κινδύνων· μὴ τοῦτο νομίσῃς. Κόσμος τε γὰρ ἄλλος ἡμῖν, πολὺ τῶν ὁρωμένων ὑψηλότερός τε καὶ μονιμώτερος· πατρίς τε ἡ ἄνω Ἱερουσαλὴμ, ἣν οὐδεὶς Ἀντίοχος πολιορκήσει, οὐδὲ προσδοκήσει παραστήσεσθαι, ἡ καρτερὰ καὶ ἀνάλωτος. Συγγένεια δὲ, ἡ ἔμπνευσις, καὶ οἱ κατ᾽ ἀρετὴν γεννηθέντες. Φίλοι δὲ, προφῆται, καὶ πατριάρχαι, παρ᾽ ὧν ἡμῖν καὶ ὁ τύπος τῆς εὐσεβείας. Ἡλικιῶται δὲ, οἱ σήμερον ἡμῖν συγκινδυνεύοντες, καὶ τὴν καρτερίαν ὁμόχρονοι.

Ναοῦ δὲ, οὐρανὸς μεγαλοπρεπέστερος, πανήγυρις δὲ, ἀγγέλων χοροστασία· καὶ μυστήριον ἓν μέγα, καὶ μέγιστον, καὶ τοῖς πολλοῖς ἀπόκρυφον, ὁ Θεὸς, πρὸς ὃν βλέπει καὶ τὰ τῇδε μυστήρια. Ϛʹ. »Παῦσαι τοίνυν ὑπισχνούμενος ἡμῖν τὰ μικρὰ, καὶ τοῦ μηδενὸς ἄξια. Οὐ γὰρ τιμησόμεθα τοῖς ἀτίμοις, οὐδὲ κερδανοῦμεν ἐπιζήμια· οὐχ οὕτως ἀθλίως ἐμπορευσόμεθα. Παῦσαι καὶ ἀπειλῶν, ἢ ἀνταπειλήσομεν, ἐλέγξειν σου τὴν ἀσθένειαν, καὶ πρὸς τούτῳ τὰ ἡμέτερα κολαστήρια· ἔχομεν καὶ ἡμεῖς πῦρ, ᾧ τοὺς διώκτας κολάζομεν. Οἴει πρὸς ἔθνη καὶ πόλεις εἶναί σοι τὸν ἀγῶνα, καὶ βασιλέων τοὺς ἀνανδροτάτους, ὧν οἱ μὲν κρατήσουσιν, οἱ δὲ ἴσως ἡττηθήσονται; οὐδὲ γὰρ περὶ τηλικούτων αὐτοῖς ὁ κίνδυνος. Πρὸς νόμον Θεοῦ παρατάσσῃ, πρὸς πλάκας θεοχαράκτους, πρὸς πάτρια καὶ λόγῳ καὶ χρόνῳ τετιμημένα, πρὸς ἀδελφοὺς ἑπτὰ μιᾷ ψυχῇ συνδεδεμένους, ἑπτὰ τροπαίοις σε στηλιτεύσοντας· ὧν κρατῆσαι μὲν οὐ μέγα, ἡττηθῆναι δὲ καὶ λίαν αἰσχρόν. Ἐκείνων ἐσμὲν καὶ γένος καὶ μαθηταὶ, οὓς στύλος πυρὸς καὶ νεφέλης ὡδήγει, οἷς θάλασσα διίστατο, καὶ ποταμὸς ἵστατο, καὶ ἥλιος ἀνεκόπτετο, καὶ ἄρτος ὕετο, καὶ χειρῶν ἔκτασις ἐτροποῦτο μυριάδας, δι᾽ εὐχῶν βάλλουσα· ὧν θῆρες ἡττῶντο, καὶ πῦρ οὐχ ἥπτετο, καὶ βασιλεῖς ἀπῄεσαν, τὸ γενναῖον θαυμάζοντες. Εἴπωμέν τι καὶ τῶν σοὶ γνωρίμων· Ἐλεαζάρου μύσται ἡμεῖς, οὗ τὴν ἀνδρείαν ἔγνως.

Προηγωνίσατο πατὴρ, ἐπαγωνιοῦνται παῖδες· ἀπῆλθεν ὁ ἱερεὺς, ἐπακολουθήσει τὰ θύματα· πολλὰ δεδίττῃ, πρὸς πλείω παρεσκευάσμεθα.

Τί καὶ δράσεις ἡμᾶς, ὑπερήφανε, ταῖς ἀπειλαῖς; τί καὶ πεισόμεθα; Οὐδὲν ἰσχυρότερον τῶν πάντα παθεῖν ἑτοίμων. Ὦ δήμιοι, τί μέλλετε; τί δὲ ἀναδύεσθε; τί τὸ πρόσταγμα τὸ χρηστὸν ἀναμένετε; Ποῦ τὰ ξίφη; ποῦ τὰ δεσμά; ζητῶ τὸ τάχος. Πλεῖον ἀναπτέσθω τὸ πῦρ, οἱ θῆρες ἐνεργέστεροι, αἱ στρέβλαι περιεργότεραι· πάντα ἔστω βασιλικὰ καὶ πολυτελέστερα. Ἐγὼ πρωτότοκός εἰμι, πρῶτόν με καθιέρωσον· ἐγὼ τελευταῖος, ἡ τάξις ἐναμειφθήτω; ἔστω τις καὶ τῶν μέσων ἐν πρώτοις, ἵνα τιμηθῶμεν ἰσομοιρίᾳ. Φείδῃ δέ; προσδοκᾷς τι τυχὸν καὶ τῶν ἐναντίων; Πάλιν καὶ πολλάκις ἐροῦμεν τὸν αὐτὸν λόγον· Οὐ μιαροφαγήσομεν, οὐκ ἐνδώσομεν. Θᾶττον σὺ σεβασθήσῃ τὰ ἡμέτερα, ἢ τοῖς σοῖς ἡμεῖς εἴξωμεν. Κεφάλαιον τοῦ λόγου· Ἢ καινότερα ἐπινόησον κολαστήρια, ἢ τὰ παρόντα ἴσθι καταφρονούμενα.» Ζʹ. Ταῦτα μὲν πρὸς τὸν τύραννον. Ἃ δὲ ἀλλήλοις διεκελεύοντο, ἃ δὲ παρεῖχον ὁρᾷν, ὡς καλά τε καὶ ἱερὰ, καὶ παντὸς ἄλλου θεάματος καὶ ἀκούσματος ἡδίω τοῖς φιλοθέοις! Ἔγωγ᾽ οὖν αὐτὸς ἡδονῆς ἐμπίμπλαμαι μνημονεύων, καὶ μετ᾽ αὐτῶν ἀθλούντων εἰμὶ τῇ διανοίᾳ, καὶ τῷ διηγήματι καλλωπίζομαι.

Περιέβαλλον ἀλλήλους, περιεπτύσσοντο, πανήγυρις ἦν, ὡς ἐπ᾽ ἄθλοις τετελεσμένοις· «Ἴωμεν, ἀδελφοὶ, πρὸς τοὺς κινδύνους, ἐβόων, ἴωμεν, ἐπειγώμεθα, ἕως ζέει καθ᾽ ἡμῶν ὁ τύραννος, μή τι μαλακισθῇ, καὶ ζημιωθῶμεν τὴν σωτηρίαν. Πανδαισία πρόκειται· μὴ ἀπολειφθῶμεν. Καλὸν μὲν καὶ συνοικοῦντες ἀλλήλοις ἀδελφοὶ, καὶ συμποσιάζοντες, καὶ συνασπίζοντες· κάλλιον δὲ ὑπὲρ ἀρετῆς συγκινδυνεύοντες. Εἰ μὲν οἷόν τε ἦν, καὶ τοῖς σώμασιν ἂν ἠγωνισάμεθα ὑπὲρ τῶν πατρίων· ἔστι καὶ οὗτος τῶν ἐπαινετῶν ὁ θάνατος. Ἐπεὶ δὲ οὐ τούτου καιρὸς, αὐτὰ τὰ σώματα εἰσενέγκωμεν. Τί γάρ; Κἂν μὴ νῦν ἀποθάνωμεν, οὐ τεθνηξόμεθα πάντως; οὐ τῇ γενέσει τὰ ὀφειλόμενα λειτουργήσομεν; Ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν· σοφισώμεθα τὴν διάλυσιν· τὸ κοινὸν ἴδιον ποιησώμεθα· θανάτῳ ζωὴν ὠνησώμεθα. Μή τις οὖν ἡμῶν ἔστω φιλόψυχος, μηδὲ ἄτολμος. Ἀπογνώτω καὶ τῶν ἄλλων ὁ τύραννος, ἡμῖν ἐντυχών. Τοῖς μὲν κινδύνοις τὴν τάξιν αὐτὸς ἐπιθήσει, ἡμεῖς δὲ ἐπιθήσομεν τέλος τοῖς διωκομένοις· μηδὲν περὶ τούτου διαφερώμεθα τῇ ζέσει τῆς προθυμίας. Καὶ ὁ πρῶτος ἔσται τοῖς ἄλλοις ὁδὸς, καὶ ὁ τελευταῖος σφραγὶς ἀθλήσεως. Ἡμῖν δὲ τοῦτο ἐμπεπήχθω πᾶσιν ὁμοίως, πανοικεσίᾳ στεφανωθῆναι, καὶ μή τινα λαβεῖν μερίδα ἐξ ἡμῶν τὸν διώκτην, ἵν᾽ ὡς πᾶσιν ἐγκαυχήσηται τῷ ἑνὶ, φλεγμαίνων τῇ πονηρίᾳ.

Φανῶμεν ἀλλήλων ἀδελφοὶ, καὶ τῇ γενέσει, καὶ τῇ μεταστάσει· καὶ πάντες, ὡς εἷς, κινδυνεύσωμεν, καὶ ἀντὶ πάντων ἕκαστος.

Ἐλεάζαρ, ὑπόδεξαι· μῆτερ, ἐπακολούθησον· Ἱερουσαλὴμ, θάψον τοὺς ἑαυτῆς νεκροὺς μεγαλοπρεπῶς, ἄν τι τοῖς τάφοις ὑπολειφθῇ. Διηγοῦ τὰ ἡμέτερα, καὶ τοῖς ὕστερον δείκνυ, καὶ τοῖς σοῖς ἐρασταῖς τὸ τῆς μιᾶς γαστρὸς εὐσεβὲς πολυάνδριον.» Ηʹ. Οἱ μὲν δὴ ταῦτα καὶ εἰπόντες, καὶ πράξαντες, καὶ ὡς συῶν ὀδόντες ἀλλήλους θήξαντες ἐν τάξει τῆς ἡλικίας, καὶ ἰσότητι τῆς προθυμίας διεκαρτέρουν.

Ἡδονὴ καὶ θαῦμα τοῖς ὁμοφύλοις· φόβος καὶ κατάπληξις τοῖς διώκουσιν, οἳ κατὰ παντὸς τοῦ ἔθνους στρατεύσαντες, ἀδελφῶν ἑπτὰ συμψυχίας ὑπὲρ εὐσεβείας ἀγωνιζομένων, τοσοῦτον ἡττήθησαν, ὥστε μηδὲ περὶ τῶν ἄλλων ἔχειν ἔτι χρηστὰς τὰς ἐλπίδας.

Ἡ δὲ γενναία μήτηρ, καὶ ὄντως ἐκείνων τῶν τοσούτων καὶ τοιούτων τὴν ἀρετὴν, τὸ μέγα τοῦ νόμου θρέμμα καὶ μεγαλόψυχον, τέως μὲν χαρᾷ καὶ φόβῳ σύμμικτος ἦν, καὶ δύο παθῶν ἐν μεταιχμίῳ· χαρᾷ, διὰ τὴν ἀνδρείαν καὶ τὰ ὁρώμενα· φόβῳ, διὰ τὸ μέλλον, καὶ τὴν ὑπερβολὴν τῶν κολάσεων· καὶ ὡς νεοσσοὺς ὄρνις, ὄφεως προσερπύζοντος, ἤ τινος ἄλλου τῶν ἐπιβούλων, περιίπτατο, περιέτρυζεν, ἠντιβόλει, συνηγωνίζετο, τί μὲν οὐ λέγουσα; τί δὲ οὐ πράττουσα τῶν πρὸς νίκην ἐπαλειφόντων; Ἥρπαζε τὰς ῥανίδας τοῦ αἵματος, ὑπεδέχετο τὰ λακίσματα τῶν μελῶν, προσεκύνει τὰ λείψανα· τὸν μὲν συνέλεγε, τὸν δὲ παρεδίδου, τὸν δὲ παρεσκεύαζεν. Ἐπεφώνει πᾶσιν. «Εὖγε, ὦ παῖδες, εὖγε, ἀριστεῖς ἐμοὶ, εὖγε, ἀσώματοι σχεδὸν ἐν σώμασιν, εὖγε, προστάται τοῦ Νόμου, καὶ τῆς ἐμῆς πολιᾶς, καὶ τῆς θρεψαμένης ὑμᾶς πόλεως, καὶ εἰς τόδε ἀρετῆς προαγούσης.