Βʹ. Οἴχεται μὲν, καὶ ἠφάνισται ἡ τῆς αἱρέσεως ἀπάτη, οἷόν τις ὁμίχλη, ὑπὸ τοῦ ἁγίου Πνεύματος σκεδασθεῖσα· καθαρὰ δὲ διέλαμψεν ἡ τῆς εἰρήνης αἰθρία, καὶ διαφαίνονται κατ᾽ αὐτὴν οἱ τοῦ ἄστεως ἐν λαμπρῷ τῆς ἀληθείας φωτὶ μαρμαρύσσοντες ἀστέρες, οὐχὶ νυκτὶ ἀποκεκληρωμένοι καὶ σκότῳ, ἀλλ᾽ ἡμεροφανεῖς οἱ πάντες, τῷ ἀληθινῷ φωτὶ τῆς δικαιοσύνης ἀναλάμψαντες. Καὶ ἐπειδὴ, καθά φησιν ὁ Ἀπόστολος, ἡ νὺξ προέκοψε, μᾶλλον δὲ, τὸ παράπαν ἠφάνισται, τῷ δὲ φωτὶ τῆς ἡμέρας ἅπαν καταφαιδρύνεται, φεύγει μὲν τὰ νυκτονόμα τῶν θηρίων, καὶ συνελαύνονται πρὸς τοὺς δρυμοὺς καὶ τὰς σπήλυγγας· φεύγουσι δὲ νυκτερίδες αἱρετικαὶ τρύζουσαι, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς ἀμβλυώπτουσαι, καὶ εἰς τὰς τρώγλας τῶν πετρῶν καταδύονται, ἐπὶ κεφαλὴν ἀλλήλων ἐχόμεναι. Πέπαυται διὰ τῆς ἡμέρας ταύτης τὰ τῶν κωμαστῶν καὶ τῶν μεθυόντων συντάγματα. Λωποδύται, καὶ τοιχωρύχοι, καὶ κλέπται, καὶ εἴ τι ἄλλο τῆς νυκτὸς ἔργον ἐστὶ, τοῦ φωτὸς τῆς εἰρήνης ἐπανατείλαντος, κέκρυπται. Ἕως δὲ ἦν ἡ νὺξ ἐκείνη τῷ τῆς ἀπάτης γνόφῳ τὰ πάντα κατασκοτίζουσα, οἷα ἦν τὰ πραττόμενα; Λήθης ἄξια καὶ βαθείας σιγῆς, ὡς ἂν μὴ μνήμῃ τῶν ἀηδεστέρων, ἡ παροῦσα χάρις καταμολύνοιτο. Πῶς γὰρ ἄν τις εἴποι τὰ κατ᾽ αὐτῆς κακά; πῶς δὲ ἄν τις καὶ σιωπήσειε· τί πάθος ἐκ τραγῳδίας τοιοῦτον; τίς μῦθος συμφορὰς ἀναπλάσσων;