Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τοὺς πτωχοὺς

Γρηγόριος ὁ Ναζιανζηνός

Η αντιπαραβολή της πολυτέλειας των πλουσίων με τη στέρηση των φτωχών

Στηλίτευση της κοινωνικής ανισότητας μέσα από την περιγραφή της τρυφηλής ζωής και της σκληροκαρδίας των ευπόρων απέναντι στην απόλυτη ένδεια των πασχόντων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 7

ΙϚʹ. Ἀλλ᾽ οἱ μὲν ὕπαιθροι ταλαιπωρήσουσιν, ἡμεῖς δὲ οἰκήσομεν οἰκίας ὑπερλάμπρους, λίθοις παντοίοις διηνθισμένας, καὶ χρυσῷ καὶ ἀργύρῳ καταστραπτούσας, καὶ ψηφῖδος λεπτῆς διαθέσει, καὶ ποικιλίᾳ γραφῆς, ὀφθαλμῶν ἀπατηλοῖς δελεάσμασι;

Καὶ τὰς μὲν οἰκήσομεν, τὰς δὲ οἰκοδομήσομεν, τίσιν; Οὐδὲ κληρονόμοις ἴσως ἡμῶν, ἀλλὰ ξένοις καὶ ἀλλοτρίοις, καὶ τούτων ἴσως οὐδὲ τοῖς ἀγαπῶσιν ἡμᾶς, ἀλλὰ τοῖς ἀπεχθεστάτοις καὶ φθονερωτάτοις, ὃ κακῶν ἔσχατον. Καὶ οἱ μὲν ῥιγώσουσιν ἐν τρυχίνοις καὶ διεσπασμένοις ῥάκεσι, μᾶλλον δὲ οὐδὲ τούτων τυχὸν εὐπορήσουσιν· ἡμεῖς δὲ θρύψομεν ἡμᾶς αὐτοὺς ἐσθῆτι μαλακῇ καὶ περιῤῥεούσῃ, καὶ τοῖς ἐκ λίνου καὶ σηρῶν ἀερίοις ὑφάσμασι, καὶ τοῖς μὲν ἐνασχημονήσομεν μᾶλλον, ἤπερ ἐμπρέψομεν (οὕτω γὰρ ἐγὼ καλῶ πᾶν τὸ περιττὸν καὶ περίεργον), τὰ δὲ ἔνδον ἡμῖν ἀποκείσεται φροντὶς ἄχρηστος καὶ ἀνόνητος, σητῶν δαπάνη καὶ χρόνου τοῦ τὰ πάντα καταναλίσκοντος· καὶ οἱ μὲν, οὐδὲ τῆς ἀναγκαίας τροφῆς εὐπορήσουσιν, (ὢ τῆς ἐμῆς τρυφῆς, καὶ τῆς ἐκείνων ταλαιπωρίας!) ἀλλὰ κείσονται πρὸ τῶν ἡμετέρων θυρῶν, ἐκλυόμενοι καὶ λιμώττοντες, οὐδὲ τὰς πρὸς τὴν αἴτησιν ἀφορμὰς παρὰ τοῦ σώματος ἔχοντες, ἐστερημένοι φωνῶν μὲν, εἰς τὸ ὀδύρεσθαι, χειρῶν δὲ, εἰς τὸ προτείνειν ἐφ᾽ ἱκεσίᾳ, ποδῶν δὲ, εἰς τὸ προσιέναι τοῖς ἔχουσιν, ἀναπνοῶν δὲ, εἰς εὐτονίαν τῆς θρηνῳδίας, τὸ βαρύτατον τῶν κακῶν κουφότατον κρίνοντες, τοῖς ὀφθαλμοῖς μόνον εὐχαριστοῦντες, ὅτι μὴ τὴν ἑαυτῶν λώβην βλέπουσιν;

ΙΖʹ. Καὶ οἱ μὲν οὕτως· ἡμεῖς δὲ ἀνακεισόμεθα λαμπροὶ λαμπρῶς ἐπὶ στιβάδος ὑψηλῆς τε καὶ μετεώρου, καὶ τῶν περιττῶν καὶ ἀψαύστων ἐπιβλημάτων, κἂν φωνῆς ἀκούσωμεν τῶν αἰτήσεων δυσχεραίνοντες. Δεῖ δὲ ἡμῖν τὸ μὲν ἔδαφος εὐωδεῖν ἄνθεσι, πολλάκις καὶ τῆς ὥρας ἔξω, τὴν δὲ τράπεζαν κατεῤῥάνθαι μύροις, καὶ μύρων τοῖς εὐωδεστάτοις τε καὶ πολυτελεστάτοις, ἵνα καὶ μᾶλλον ἐκθηλυνώμεθα· παῖδας δὲ παρεστάναι, τοὺς μὲν ἐν κόσμῳ καὶ ἐφεξῆς, ἀνέτους τὰς κόμας καὶ θηλυδρίας, καὶ τῇ κατὰ πρόσωπον κουρᾷ περιειργασμένους, πλεῖον ἢ ὅσον συμφέρει λίχνοις ὀφθαλμοῖς κεκοσμημένους· τοὺς δὲ τὰς κύλικας ἐπ᾽ ἄκρων δακτύλων ἔχοντας, ὡς οἷόν τε εὐπρεπέστατά τε ὁμοῦ καὶ ἀσφαλέστατα· τοὺς δὲ ὑπὲρ κεφαλῆς ἄνεμον ταῖς ῥιπῖσι σοφιζομένους, καὶ ταῖς ἐκ χειρῶν αὔραις τὸ πλῆθος τῶν σαρκῶν ἀναψύχοντας· καὶ τὰ ἐπὶ τούτοις, πλήθειν μὲν κρεῶν τὴν τράπεζαν, πάντων χορηγούντων ἡμῖν τῶν στοιχείων πλουσίως, ἀέρος, γῆς, ὕδατος· καὶ στενοχωρεῖσθαι τοῖς μαγείρων καὶ ὀψοποιῶν μαγγανεύμασιν, ἀγῶνα δὲ εἶναι πᾶσιν, ὅστις ὡς μάλιστα τὴν λίχνην ἡμῖν καὶ ἀχάριστον κολακεύσει γαστέρα, τὸ βαρὺ φορτίον καὶ ἀρχέκακον, τὸ ἀπληστότατον θηρίον καὶ ἀπιστότατον, τὴν καταργουμένην αὐτίκα σὺν τοῖς καταργουμένοις βρώμασι.

Καὶ τοῖς μὲν πολύ τι κόρος καὶ ὕδατος, ἡμῖν δὲ καὶ μέχρι μέθης οἱ τοῦ οἴνου κρατῆρες, μᾶλλον δὲ καὶ ὑπὲρ τὴν μέθην, τοῖς γε ἀκολαστοτέροις· καὶ τὸν μὲν ἀποπεμψόμεθα τῶν οἴνων, τὸν δὲ ἐγκρινοῦμεν ὡς ἀνθοσμίαν, περὶ δὲ τοῦ φιλοσοφήσομεν, ζημία δὲ, εἰ μὴ προσέσται τῷ ἐγχωρίῳ καὶ τῶν ὀνομαζομένων ξένων τις, ὥσπερ τύραννος. Δεῖ γὰρ ἡμᾶς ἁβροὺς καὶ τῆς χρείας περιττοτέρους, ἢ εἶναι, ἢ νομίζεσθαι, ὥσπερ αἰσχυνομένους, εἰ μὴ κακοὶ νομιζοίμεθα, καὶ δοῦλοι γαστρὸς, καὶ τῶν ὑπὸ γαστέρα.

ΙΗʹ. Τί ταῦτα, ὦ φίλοι καὶ ἀδελφοί; τί νοσοῦμεν καὶ αὐτοὶ τὰς ψυχὰς, νόσον πολὺ τῆς τῶν σωμάτων χαλεπωτέραν; Ὅσῳ τὴν μὲν ἀκούσιον οἶδα, τὴν δὲ ἐρχομένην ἐκ προαιρέσεως· καὶ τὴν μὲν τῇ ζωῇ ταύτῃ συγκαταλυομένην, τὴν δὲ συναπιοῦσαν ἡμῖν μεθισταμένοις· καὶ τὴν μὲν ἐλεουμένην, τὴν δὲ μισουμένην, τοῖς γε νοῦν ἔχουσιν. Τί μὴ βοηθοῦμεν τῇ φύσει καιρὸν ἔχοντες; τί μὴ περιστέλλομεν, σάρκες ὄντες, τῆς σαρκὸς τὴν ταπείνωσιν; τί τρυφῶμεν ἐν τοῖς τῶν ἀδελφῶν δυστυχήμασι;

Μή μοι γένοιτο, μήτε πλουτεῖν, τούτων ἀπορουμένων· μήτε εὐεκτεῖν, εἰ μὴ βοηθοίην τοῖς τούτων τραύμασι· μὴ τροφῆς ἱκανῶς ἔχειν, μὴ σκέπης, μὴ ὑπὸ στέγην ἀναπαύεσθαι, εἰ μὴ καὶ ἄρτον ὀρέξαιμι, καὶ μεταδοίην ἐσθῆτος εἰς δύναμιν, καὶ ὑπὸ στέγην ἀναπαύσαιμι. Ἀλλ᾽ ἤτοι πάντα ἀποθετέον Χριστῷ, ἵνα γνησίως ἀκολουθήσωμεν αὐτῷ, τὸν σταυρὸν ἀράμενοι, καὶ ἀναπτῶμεν ὡς κοῦφοι πρὸς τὸν ἄνω κόσμον, καὶ εὐσταλεῖς ὑπὸ μηδενὸς καθελκόμενοι, καὶ κερδήσωμεν ἀντὶ πάντων Χριστὸν, διὰ ταπείνωσιν ὑψωθέντες, καὶ διὰ πενίαν πλουτήσαντες· ἢ Χριστῷ τὰ ὄντα συμμεριστέον, ἵνα πως καὶ τὸ ἔχειν, διὰ τοῦ καλῶς ἔχειν, ἁγιασθῇ, καὶ τοῦ κοινωνεῖν τοῖς μὴ ἔχουσιν. Εἰ δὲ καὶ σπείραιμι ἐμαυτῷ μόνῳ, σπείραιμι ἄρα, καὶ ἄλλοι φάγοιεν· καὶ ἵνα πάλιν εἴπω τὸ τοῦ Ἰώβ· Ἀντὶ πυροῦ ἐξέλθοι μοι κνίδη, ἀντὶ δὲ κριθῆς βάτος· καύσων δὲ ἄνεμος ὑπολάβοι, καὶ ὑφέλοιτο λαῖλαψ τοὺς ἐμοὺς πόνους, ἵνα εἰς κενὸν κοπιάσαιμι. Εἰ δὲ καὶ ἀποθήκας οἰκοδομήσαιμι ἐκ τῶν μαμωνᾶ θησαυρίζων, καὶ μαμωνᾷ, ταύτῃ τῇ νυκτὶ τὴν ψυχὴν ἀπαιτηθείην, λόγον ὑφέξων, ὧν κακῶς ἐθησαύρισα.