ΚΘʹ. Ταῦτα μὲν οὖν ὁ λόγος, καὶ ὁ νόμος, καὶ τῶν ἀνθρώπων οἱ μετριώτατοι, παρ᾽ οἷς τὸ εὖ ποιεῖν τοῦ πάσχειν τιμιώτερον, καὶ περισπουδαστότερος κέρδους ἔλεος. Τί δ᾽ ἂν εἴποις περὶ τῶν καθ᾽ ἡμᾶς σοφῶν; Ἐῶ γὰρ λέγειν τοὺς ἔξωθεν, οἳ συνηγόρους τοῖς πάθεσι θεοὺς εὑρίσκοντες, καὶ τῷ Κερδώῳ, ᾧ τὰ πρῶτα νέμουσιν· ἤδη δὲ, καὶ ὃ τούτου χεῖρόν ἐστι, καὶ ἀνθρωποκτονεῖν νομίζουσιν ἔστιν οἷς δαιμόνων, καὶ παρ᾽ οἷς ἔθνεσι, καὶ μέρος εὐσεβείας αὐτοῖς ἡ ἀπανθρωπία, καὶ ταῖς τοιαύταις θυσίαις αὐτοί τε χαίρουσι, καὶ τοὺς θεοὺς αὐτῶν οἴονται, πονηροὶ πονηρῶν ἱερεῖς καὶ μύσται γινόμενοι. Ἀλλ᾽ εἰσὶ τῶν ἡμετέρων τινὲς, ὃ καὶ δακρύειν ἄξιον, οἳ τοσοῦτον ἀπέχουσι συναλγεῖν καὶ βοηθεῖν τοῖς κάμνουσιν, ὥστε καὶ προσονειδίζουσι πικρῶς, καὶ προσεπεμβαίνουσι, καὶ φιλοσοφοῦσι κενὰ καὶ μάταια, καὶ φωνοῦσιν ὄντως ἐκ γῆς, καὶ εἰς ἀέρα λαλοῦσιν, καὶ οὐκ εἰς ἀκοὰς εὐσυνέτους, καὶ θείοις συνειθισμένας δόγμασι, καὶ τολμῶσι λέγειν· Παρὰ Θεοῦ τὸ ταλαιπωρεῖν ἐκείνοις, παρὰ Θεοῦ τὸ εὖ πράττειν ἡμῖν· καὶ τίς εἰμι ἐγὼ δόγμα λύειν Θεοῦ, καὶ Θεοῦ φανῆναι χρηστότερος; Καμνέτωσαν, ταλαιπωρείτωσαν, δυστυχείτωσαν· οὕτως ἔδοξεν. Κἀνταῦθα μόνον εἰσὶ φιλόθεοι, οὗ δεῖ φυλάττειν τοὺς ὀβολοὺς, καὶ κατὰ τῶν ἀθλίων νεανιεύεσθαι. Ὅτι μὲν οὖν οὐκ ἐκ τοῦ Θεοῦ τὸ εὖ πράττειν αὐτοῖς εἶναι νομίζουσι, δηλοῦσι σαφῶς ἐξ ὧν λέγουσι.