Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τοὺς πτωχοὺς

Γρηγόριος ὁ Ναζιανζηνός

Αγιογραφικές προτροπές για ελεημοσύνη, η μέλλουσα Κρίση και επίλογος

Παράθεση χωρίων της Γραφής περί φιλανθρωπίας, ανάδειξη της ελεημοσύνης ως μέσου κάθαρσης και η τελική προτροπή για τη διακονία του Χριστού στο πρόσωπο των φτωχών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 7 από 7

ΛΕʹ. Ἀλλ᾽ ἐμοὶ μὲν καὶ διὰ τοῦτο δοκεῖ ἀναγκαία τυγχάνειν ἡ φιλανθρωπία, καὶ τὸ πρὸς τοὺς δεομένους εὔσπλαγχνον, ἵνα τοὺς οὕτως ἔχοντας περὶ τούτων ἐπιστομίζωμεν, καὶ μὴ λόγοις ματαίοις παραχωρῶμεν, νομοθετοῦντες καθ᾽ ἡμῶν αὐτῶν τὴν ὠμότητα· πάντων δὲ τὴν ἐντολὴν αἰδώμεθα πλέον, καὶ τὸ ὑπόδειγμα. Τίς ἡ ἐντολή; καὶ σκοπεῖτε τὸ ἐπίμονον αὐτῆς, καὶ τὸ γνήσιον. Οὐ γὰρ ἅπαξ, οὐδὲ δὶς εἰπόντες τι περὶ τῶν δεομένων, οἱ τοῦ Πνεύματος ἀπηλλάγησαν· οὐδὲ οἱ μὲν, οἱ δὲ οὒ, ἢ μᾶλλόν τινες, οἱ δὲ ἧττον, ὡς ἂν μὴ περὶ μεγάλου τινὸς, μηδὲ τῶν σφόδρα κατεπειγόντων, ἀλλὰ καὶ πάντες, καὶ μετὰ σπουδῆς ἕκαστος, ἢ πρῶτον, ἢ ἐν πρώτοις, τοῦτο διακελευόμενοι, καὶ ποτὲ μὲν προτρέποντες, ποτὲ δὲ ἀπειλοῦντες, ποτὲ δὲ ὀνειδίζοντες· ἔστι δὲ ὅτε καὶ τοὺς κατορθοῦντας ἀποδεχόμενοι, ὡς ἂν τῷ συνεχεῖ τῆς ὑπομνήσεως τὴν ἐντολὴν ἐνεργήσωσιν. Ἕνεκεν μὲν τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, φησὶ, λέγει Κύριος. Τίς οὐ δέδοικεν ἀνιστάμενον Κύριον;

Καὶ, Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου· μὴ ἐπιλάθῃ τῶν πενήτων. Ἀπευξώμεθα τὴν τοιαύτην ὕψωσιν, καὶ μὴ βουληθῶμεν ἰδεῖν ἐπαιρομένην χεῖρα κατὰ τῶν ἀπειθούντων, ἔτι δὲ μᾶλλον ἐπαφιεμένην τοῖς σκληροτέροις. Καὶ οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων· Καὶ, Οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός· καὶ, Ὀφθαλμοὶ μὲν αὐτοῦ ἐπὶ τὸν πένητα ἐπιβλέπουσιν (ὃ τοῦ βλεφάρου κρεῖττον καὶ κυριώτερον), τὰ βλέφαρα δὲ αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἡ ἐλάσσων, ὡς ἂν εἴποι τις, ἐπισκοπὴ καὶ δευτέρα.

ΛϚʹ. Τάχα ἂν εἴποι τις· Ὑπὲρ τῶν ἀδικουμένων ταῦτα πτωχῶν καὶ πενήτων. Οὐ διαφέρομαι· ἀλλὰ σέ γε κεντριζέτω καὶ τοῦτο πρὸς τὸ φιλάνθρωπον. Ὧν γὰρ ἀδικουμένων τοσοῦτος ὁ λόγος, τούτων καὶ εὖ πασχόντων δηλαδὴ πλείων ἡ χάρις.

Εἰ γὰρ ὁ ἀτιμάζων πένητα, παροξύνει τὸν ποιήσαντα αὐτὸν, τιμᾷ τὸν ποιητὴν ὁ περιέπων τὸ ποίημα. Πάλιν δὲ ὅταν ἀκούῃς· Πένης καὶ πλούσιος συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ὁ Κύριος ἐποίησεν· μὴ τὸν μὲν πένητα, τὸν δὲ πλούσιον ὑπολάβῃς, ἵνα καὶ μᾶλλον κατεξαναστῇς τοῦ πένητος· οὐ γὰρ δῆλον, εἰ θεόθεν ἡ τοιαύτη διαίρεσις· πλάσμα δὲ Θεοῦ, φησὶν, ὁμοίως ἀμφότεροι, καὶ εἰ τὰ ἔξωθεν ἄνισα. Τοῦτό σε δυσωπείτω πρὸς τὸ συμπαθὲς καὶ φιλάδελφον, ἵνα ὅταν ὑπ᾽ ἐκείνων ἐπαρθῇς, ὑπὸ τούτου συσταλῇς, καὶ γένῃ σεαυτοῦ μετριώτερος. Τί ἔτι; Ὁ ἐλεῶν πτωχὸν, Θεῷ δανείζει, φησίν. Τίς οὐ δέχεται τοιοῦτον χρεώστην, ἀποδώσοντα ἐν καιρῷ μετὰ τῆς ἐπικαρπίας τὸ δάνειον; Καὶ πάλιν· Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι.

ΛΖʹ. Καθαρθῶμεν οὖν ἐλεήσαντες, ῥύψωμεν τῇ καλῇ πόᾳ τὰ τῶν ψυχῶν ῥύπη τε καὶ μολύσματα· καὶ λευκανθῶμεν, οἱ μὲν ὡς ἔριον, οἱ δὲ ὡς χιὼν, κατὰ τὴν ἀναλογίαν τῆς εὐσπλαγχνίας. Εἴπω τι καὶ φοβερώτερον· Εἰ μὲν οὐδέν ἔστι σοι σύντριμμα, οὐδὲ μώλωψ, οὐδὲ πληγὴ φλεγμαίνουσα, οὐδὲ λέπρα τις ψυχῆς, ἢ ἁφὴ σημασίας, ἢ τηλαυγὴς, ἃ μικρῶς μὲν ὁ νόμος ἐκάθηρεν, δεῖται δὲ Χριστοῦ θεραπεύσοντος· ἀλλὰ σύ γε τὸν ὑπὲρ ἡμῶν τραυματισθέντα καὶ μαλακισθέντα αἰδέσθητι· αἰδεσθήσῃ δὲ, ἂν φαίνῃ τῷ Χριστοῦ μέλει χρηστὸς καὶ φιλάνθρωπος. Εἰ δὲ τοσοῦτόν σε κατετραυμάτισε τυχὸν ὁ τῶν ἡμετέρων ψυχῶν λῃστὴς καὶ τύραννος, ἢ ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ καταβαίνοντα, ἢ καὶ ἄλλοθί που λαβὼν ἄοπλόν τε καὶ ἀπαράσκευον, ὥστ᾽ ἂν εἰκότως εἰπεῖν ἐκεῖνα· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· εἰ μὲν οὕτως ἔχῃς, ὡς μηδὲ τὴν θεραπείαν ἐπιζητεῖν, μηδὲ τὸν τρόπον εἰδέναι τῆς σῆς ἰάσεως, φεῦ τῆς πληγῆς ὄντως, καὶ τῆς εἰς βάθος ταλαιπωρίας! Εἰ δὲ μή πω παντελῶς ἀπέγνωσαι, μηδὲ ἀνιάτως ἔχῃς, πρόσελθε τῷ θεραπευτῇ, δεήθητι, θεράπευσον τὰ τραύματα διὰ τῶν τραυμάτων, κτῆσαι τῷ ὁμοίῳ τὸ ὅμοιον, μᾶλλον δὲ, τοῖς ἐλάττοσι τὰ μείζονα θεραπεύθητι.

Ἐρεῖ τῇ ψυχῇ σου· Σωτηρία σου εἰμὶ ἐγώ· καὶ, Ἡ πίστις σου σέσωκέ σε· καὶ, Ἰδοὺ ὑγιὴς γέγονας· καὶ πάντα τὰ τῆς φιλανθρωπίας ῥήματα, μόνον ἂν ἴδῃ σε τοῖς ἀλγοῦσι φιλάνθρωπον.

ΛΗʹ. Μακάριοι, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Οὐ πολλοστὸς ἐν τοῖς μακαρισμοῖς ὁ ἔλεος. Καὶ, Μακάριος ὁ συνιὼν, ἐπὶ πτωχὸν καὶ πένητα· καὶ, Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν· καὶ, Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος. Ἁρπάσωμεν τὸν μακαρισμὸν, συνιέντες κληθῶμεν, χρηστοὶ γενώμεθα. Μὴ διακοψάτω σου μηδὲ νὺξ τὸν ἔλεον. Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω σοι· μή τι μέσον γένηται τῆς ὁρμῆς καὶ τῆς εὐεργεσίας· τοῦτο μόνον, οὐ δέχεται ἀναβολὴν ἡ φιλανθρωπία. Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου, καὶ ταῦτα μετὰ προθυμίας. Ὁ γὰρ ἐλεῶν, φησὶν, ἐν ἱλαρότητι· καὶ διπλασιάζεταί σοι τὸ ἀγαθὸν τῇ ἑτοιμότητι.

Τὸ γὰρ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης, ἄχαρί τε καὶ ἀκαλλώπιστον. Πανηγυριστέον δὲ, οὐ θρηνητέον τὴν εὐποιίαν. Ἐὰν ἀνέλῃς σύνδεσμον, φησὶ, καὶ χειροτονίαν, μικρολογίαν δὴ λέγω τοῦτο καὶ δοκιμασίαν, εἶτ᾽ οὖν ἀμφιβολίαν, καὶ ῥῆμα γογγυσμοῦ, τί γενήσεται; Ὡς μέγα τι καὶ θαυμάσιον! οἷον καὶ ὅσος ὁ τούτου μισθός! Ῥαγήσεται πρώιμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ. Τίς οὖν οὐκ ἐφίεται φωτὸς καὶ ἰάσεως;

ΛΘʹ. Αἰδοῦμαι δὲ καὶ τὸ Χριστοῦ γλωσσόκομον, ὃ πρὸς πτωχοτροφίαν ἡμᾶς παρακαλεῖ· καὶ τὴν Παύλου καὶ Πέτρου συμφωνίαν, ὅτι τὸ Εὐαγγέλιον διελόμενοι, τοὺς πτωχοὺς κοινωνοὺς ἐποιήσαντο· καὶ τὴν τοῦ νέου τελείωσιν ἐν τῷ τὰ ὄντα δοῦναι πτωχοῖς ὁρισθεῖσάν τε καὶ νομοθετηθεῖσαν. Οἴει μὴ ἀνάγκην εἶναί σοι τῆς φιλανθρωπίας, ἀλλ᾽ αἵρεσιν; μηδὲ νόμον, ἀλλὰ παραίνεσιν; Σφόδρα καὶ αὐτὸς ἐβουλόμην τοῦτο, καὶ ὑπελάμβανον· ἀλλὰ φοβεῖ με ἡ ἀριστερὰ χεὶρ, καὶ οἱ ἔριφοι, καὶ ἂ παρὰ τοῦ στήσαντος ὀνειδίζονται· οὐχ ὅτι διηρπάκασιν, οὐθ᾽ ὅτι σεσυλήκασιν, ἢ μεμοιχεύκασιν, ἢ ἄλλο τι τῶν ἀπηγορευμένων πεποιήκασιν, ταύτην τὴν τάξιν κατακριθέντες, ἀλλ᾽ ὅτι μὴ Χριστὸν διὰ τῶν δεομένων τεθεραπεύκασιν.

Μʹ. Εἴ τι οὖν ἐμοὶ πείθεσθε, δοῦλοι Χριστοῦ, καὶ ἀδελφοὶ, καὶ συγκληρονόμοι, ἕως ἐστὶ καιρὸς, Χριστὸν ἐπισκεψώμεθα, Χριστὸν θεραπεύσωμεν, Χριστὸν θρέψωμεν, Χριστὸν ἐνδύσωμεν, Χριστὸν συναγάγωμεν, Χριστὸν τιμήσωμεν· μὴ τραπέζῃ μόνον, ὥς τινες· μηδὲ μύροις, ὡς ἡ Μαρία· μηδὲ τάφῳ μόνον, ὡς Ἰωσὴφ ὁ Ἀριμαθαῖος· μηδὲ τοῖς πρὸς τὴν ταφὴν, ὡς Νικόδημος ὁ ἐξ ἡμισείας φιλόχριστος· μηδὲ χρυσῷ καὶ λιβάνῳ καὶ σμύρνῃ, ὡς οἱ μάγοι πρὸ τῶν εἰρημένων· ἀλλ᾽ ἐπειδὴ ἔλεον θέλει καὶ οὐ θυσίαν ὁ πάντων Δεσπότης, καὶ ὑπὲρ μυριάδας ἀρνῶν πιόνων ἡ εὐσπλαγχνία, ταύτην εἰσφέρωμεν αὐτῷ διὰ τῶν δεομένων, καὶ χαμαὶ σήμερον ἐῤῥιμμένων, ἵνα, ὅταν ἐνθένδε ἀπαλλαγῶμεν, δέξωνται ἡμᾶς εἰς τὰς αἰωνίους σκηνὰς, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.