Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τοὺς πτωχοὺς

Γρηγόριος ὁ Ναζιανζηνός

Η τραγική κατάσταση των πασχόντων και ο κοινωνικός τους εξοστρακισμός

Περιγραφή της σωματικής φθοράς των σοβαρά ασθενών, της σπαρακτικής απόρριψής τους από τους οικείους και της εκδίωξής τους από τον δημόσιο βίο και τις πόλεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 7

Ϛʹ. Πᾶσι μὲν δὴ πτωχοῖς ἀνοικτέον τὰ σπλάγχνα, καὶ τοῖς καθ᾽ ἡντιναοῦν αἰτίαν κακοπαθοῦσι, κατὰ τὴν, χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων, κελεύουσαν ἐντολήν· καὶ προεισενεκτέον ἀνθρώπους ὄντας ἀνθρώποις τὸν ἔρανον τῆς χρηστότητος, εἴτε διὰ χηρείαν χρῄζοιεν ταύτης, εἴτε δι᾽ ὀρφανίαν, εἴτε ἀποξένωσιν πατρίδος, εἴτε ὠμότητα δεσποτῶν, εἴτε ἀρχόντων θράσος, εἴτε φορολόγων ἀπανθρωπίαν, εἴτε λῃστῶν μιαιφονίαν, εἴτε κλεπτῶν ἀπληστίαν, εἴτε δήμευσιν, εἴτε ναυάγιον· πάντες γὰρ ὁμοίως ἐλεεινοὶ, καὶ οὕτω βλέποντες εἰς τὰς ἡμετέρας χεῖρας, ὡς ἡμεῖς εἰς τὰς τοῦ Θεοῦ, περὶ ὧν ἂν δεώμεθα· καὶ τούτων αὐτῶν οἱ παρ᾽ ἀξίαν κακοπαθοῦντες, τῶν ἐν ἔθει τοῦ δυστυχεῖν ὄντων ἐλεεινότεροι· ἐξαιρέτως δὲ τοῖς ὑπὸ τῆς ἱερᾶς νόσου διεφθαρμένοις, καὶ μέχρι σαρκῶν, καὶ ὀστέων, καὶ μυελῶν, ὡς ἡ κατά τινων ἀπειλὴ, βεβρωμένοις, καὶ προδεδομένοις ὑπὸ τοῦ μοχθηροῦ, καὶ ταπεινοῦ, καὶ ἀπίστου τούτου σώματος· ᾧ πῶς συνεζύγην, οὐκ οἶδα· καὶ πῶς εἰκών τέ εἰμι Θεοῦ, καὶ τῷ πηλῷ συμφύρομαι· ὃ καὶ εὐεκτοῦν πολεμεῖ, καὶ ἀνιᾷ πολεμούμενον· ὃ καὶ ὡς σύνδουλον ἀγαπῶ, καὶ ὡς ἐχθρὸν ἀποστρέφομαι· ὃ καὶ ὡς δεσμὸν φεύγω, καὶ ὡς συγκληρονόμον αἰσχύνομαι· τῆξαι φιλονεικῶ, καὶ οὐκ ἔχω τίνι συνεργῷ πρὸς τὰ κάλλιστα χρήσωμαι, ὡς εἰδὼς εἰς ὃ γέγονα, καὶ ὅτι δεῖ με πρὸς Θεὸν ἀναβῆναι διὰ τῶν πράξεων.

Ζʹ. Φείδομαι ὡς συνεργοῦ, καὶ οὐκ ἔχω πῶς φύγω τὴν ἐπανάστασιν, ἢ πῶς μὴ ἀπὸ Θεοῦ πέσω βαρηθεὶς ταῖς πέδαις κατασπώσαις, ἢ κατεχούσαις εἰς ἔδαφος. Ἐχθρός ἐστιν εὐμενὴς, καὶ φίλος ἐπίβουλος. Ὢ τῆς συζυγίας καὶ τῆς ἀλλοτριώσεως! Ὃ φοβοῦμαι περιέπω, καὶ ὃ στέργω δέδοικα· πρὶν πολεμῆσαι, καταλλάσσομαι· καὶ πρὶν εἰρηνεῦσαι, διίσταμαι. Τίς ἡ περὶ ἐμὲ σοφία; καὶ τί τὸ μέγα τοῦτο μυστήριον; Ἢ βούλεται μοῖραν ἡμᾶς ὄντας Θεοῦ, καὶ ἄνωθεν ῥεύσαντας, ἵνα μὴ διὰ τὴν ἀξίαν ἐπαιρόμενοι καὶ μετεωριζόμενοι καταφρονῶμεν τοῦ κτίσαντος, ἐν τῇ πρὸς τὸ σῶμα πάλῃ καὶ μάχῃ πρὸς αὐτὸν ἀεὶ βλέπειν, καὶ τὴν συνεζευγμένην ἀσθένειαν παιδαγωγίαν εἶναι τοῦ ἀξιώματος· ἵνα εἰδῶμεν οἱ αὐτοὶ μέγιστοί τε ὄντες καὶ ταπεινότατοι, ἐπίγειοι καὶ οὐράνιοι, πρόσκαιροι καὶ ἀθάνατοι, κληρονόμοι φωτὸς καὶ πυρὸς, εἴτ᾽ οὖν σκότους, ὁποτέρως ἂν νεύσωμεν; Τοιοῦτον τὸ κρᾶμα ἡμῶν, καὶ διὰ ταῦτα, ὡς γοῦν ἐμοὶ καταφαίνεται, ἵν᾽ ὅταν ἐπαιρώμεθα διὰ τὴν εἰκόνα, διὰ τὸν χοῦν συστελλώμεθα.

Ταῦτα μὲν οὖν ὁ βουλόμενος φιλοσοφείτω, καὶ ἡμεῖς γε συμφιλοσοφήσομεν εὐκαιρότερον. Ηʹ. Νυνὶ δὲ, ὅ μοι λέγειν ὁ λόγος ὥρμησε, τῶν ἐμῶν περιαλγοῦντι σαρκῶν, καὶ τῆς ἐμῆς ἀσθενείας ἐν ἀλλοτρίοις πάθεσι, θεραπευτέον, ἀδελφοὶ, τὸ συγγενὲς καὶ ὁμόδουλον. Εἰ γὰρ καὶ ὡς ἐχθροῦ κατηγόρησα διὰ τὸ πάθος, ἀλλὰ καὶ ὡς φίλου περιέχομαι διὰ τὸν συνδήσαντα· καὶ θεραπευτέον οὐχ ἧττον τὰ τῶν πλησίον, ἢ ἕκαστον τὸ ἑαυτοῦ, τῶν τε ὑγιαινόντων, καὶ τῶν ὑπὸ τῆς αὐτῆς νόσου δαπανωμένων. Πάντες γὰρ ἕν ἐσμεν ἐν Κυρίῳ, εἴτε πλούσιος, εἴτε πένης, εἴτε δοῦλος, εἴτε ἐλεύθερος, εἴτε ὑγιαίνων, εἴτε πονηρῶς ἔχων τοῦ σώματος· καὶ μία κεφαλὴ πάντων, ἐξ οὗ τὰ πάντα, Χριστός· καὶ ὅπερ ἐστὶν ἀλλήλοις τὰ μέλη, τοῦτο ἕκαστος ἑκάστῳ, καὶ πᾶσιν ἅπαντες· οὔκουν περιοπτέον, οὐδὲ ἀμελητέον τῶν προεμπεσόντων εἰς τὴν κοινὴν ἀσθένειαν· οὐδὲ ἀγαπητέον μᾶλλον, ὅτι εὖ ἡμῖν ἔχει τὰ σώματα, ἢ πενθητέον, ὅτι ἀθλίως τοῖς ἀδελφοῖς· καὶ ἡγεῖσθαι μίαν ἀσφάλειαν εἶναι τῶν ἡμετέρων σαρκῶν καὶ ψυχῶν, τὴν εἰς ἐκείνους φιλανθρωπίαν· σκοπῶμεν δὲ οὕτως.

Θʹ. Τοῖς μὲν ἄλλοις ἓν μόνον ἐλεεινὸν, τὸ τῆς ἀπορίας· ὃ τάχ᾽ ἂν ἢ χρόνος, ἢ πόνος, ἢ φίλος, ἢ συγγενὴς, ἢ καιροῦ μεταβολὴ λύσαιεν. Τοῖς δὲ τοῦτο μὲν οὐδενὸς ἧττον, εἰ μὴ καὶ μᾶλλον, ὅσῳ τοῦ πονεῖν καὶ βοηθεῖν ἑαυτοῖς οὐκ ἔχουσιν, εἰς τὰ ἀναγκαῖα μετὰ τῶν σαρκῶν ἀφῄρηνται, καὶ μείζων ἀεὶ τῆς ἀσθενείας αὐτοῖς μᾶλλον ὁ φόβος, ἢ ἡ τῆς ὑγείας ἐλπίς· ὥστε μικρὸν γοῦν τι βοηθεῖσθαι παρὰ τῆς ἐλπίδος, ἣ μόνον τοῖς ἀτυχοῦσίν ἐστι φάρμακον. Πρὸς δὲ τῇ πενίᾳ, καὶ ἡ νόσος κακὸν δεύτερον, καὶ κακῶν τὸ ἀπευκτότατον, καὶ βαρύτατον, καὶ εἰς κατάραν τοῖς πολλοῖς προχειρότατον.

Καὶ τρίτον, τὸ μὴ προσιτοὺς αὐτοὺς εἶναι, μηδὲ θεατοὺς τοῖς πλείοσιν, ἀλλὰ φευκτοὺς, καὶ βδελυκτοὺς, καὶ οἷον ἀποτροπαίους· ὃ καὶ τῆς νόσου τούτοις βαρύτερον, ὅταν αἴσθωνται διὰ τὴν συμφορὰν καὶ μισούμενοι. Ἐγὼ μὲν οὐδὲ ἀδακρυτὶ φέρω τὸ τούτων πάθος, καὶ τῇ μνήμῃ συγχέομαι· πάσχοιτε δὲ καὶ ὑμεῖς ταυτὸν, ἵνα τοῖς δάκρυσι τὰ δάκρυα φύγητε· καὶ πάσχουσί γε, οἶδ᾽ ὅτι, τῶν παρόντων ὅσοι φιλόχριστοι καὶ φιλόπτωχοι, καὶ Θεοῦ, καὶ παρὰ Θεοῦ τὸ ἐλεεῖν ἔχοντες· μάρτυρες δὲ καὶ ὑμεῖς τοῦ πάθους.

Ιʹ. Πρόκειται τοῖς ὀφθαλμοῖς ἡμῶν θέαμα δεινὸν καὶ ἐλεεινὸν, καὶ πᾶσι, πλὴν τῶν εἰδότων, ἄπιστον, ἄνθρωποι νεκροὶ καὶ ζῶντες, ἠκρωτηριασμένοι τοῖς πλείστοις τοῦ σώματος μέρεσι, μήθ᾽ οἵτινές ποτε ἦσαν, μηδὲ ὅθεν εἰσὶ μικροῦ γινωσκόμενοι· μᾶλλον δὲ τῶν ποτε ἀνθρώπων ἄθλια λείψανα· πατέρας, καὶ μητέρας, καὶ ἀδελφοὺς, καὶ τόπους, ἑαυτῶν γνωρίσματα λέγοντες· Ἐγὼ τοῦ δεῖνος, καὶ ἡ δεῖνά μοι μήτηρ, καὶ τόδε μοι ὄνομα, καὶ σύ μοι φίλος ποτὲ καὶ γνώριμος. Καὶ τοῦτο πράττουσιν, οὐ γὰρ ἔχουσι τῷ παλαιῷ χαρακτῆρι γινώσκεσθαι· ἄνθρωποι περικεκομμένοι, καὶ περιῃρημένοι χρήματα, συγγένειαν, φίλους, αὐτὰ τὰ σώματα· ἄνθρωποι μόνοι τῶν πάντων ἐλεοῦντές τε ἑαυτοὺς, καὶ μισοῦντες ὁμοίως· οὐκ ἔχοντες πότερα μᾶλλον θρηνήσωσι, τὰ μηκέτ᾽ ὄντα τοῦ σώματος, ἢ τὰ μένοντα· ὅσα προανάλωσεν ἡ νόσος, ἢ ὅσα τῇ νόσῳ λείπεται.

Τὰ μὲν γὰρ ἀνήλωται δυστυχῶς, τὰ δὲ σώζεται δυστυχέστερον· τὰ μὲν οἴχεται πρὸ τῶν τάφων, τὰ δὲ οὐκ ἔστιν ὁ παραδώσων ταφῇ. Καὶ γὰρ ὁ λίαν χρηστὸς καὶ φιλάνθρωπος, τούτοις ἐστὶν ἀναλγητότατος· κἀνταῦθα μόνον ἐπελαθόμεθα σάρκες ὄντες, καὶ τὸ σῶμα τῆς ταπεινώσεως περικείμενοι· καὶ τοσούτου δέομεν θεραπεύειν τὸ συγγενὲς, ὥστε καὶ τῶν ἡμετέρων σωμάτων ἀσφάλειαν τὴν τούτων φυγὴν νομίζομεν. Καὶ νεκρῷ μὲν ἤδη προσῆλθέ τις παλαιῷ, καὶ τούτῳ τυχὸν ὀδωδότι, καὶ ζώων ἀλόγων ἤνεγκεν ὀδωδότα σώματα, καὶ βορβόρου πλησθεὶς ἠνέσχετο· τούτους δὲ κατὰ κράτος φεύγομεν (ὢ τῆς ἀπανθρωπίας!), ὅτι καὶ τὸν αὐτὸν αὐτοῖς σπῶμεν ἀέρα, μικροῦ δυσχεραίνοντες.

ΙΑʹ. Τί πατρὸς γνησιώτερον; καὶ τί μητρὸς συμπαθέστερον; Ἀλλ᾽ ἀπεκλείσθη γε τούτοις καὶ ἡ φύσις· καὶ πατὴρ παῖδα τὸν ἑαυτοῦ, ὃν ἐγέννησεν, ὃν ἀνέθρεψεν, ὃν ὀφθαλμὸν βίου μόνον ἔχειν ἐνόμισεν, ὑπὲρ οὗ πολλὰ Θεῷ καὶ πολλάκις προσηύξατο, τοῦτον ὀδύρεται μὲν, ἀπελαύνει δὲ, τὸ μὲν ἑκὼν, τὸ δὲ τυραννούμενος. Καὶ μήτηρ μέμνηται μὲν τῶν ὠδίνων, καὶ τὰ σπλάγχνα σπαράσσεται, καὶ ἀνακαλεῖται λίαν ἐλεεινῶς, καὶ προθεῖσα θρηνεῖ, καθάπερ τεθνηκότα τὸν ζῶντα· Τέκνον, λέγουσα, δυστυχὲς καὶ ἀθλίας μητρὸς, ὅ μοι συνεμερίσατο πικρῶς ἡ νόσος· τέκνον ἐλεεινὸν, τέκνον οὐ γνωριζόμενον, τέκνον, ὃ κρημνοῖς καὶ ὄρεσι καὶ ἐρημίαις ἀνεθρεψάμην· μετὰ θηρίων οἰκήσεις, καὶ σκέπη σοι πέτρα, καὶ τῶν ἀνθρώπων μόνον ὄψονταί σε οἱ εὐσεβέστατοι· καὶ ταῦτα δὴ τὰ τοῦ Ἰὼβ ἐλεεινὰ ῥήματα ἐπιφθέγγεται· Ἵνα τί γὰρ ἐπλάσθης ἐν κοιλίᾳ μητρὸς, ἐκ γαστρὸς δὲ ἐξῆλθες, καὶ οὐκ εὐθὺς ἀπώλου, ὡς συνδραμεῖν τῇ γεννήσει τὸν θάνατον; ἵνα τί δὲ οὐκ ἀπῆλθες ἄωρος, πρὶν γεύσασθαι τῶν τοῦ βίου κακῶν; Ἵνα τί δέ σοι συνήντησε γόνατα;

Τί δέ σοι τὸ θηλάσαι μαστοὺς, ἀθλίως ζήσεσθαι μέλλοντι, καὶ ζωὴν θανάτου χαλεπωτέραν; Καὶ ταῦτα λέγει, καὶ ἐπαφίησι πηγὰς δακρύων, καὶ περιπτύξασθαι βούλεται μὲν ἡ δυστυχὴς, φοβεῖται δὲ τὰς τοῦ παιδὸς σάρκας ὡς πολεμίας. Πάνδημοι δὲ καταβοήσεις τε καὶ διώξεις, οὐ κατὰ τῶν ἀδικούντων, ἀλλὰ κατὰ τῶν δυστυχούντων γίνονται. Καὶ φονέα μὲν ἤδη τις συνῳκίσατο, καὶ μοιχῷ μετέδωκεν, οὐ στέγης μόνον, ἀλλὰ καὶ τραπέζης, καὶ βίου κοινωνὸν τὸν ἱερόσυλον εἵλετο, καὶ τοῖς αὐτόν τι διατεθεικόσι κακὸν ἐσπείσατο· τοῦ δὲ τὸ πάθος, ὡς ἔγκλημα, μηδὲν λυπήσαντος ἀπεστράφη. Καὶ πλέον ἔχει νόσου κακία· καὶ τὸ μὲν ἀπάνθρωπον ὡς ἐλευθέριον ἠσπασάμεθα, τὸ δὲ συμπαθὲς ὡς αἰσχρὸν ἠτιμάσαμεν.

ΙΒʹ. Ἀπελαύνονται πόλεων, ἀπελαύνονται οἰκιῶν, ἀγορᾶς, συλλόγων, ὁδῶν, πανηγύρεων, συμποσίων, (ὢ τοῦ πάθους!) αὐτοῦ τοῦ ὕδατος· οὔτε πηγαὶ ῥέουσαι, τούτοις κοιναὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους, οὔτε ποταμοὶ πιστεύονται μηδὲν ἐφέλκεσθαι τοῦ μολύσματος· καὶ τὸ παραδοξότατον, ὡς ἄγη μὲν ἀπελαύνομεν, ὡς δὲ οὐδὲν λυποῦντας πάλιν πρὸς ἡμᾶς αὐτοὺς ἐπιστρέφομεν, οὐκ οἴκησιν ἀπονέμοντες, οὐ τὰς ἀναγκαίας τροφὰς, οὐ θεραπείαν τοῖς τραύμασιν, οὐ σκέπῃ τὴν νόσον εἰς δύναμιν περιστέλλοντες.

Διὰ τοῦτο περιπλανῶνται νυκτὸς καὶ ἡμέρας, ἄποροι, καὶ γυμνοὶ, καὶ ἀνέστιοι, τὴν νόσον ἐπιδεικνύντες, τὰ ἀρχαῖα ἐκδιηγούμενοι, τὸν Πλάστην ἐπιβοώμενοι, χρώμενοι τοῖς ἀλλήλων μέλεσιν ἀντὶ τῶν λειπόντων, σοφισταὶ μελῶν ἑλκόντων ἕλεον, ἄρτου τι μικρὸν αἰτοῦντες, ἢ ὄψου τι βραχύτατον, ἢ ῥάκος τι τρύχινον, βοήθημα τῆς αἰσχύνης, ἢ παραμυθίαν τοῖς ἕλκεσι. Καὶ φιλάνθρωπος οὗτος αὐτοῖς, οὐχ ὃς πρὸς τὴν χρείαν ἤρκεσεν, ἀλλ᾽ ὅστις μὴ πικρῶς ἀπεπέμψατο. Οἱ πολλοὶ δὲ αὐτῶν οὐδὲ ὑπ᾽ αἰσχύνης τὰς πανηγύρεις φεύγουσιν, αὐτὸ μὲν οὖν τοὐναντίον εἰς ταύτας ὠθοῦνται διὰ τὴν χρείαν· ταύτας δὴ λέγω τὰς πανδήμους καὶ ἱερὰς, ἃς ἡμεῖς ἐπὶ θεραπείᾳ τῶν ψυχῶν ἐξεύρομεν, ἢ κατά τι μυστήριον συνιόντες, ἢ τοῖς μάρτυσι τῆς ἀληθείας πανηγυρίζοντες, ἵν᾽ ὧν τοὺς ἀγῶνας τιμῶμεν, μιμώμεθα καὶ τὴν εὐσέβειαν. Καὶ αἰσχύνονται μὲν τοὺς ἀνθρώπους διὰ τὴν συμφορὰν, ὄντες ἄνθρωποι, καὶ βούλοιντ᾽ ἂν ὄρεσιν, ἢ κρημνοῖς, ἢ ὕλαις, ἢ τὸ τελευταῖον νυκτὶ καὶ σκότῳ περικαλύπτεσθαι· ῥιπτοῦνται δὲ ὅμως εἰς μέσον, φόρτος ἐλεεινὸς, καὶ δακρύων ἄξιος. Τοῦτο μὲν ἴσως καὶ κατὰ λόγον, ἵνα ἡμῖν ὦσι τῆς ἀσθενείας ἡμῶν ὑπομνήματα, καὶ πείθωσι μηδενὶ τῶν παρόντων καὶ ὁρωμένων, ὡς ἑστῶτι, προστίθεσθαι.

Ῥιπτοῦνται δὲ, οἱ μὲν ἐπιθυμίᾳ φωνῆς ἀνθρωπίνης, οἱ δὲ προσόψεως, οἱ δὲ ἵνα βραχέα ζωῆς ἐφόδια παρὰ τῶν τρυφώντων συλλέξωνται, πάντες δὲ ἵνα τι πράους γεύωνται τοὺς ἑαυτῶν θρήνους δημοσιεύσαντες.

ΙΓʹ. Τίς οὐ κατακλᾶται τούτων τοῖς ὀδυρμοῖς, οἰκτρὰν ξυναυλίαν ἁρμοζομένων; τίς ἀκοὴ φέρει τὸ ἄκουσμα; τίς ὄψις χωρεῖ τὸ θέαμα; Οἱ μὲν κεῖνται μετ᾽ ἀλλήλων, κακῶς ὑπὸ τῆς νόσου συνεζευγμένοι, καὶ ἄλλος ἄλλο τι τῆς συμφορᾶς πρὸς τὸ ἐλεεινὸν ἐρανίζοντες· καὶ εἰσὶν ἀλλήλοις προσθήκη τοῦ πάθους, ἐλεεινοὶ τῆς ἀῤῥωστίας, τῆς συμπαθείας ἐλεεινότεροι. Περιίσταται δὲ αὐτοὺς θέατρον συμμιγὲς, συναλγούντων μὲν, ἀλλὰ πρόσκαιρα. Οἱ δὲ κυλινδοῦνται πρὸς τοῖς ποσὶ τῶν ἀνθρώπων ἡλίῳ καὶ κόνει· ἔστι δὲ ὅτε καὶ κρυμοῖς ἀγρίοις, καὶ ὄμβροις, καὶ ταραχαῖς ἀνέμων ταλαιπωρούμενοι, παρὰ τοσοῦτον οὐ συμπατούμενοι, παρ᾽ ὅσον καὶ ψαύειν αὐτῶν βδελυσσόμεθα. Ἀντᾴδει δὲ τοῖς ἱεροῖς ἔνδον μέλεσιν ὁ τῶν αἰτήσεων ὀδυρμὸς, καὶ ταῖς μυστικαῖς φωναῖς θρῆνος ἐλεεινὸς ἀντεγείρεται. Τί δεῖ πᾶσαν αὐτῶν προτιθέναι τὴν συμφορὰν ἀνθρώποις πανηγυρίζουσιν; Ἴσως ἂν καὶ ὑμῖν κινήσαιμι θρῆνον, εἰ πάντα ἐκτραγῳδοίην ἐπιμελῶς, καὶ νικήσει τὴν ἑορτὴν τὸ πάθος. Λέγω γὰρ οὖν ταῦτα, ἐπεὶ μηδέπω δύναμαι πείθειν ὑμᾶς, ὡς ἔστι ποτὲ ἡδονῆς λύπη τιμιωτέρα, καὶ κατήφεια πανηγύρεως, καὶ γέλωτος οὐ καλοῦ δάκρυον ἐπαινούμενον.