Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαὶ θεολογικαί

Γρηγόριος ὁ Ναζιανζηνός

Αναθεματισμοί κατά των χριστολογικών κακοδοξιών και της διαίρεσης του προσώπου

Καταδικάζονται όσοι αρνούνται τον όρο «Θεοτόκος» ή χωρίζουν τον Χριστό, και αναιρούνται οι δοξασίες για επίγεια προέλευση της σάρκας ή απόθεσή της μετά την ανάσταση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 9

Εἴ τις οὐ Θεοτόκον τὴν ἁγίαν Μαρίαν ὑπολαμβάνει, χωρὶς ἐστὶ τῆς θεότητος. Εἴ τις ὡς διὰ σωλῆνος τῆς Παρθένου διαδραμεῖν, ἀλλὰ μὴ ἐν αὐτῇ διαπεπλάσθαι λέγοι θεϊκῶς ἅμα καὶ ἀνθρωπικῶς (θεϊκῶς μέν, ὅτι χωρὶς ἀνδρός· ἀνθρωπικῶς δέ, ὅτι νόμῳ κυήσεως), ὁμοίως ἄθεος.

Εἴ τις διαπεπλάσθαι τὸν ἄνθρωπον, εἶθ᾽ ὑποδεδυκέναι λέγοι Θεόν, κατάκριτος. Οὐ γέννησις γὰρ Θεοῦ τοῦτό ἐστιν, ἀλλὰ φυγὴ γεννήσεως. Εἴ τις εἰσάγει δύο Υἱούς, ἕνα μὲν τὸν ἐκ τοῦ Θεοῦ καὶ Πατρός, δεύτερον δὲ τὸν ἐκ τῆς μητρός, ἀλλ᾽ οὐχὶ ἕνα καὶ τὸν αὐτόν, καὶ τῆς υἱοθεσίας ἐκπέσοι τῆς ἐπηγγελμένης τοῖς ὀρθῶς πιστεύουσι.

Φύσεις μὲν γὰρ δύο Θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα· υἱοὶ δὲ οὐ δύο, οὐδὲ Θεοί. Οὐδὲ γὰρ ἐνταῦθα δύο ἄνθρωποι, εἰ καὶ οὕτως ὁ Παῦλος τὸ ἐντὸς τοῦ ἀνθρώπου καὶ τὸ ἐκτὸς προσηγόρευσε. Καὶ εἰ δεῖ συντόμως εἰπεῖν, ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν ὁ Σωτὴρ (εἴπερ μὴ ταὐτὸν τὸ ἀόρατον τῷ ὁρατῷ καὶ τὸ ἄχρονον τῷ ὑπὸ χρόνον), οὐκ ἄλλος δὲ καὶ ἄλλος· μὴ γένοιτο.

Τὰ γὰρ ἀμφότερα ἓν τῇ συγκράσει, Θεοῦ μὲν ἐνανθρωπήσαντος, ἀνθρώπου δὲ θεωθέντος, ἢ ὅπως ἄν τις ὀνομάσειε. Λέγω δὲ ἄλλο καὶ ἄλλο, ἔμπαλιν ἢ ἐπὶ τῆς Τριάδος ἔχει. Ἐκεῖ μὲν γὰρ ἄλλος καὶ ἄλλος, ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν· οὐκ ἄλλο δὲ καὶ ἄλλο, ἓν γὰρ τὰ τρία καὶ ταὐτὸν τῇ θεότητι.

Εἴ τις ὡς ἐν προφήτῃ λέγοι κατὰ χάριν ἐνηργηκέναι, ἀλλὰ μὴ κατ᾽ οὐσίαν συνῆφθαί τε καὶ συνάπτεσθαι, εἴη κενὸς τῆς κρείττονος ἐνεργείας, μᾶλλον δὲ πλήρης τῆς ἐναντίας. Εἴ τις οὐ προσκυνεῖ τὸν ἐσταυρωμένον, «ἀνάθεμα ἔστω» καὶ τετάχθω μετὰ τῶν θεοκτόνων.

Εἴ τις ἐξ ἔργων τετελειωμένον ἢ μετὰ τὸ βάπτισμα ἢ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν υἱοθεσίας ἠξιῶσθαι λέγοι, καθάπερ οὓς Ἕλληνες παρεγγράπτους εἰσάγουσιν, «ἀνάθεμα ἔστω». Τὸ γὰρ ἠργμένον ἢ προκόπτον ἢ τελειούμενον οὐ Θεός, κἂν διὰ τὴν κατὰ μικρὸν ἀνάδειξιν οὕτω λέγηται.

Εἴ τις ἀποτεθεῖσθαι νῦν τὴν σάρκα λέγοι καὶ γυμνὴν εἶναι τὴν θεότητα τοῦ σώματος, ἀλλὰ μὴ μετὰ τοῦ προσλήμματος καὶ εἶναι καὶ ἥξειν, μὴ ἴδοι τὴν δόξαν τῆς παρουσίας. Ποῦ γὰρ τὸ σῶμα νῦν, εἰ μὴ μετὰ τοῦ προσλαβόντος;

Οὐ γὰρ δὴ κατὰ τοὺς Μανιχαίων λήρους τῷ ἡλίῳ ἐναποτέθειται, ἵνα τιμηθῇ διὰ τῆς ἀτιμίας· ἢ εἰς τὸν ἀέρα ἐχέθη καὶ διελύθη, ὡς φωνῆς φύσις καὶ ὀδμῆς ῥύσις καὶ ἀστραπῆς δρόμος οὐχ ἱσταμένης. Ποῦ δὲ καὶ τὸ ψηλαφηθῆναι αὐτὸν μετὰ τὴν ἀνάστασιν ἢ ὀφθήσεσθαί ποτε ὑπὸ τῶν ἐκκεντησάντων; Θεότης γὰρ καθ᾽ ἑαυτὴν ἀόρατος.

Ἀλλ᾽ ἥξει μὲν μετὰ τοῦ σώματος, ὡς ὁ ἐμὸς λόγος, τοιοῦτος δὲ οἷος ὤφθη τοῖς μαθηταῖς ἐν τῷ ὄρει ἢ παρεδείχθη, ὑπερνικώσης τὸ σαρκίον τῆς θεότητος. Ὥσπερ δὲ ταῦτα λέγομεν ἀποσκευαζόμενοι τὴν ὑπόνοιαν, οὕτω κἀκεῖνα γράφομεν διορθούμενοι τὴν καινοτομίαν.

Εἴ τις λέγοι τὴν σάρκα ἐξ οὐρανοῦ κατεληλυθέναι, ἀλλὰ μὴ ἐντεῦθεν εἶναι καὶ παρ᾽ ἡμῶν, «ἀνάθεμα ἔστω». Τὸ γὰρ «Ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ», καὶ «Οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι», καὶ «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου», καὶ εἴ τι ἄλλο τοιοῦτον, νομιστέον λέγεσθαι διὰ τὴν πρὸς τὸν οὐράνιον ἕνωσιν, ὥσπερ καὶ τὸ «διὰ Χριστοῦ γεγονέναι τὰ πάντα» καὶ «κατοικεῖν Χριστὸν ἐν ταῖς καρδίαις ἡμῶν», οὐ κατὰ τὸ φαινόμενον τοῦ Θεοῦ, ἀλλὰ κατὰ τὸ νοούμενον, κιρναμένων ὥσπερ τῶν φύσεων, οὕτω δὴ καὶ τῶν κλήσεων καὶ περιχωρουσῶν εἰς ἀλλήλας τῷ λόγῳ τῆς συμφυΐας.