Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαὶ θεολογικαί

Γρηγόριος ὁ Ναζιανζηνός

Απόρριψη εσχατολογικών πλανών και ποιμαντική προειδοποίηση

Έλεγχος των ιουδαϊζουσών αντιλήψεων περί ανακύκλησης, καταδίκη των τριαδολογικών πλανών και αυστηρή έκκληση για τη διαφύλαξη της εκκλησιαστικής ενότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 9

Ὃ δὲ τούτων ἐστὶ βαρύτερον, οὐδ᾽ αὐτὸ τοῦτο παραλιπεῖν ἀναγκαῖον. «Ὤφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς» καὶ δεύτερον Ἰουδαϊσμὸν καὶ δευτέραν περιτομὴν καὶ θυσίας δευτέρας εἰσάγοντες· εἰ γὰρ τοῦτο, τί κωλύει καὶ πάλιν γεννηθῆναι Χριστὸν εἰς ἀθέτησιν τῶν αὐτῶν, καὶ προδοθῆναι πάλιν ὑπὸ Ἰούδα καὶ σταυρωθῆναι καὶ ταφῆναι καὶ ἀναστῆναι, ἵνα πληρωθῇ τὰ πάντα τὰ τῆς αὐτῆς ἀκολουθίας, κατὰ τὴν ἑλληνικὴν ἀνακύκλησιν, τὰ αὐτὰ περιφερούσης τῆς αὐτῆς τῶν ἄστρων κινήσεως;

Τίς γὰρ ἡ ἀποκλήρωσις, τὸ μέν τι γενέσθαι τῶν τότε συμβάντων, τὸ δὲ παρεθῆναι; Τοῦτο δειξάτωσαν οἱ σοφοὶ καὶ τῷ πλήθει τῶν βιβλίων φιλοτιμούμενοι. Ἐπειδὴ δὲ τῷ περὶ Τριάδος φυσιούμενοι λόγῳ καταψεύδονται μὲν ἡμῶν, ὡς οὐχ ὑγιῶς ἐχόντων περὶ τὴν πίστιν, δελεάζουσι δὲ τοὺς πολλούς, ἐκεῖνο γινώσκειν ἀναγκαῖον ὅτι Ἀπολλινάριος μὲν τὸ τῆς θεότητος ὄνομα τῷ ἁγίῳ Πνεύματι δούς, τὴν δύναμιν τῆς θεότητος οὐκ ἐφύλαξε.

Τὸ γὰρ ἐκ μεγάλου καὶ μείζονος καὶ μεγίστου συνιστᾶν τὴν Τριάδα, ὥσπερ ἐξ αὐγῆς καὶ ἀκτῖνος καὶ ἡλίου, τοῦ Πνεύματος καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς (ὅπερ σαφῶς ἐν ἐκείνου γέγραπται λόγοις), κλῖμαξ ἐστὶ θεότητος, οὐκ εἰς οὐρανὸν ἀνάγουσα, ἀλλ᾽ ἐξ οὐρανοῦ κατάγουσα.

Ἡμεῖς δὲ Θεὸν γινώσκομεν τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, ταῦτα δὲ οὐ κλήσεις ψιλὰς τεμνούσας ἀξιωμάτων ἢ δυνάμεων ἀνισότητας, ἀλλὰ μίαν καὶ τὴν αὐτὴν ὥσπερ προσηγορίαν, οὕτω καὶ θεότητος φύσιν καὶ οὐσίαν καὶ δύναμιν.

Εἰ δέ τις ταῦτα μὲν ὀρθῶς οἴεται λέγεσθαι, ἐγκαλεῖ δὲ τὴν τῶν αἱρετικῶν κοινωνίαν, δειξάτω τις τοῦτο τῶν ἡμετέρων, καὶ ἢ πείσομεν, ἢ ἀναχωρήσομεν. Πρὸ κρίσεως δὲ οὐδὲ ἄλλο τι καινοτομεῖν ἀσφαλές, μὴ ὅτι πρᾶγμα τοσοῦτον καὶ περὶ τηλικούτων.

Ἡμεῖς μὲν οὖν ταῦτα καὶ διεμαρτυράμεθα Θεὸν καὶ ἀνθρώπους καὶ διαμαρτυρόμεθα. Καὶ οὐδὲ νῦν, εὖ ἴσθι, ταῦτ᾽ ἂν ἐγράψαμεν, εἰ μὴ τὴν Ἐκκλησίαν ἑωρῶμεν διασπωμένην καὶ τεμνομένην καὶ ταῖς ἄλλαις τερατείαις καὶ τῷ νῦν «συνεδρίῳ τῆς ματαιότητος».

Εἰ δέ τις, ταῦτα λεγόντων ἡμῶν καὶ διαμαρτυρομένων, ἢ διὰ χρείας τινὰς ἢ διὰ φόβον ἀνθρώπινον ἢ διὰ μικροψυχίας ἀτόπους ἢ διὰ τὸ ἀποίμαντον τέως καὶ ἀκυβέρνητον ἢ διὰ τὸ ξενοχαρὲς καὶ πρὸς τὰς καινοτομίας ἕτοιμον, διαπτύει μὲν ἡμᾶς ὡς οὐδενὸς λόγου ἀξίους, προστρέχει δὲ τοῖς τοιούτοις καὶ διαιρεῖ τὸ καλὸν σῶμα τῆς Ἐκκλησίας, αὐτὸς βαστάσει τὸ κρῖμα, ὅστις ἐὰν ᾖ, καὶ ὑφέξει τῷ Θεῷ λόγον ἐν ἡμέρᾳ κρίσεως.

Εἰ δὲ οἱ μακροὶ λόγοι καὶ τὰ νέα ψαλτήρια καὶ ἀντίφθογγα τῷ Δαϋὶδ καὶ ἡ τῶν μέτρων χάρις ἡ τρίτη Διαθήκη νομίζεται, καὶ ἡμεῖς ψαλμολογήσομεν καὶ πολλὰ γράψομεν καὶ μετρήσομεν. Ἐπειδὴ δοκοῦμεν καὶ ἡμεῖς Πνεῦμα Θεοῦ ἔχειν· εἴπερ Πνεύματος χάρις τοῦτό ἐστιν, ἀλλὰ μὴ ἀνθρωπίνη καινοτομία.

Ταῦτά σε βούλομαι διαμαρτύρασθαι τοὺς πολλούς, ἵνα μὴ βάρος ἔχωμεν ὡς τοιοῦτο κακὸν παρορῶντες καὶ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν πονηροῦ δόγματος νομὴν καὶ ἰσχὺν λαμβάνοντος.