Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί
Σύντομες επιστολές, χαιρετισμοί και νουθεσίες προς διαφόρους
Ποικίλες επιστολές με συστάσεις, ευχές για γάμους, αποστολή ρητορικών βιβλίων, χαιρετισμούς και συμβουλές σωφροσύνης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Σύντομες επιστολές, χαιρετισμοί και νουθεσίες προς διαφόρους
Ποικίλες επιστολές με συστάσεις, ευχές για γάμους, αποστολή ρητορικών βιβλίων, χαιρετισμούς και συμβουλές σωφροσύνης.
ΑΦΡΙΚΑΝΩΙ Τίσιν ἵπποι μάλιστα χαίρουσι; Δῆλον ὡς ἵπποις. Ἀετοὶ δὲ τίσι; Οὐκ ἄλλοις ἢ ἀετοῖς. Κολοιὸν δὲ ποτὶ κολοιὸν ἱζάνειν καὶ τῆς παροιμίας ἀκούεις. Οὕτω δὴ καὶ Ἀττικὸν Ἀττικοῖς οἴου χαίρειν καὶ τὸν καλοκἀγαθίας μεταποιούμενον τῷ ταύτης ἐραστῇ καὶ προστάτῃ.
Τοῦτο γὰρ ὁ ἄρχων εἶναί μοι φαίνεται, βοηθὸς ἀρετῆς καὶ ἀνταγωνιστὴς κακίας, κἂν τὴν ἀναίμακτον ἀρχὴν ἄρχῃ καθάπερ ἡμεῖς, κἂν τὴν μετὰ ξίφους καὶ τελαμῶνος. Αἷμα γὰρ οὐδέ σοι προσθήσομεν, ἀρετῇ κρατοῦντα γινώσκοντες, οὐ βίᾳ καθείργοντα, καὶ φόβῳ μᾶλλον ἢ ἔργῳ κολάζοντα τοὺς κακούς, ὅπερ τῆς ἀρίστης ὅρος ἀρχῆς.
Διὰ δὴ ταῦτα σφόδρα μὲν τὸ τῆς συντυχίας ἐσπουδάζετό μοι καὶ νῦν ἔτι σπουδάζεται· οὐκ ἔχων δὲ ὅπως τούτου τύχοιμι διὰ τὴν ἀρρωστίαν, ἀναγκαίως ἦλθον ἐπὶ τὰ γράμματα καὶ τὸ κάλλιστον, ὅτι προσφθέγγομαί σε δι᾽ ἀνδρὸς οἰκείου καὶ φίλου καὶ συγγενοῦς, τοῦ τιμιωτάτου τὰ πάντα ἐμοὶ Νικοβούλου, ὃς καὶ ἀπολογήσεταί σοι περὶ ἡμῶν (ἀξιόπιστος δὲ ὁ ἀνήρ, εἴπερ ἄλλος τις, ὅσα δὴ ἐμὲ γινώσκειν), καὶ δι᾽ ἡμῶν ἑαυτὸν γνωρίσει τῇ σῇ τελειότητι.
ΕΛΛΕΒΙΧΩΙ Οἷα ζημιούμεθα παρὰ τῆς ἀρρωστίας· προσδραμεῖν ἔδει καὶ περιπτύξασθαι καὶ τῆς παλαιᾶς ἀναμνῆσαι φιλίας καὶ συνηθείας. Ἔχει δὲ οὐχ οὕτως ἡμῖν τὰ τοῦ σώματος. Διὰ τοῦτό σοι πρόσιμεν διὰ τῶν γραμμάτων καὶ τῇ προσηγορίᾳ δεξιούμεθα.
Ἐπεὶ δὲ καὶ δωροφορεῖν ἔδει τι, τοῦτο προσφέρομεν, Μάμαντα τὸν ἀναγνώστην, ὄντα μὲν ἀπὸ στρατιώτου πατρός, καθιερωθέντα δὲ τῷ Θεῷ διὰ τὸν τρόπον. Ἄφες τῷ Θεῷ καὶ ἡμῖν, ἀλλὰ μὴ συναριθμήσῃς τοῖς πλάνησι, καὶ δὸς ἔγγραφον τὴν ἐλευθερίαν ἵνα μηδὲ ὑπ᾽ ἄλλων ἐπηρεάζηται. Δώσεις γὰρ σεαυτῷ δεξιὰς τὰς τοῦ πολέμου καὶ τῆς στρατηγίας ἐλπίδας. Ναί, παρακαλῶ, τούτου φρόντισον.
Οἷς γὰρ τὰ μέγιστα ἐν χερσὶ καὶ ἐν οἷς τὸ πᾶν ταλαντεύεται, τούτοις μάλιστα φροντιστέον Θεοῦ καὶ τῆς ἐκεῖθεν ἐπικουρίας.
ΑΝΥΣΙΩΙ Ἧκεν ἡμῖν παρὰ σοῦ γράμματα τήν τε ὑγίειαν δηλοῦντα καὶ ὅτι σοι κατὰ νοῦν ἐξέβη τὰ τῆς ἐκδημίας. Καὶ πᾶσα τῷ Θεῷ χάρις. Εἰ δὲ καὶ ἡμεῖς ἔχοιμέν τι τοιοῦτον περὶ ἡμῶν ἐπιστέλλειν, πλείων ἡ χάρις.
ΟΥΡΣΩΙ Ἡδὺ μὲν τὸ προσαγορεύειν τοὺς φίλους· τὸ δὲ καὶ διὰ φίλων, ἥδιον. Ὧν ἐστιν ὁ τιμιώτατος υἱὸς ἡμῶν Ἀνύσιος, ὃς καὶ τὴν ὑγίειαν ὑμᾶς εὐαγγελίσεται τὴν ἡμετέραν, εἴπερ ὑγίεια τοῦτό ἐστιν ἡ βραχεῖα πρὸς τὸ κρεῖττον ῥοπή, καὶ περὶ ὧν ἠξιώθη κοινώσεται.
Ὡς τό γε μέχρις ὑμῶν γενέσθαι, ὅπερ ἐπιζητεῖτε φιλικῶς καὶ γνησίως, καὶ ἀγάπης ἀπολαῦσαι τῆς ὑμετέρας, ἐμοὶ μὲν ἥδιστον, εὖ ἴσθι, καὶ οἷον οὐκ ἄλλο τι τῶν σπουδαζομένων, ὡς ἴσασιν οἷς βοῶμεν τὴν ὑμετέραν δεξίωσιν.
Εἰ δὲ καὶ δυνατόν, ἢ καὶ ἄλλως εὐπρεπές, ἡ σὴ δοκιμάσει σύνεσις, μή πως ἀκαιρίαν καταγνωσθῶμεν καὶ φορτικοί τισι δόξωμεν, ὡς ἄνευ λόγου παραφανέντες καὶ προδήλου τινὸς αἰτίας. Ἐπειδὴ μὴ πείθομεν τοὺς πολλοὺς ὡς ἀδόλως φιλοσοφοῦμεν, καὶ πάντα δίδομεν Θεῷ τὰ ἡμέτερα.
ΠΑΝΣΟΦΙΩΙ Τίς οὐκ ἐπαινεῖ φυτὸν ἄρτι βρύον τοῖς ἄνθεσι; Τίνα οὐκ εὐφραίνει λήϊον ἄρτι δεσμούμενον καὶ στάχυν ὥριμον ὑπισχνούμενον; Τίνα δὲ οὐ νεοτελὴς ψυχή, ἄρτι Θεῷ κοσμουμένη καὶ τὰς χοϊκὰς ἀποσείεσθαι πέδας ἀρχομένη, ἵνα μετὰ Θεοῦ γένηται καὶ ἴδῃ τὴν ἀλήθειαν ὧν νῦν τὰς σκιὰς ὁρῶμεν;
Χαίρω μὲν οὖν διὰ ταῦτα διαφερόντως τῷ ἀγαπητῷ ἀδελφῷ καὶ συνδιακόνῳ ἡμῶν Εὐαγρίῳ, οὐκ ἀγεννῶς αὐτὸν ὁρῶν φιλοσοφίᾳ προσβαίνοντα· ἐπειδὴ φιλοσοφία καὶ τὸ σοφίας ἐρᾶν. Χαίρω δὲ ὅτι μοι καὶ τὴν σὴν προξενεῖ φιλίαν, καὶ ἔτι χαρήσομαι ἐὰν ἐπιστέλλῃς πλείονα καὶ πλείοσιν ἡμᾶς ἀμείβοιο τοῖς τῆς φιλίας γνωρίσμασιν.
ΤΩΙ ΑΥΤΩΙ Ὅσον Ἰβήρων καὶ ἡμῶν τὸ μέσον, ἡμερῶν οὐκ ὀλίγων ὁδός· ἀλλ᾽ ἡ φιλία καὶ τὰ διεστῶτα ποιεῖ πλησίον. Τὰ δὲ σύμβολα τῆς ἑορτῆς, ὡς ἡδέα· τὸ δὲ τῆς κλήσεως, ὅσον, καὶ τὸ ποθεῖν τὴν συντυχίαν τὴν ἡμετέραν.
Τί οὖν ἀντὶ τούτων ἐπεύξομαί σοι τοσοῦτον ἀγαθόν; Εἴης τοιοῦτος· εἰ δὲ δεῖ τι καὶ μεῖζον εἰπεῖν, σαυτὸν ὑπερβάλλοις.
ΘΕΟΔΟΣΙΩΙ Μιμούμεθα τοὺς ζωγράφους, οἳ ταῖς σκιαῖς τὰ σώματα προχαράσσοντες δευτέρᾳ καὶ τρίτῃ χειρὶ ταύτας ἀπακριβοῦσι καὶ τελειοῦσι τοῖς χρώμασι. Πρὸς τί βλέπει μοι τὸ παράδειγμα; Ἦν ἡμῖν πρὸς ἀλλήλους φιλία καθαρά τε καὶ ἄδολος, —πρᾶγμα τῶν σπανίων νῦν μάλιστα καὶ παρ᾽ ὀλίγοις εὑρισκόμενον, —καὶ ταύτην ἡμῖν ἐποίει οὔτε συγγένεια τοσοῦτον οὔτε κοινωνία πατρίδος οὔτε ὅ φησιν Ὅμηρος 〈ὁμηλικίη ἐρατείνη〉, ὅσον ὁμοτροπία καὶ τὸ τοῖς αὐτοῖς χαίρειν, ὃ μάλιστα πήγνυσι τὰς φιλίας καὶ βεβαιοτέρας ἐργάζεται.
Νῦν καὶ τὰ γένη συνάπτεται (σὺν Θεῷ δὲ ὁ λόγος), ἵνα τῇ φιλίᾳ προσθήκη γένηται καὶ μᾶλλον ὦμεν ἀλλήλων, καὶ τοῦτο πραγματεύεται φίλτρῳ δικαίῳ βοηθῶν ὁ Θεός. Ἔχε οὖν καὶ ἡμᾶς διὰ τοῦ γλυκυτάτου υἱοῦ ἡμῶν Εὐφημίου, καὶ ἔχομεν ὑμᾶς διὰ τῆς γλυκυτάτης ὑμῶν θυγατρός.
Τὸ δ᾽ ἑξῆς, οὐκ οἶδα ὑπὲρ τίνος μᾶλλον ἢ τίνι διαλεχθῶ, ὑπὲρ τοῦ νέου τῇ ὑμετέρᾳ τιμιότητι, ἢ τῷ νέῳ περὶ ὑμῶν. Εὔνοια γὰρ πατρὸς τέκνοις ὁμότιμον. Πλὴν ἐπεύχομαι ὑμῖν ἐπὶ παντὶ βελτίστῳ γενέσθαι τὴν συζυγίαν καὶ οἵαν εἰκός, Θεοῦ συναρμόζοντος.
ΕΥΣΕΒΙΩΙ Εὐώπιον ἡ φιλτάτη, καὶ γάμου καιρός, καὶ βίου κρηπίς, καὶ πατέρων εὐχαὶ πληρούμεναι. Ἡμεῖς δὲ ἄπεσμεν, οὓς μάλιστα παρεῖναι καὶ συνεύχεσθαι δίκαιον ἦν. Καίτοι καὶ ὑπεσχόμην, τὸ γὰρ ἐλπίζειν ὑπῆν τῷ ποθεῖν· ἱκανὸν δὲ εἰς ἀπάτην τὸ βούλεσθαι. Καὶ πολλάκις μὲν ὁρμήσας, πολλάκις δὲ κατοκνήσας, τέλος ἡττήθην τῆς ἀρρωστίας.
Ἄλλοι μὲν οὖν καλείτωσαν ἔρωτας, —ἐπειδὴ γαμικὸν καὶ τὸ παίζειν, —καὶ παρθένου κάλλος γραφέτωσαν καὶ νυμφίου χάριν ἀντεγειρέτωσαν καὶ βαλλέτωσαν λόγοις μετὰ τῶν ἀνθέων τὰς παστάδας. Ἐγὼ δὲ ὑμῖν προσᾴσω τὸν ἐμὸν ἐπιθαλάμιον· 〈Εὐλογήσαι Κύριος ὑμᾶς ἐκ Σιών〉, καὶ αὐτὸς ἁρμόσαι τὴν συζυγίαν, καὶ 〈ἴδοις υἱοὺς τῶν υἱέων〉, οὐ πολὺ δ᾽ εἰπεῖν ὅτι καὶ κρείσσονας.
Τοῦτο καὶ παρὼν ἐπηυξάμην ἂν ὑμῖν καὶ νῦν ἐπεύχομαι. Τἄλλα δὲ ὑμῖν μελέτω καὶ στεφανούτω πατήρ, ὡς εὔξατο. Τοῦτο γὰρ καὶ εἴ που γάμοις παραγεγόναμεν, ἐτυπώσαμεν· ἐκείνων μὲν εἶναι τοὺς στεφάνους, ἡμῶν δὲ τὰς εὐχάς, ἃς οἶδα μὴ τόποις ὁριζομένας.
ΔΙΟΚΛΕΙ Οὔτε κεκλήμεθα πρὸς τοὺς γάμους τῆς θυγατρὸς ἡμῶν, καὶ πάρεσμεν καὶ συνεορτάζοντες καὶ συμπροθυμούμενοι καὶ ἐπευχόμενοι πᾶν ὑμῖν ὃ κάλλιστον. Ἓν δὲ τῶν καλῶν, παρεῖναι Χριστὸν τοῖς γάμοις (οὗ δὲ Χριστός, εὐκοσμία), καὶ τὸ γενέσθαι οἶνον τὸ ὕδωρ (τὸ δέ ἐστι πάντα μεταποιεῖσθαι πρὸς τὸ βέλτιον), οὕτως, ὡς μὴ τὰ ἄμικτα μίγνυσθαι, μηδὲ εἰς ταὐτὸν ἄγειν ἐπισκόπους καὶ γελωτοποιούς, εὐχὰς καὶ κρότους, ψαλμῳδίας καὶ συναυλίας.
Δεῖ γάρ, ὥσπερ τἄλλα πάντα, οὕτω καὶ τοὺς γάμους Χριστιανῶν ἔχειν τὸ εὔκοσμον· κόσμος δέ, ἡ σεμνότης. Ταῦτα δωροφοροῦμεν τῷ γάμῳ· σὺ δ᾽ ἡμῖν ἀντιδοίης τὴν εὐπείθειαν. Τὸν δὲ γαμβρόν, εἰ μὲν ἕπεται τούτοις, ἔχεις υἱόν· εἰ δὲ μή, στρατιώτην.
ΑΒΛΑΒΙΩΙ Πυνθάνομαί σε σοφιστικῆς ἐρᾶν, καὶ τὸ σχῆμα εἶναι θαυμάσιον, οἷον σοβαρὸν φθέγγεσθαι, μέγα βλέπειν, βαδίζειν ὑψηλὸν καὶ μετέωρον, τὸ λῆμά σοι φέρειν ἐκεῖσε εἰς Μαραθῶνα καὶ Σαλαμῖνα, ταῦτα δὴ τὰ ὑμέτερα καλλωπίσματα, καὶ μηδὲν ἐννοεῖν ὅτι μὴ Μιλτιάδας καὶ Κυναιγείρους, Καλλιμάχους τε καὶ Λαμάχους, καὶ πάντα ἐσκευάσθαι σοφιστικῶς καὶ ὅτι ἐγγύτατα τῆς ἐγχειρήσεως.
Εἰ μὲν οὖν μετὰ τούτου καὶ ἀρετῆς ποιῇ τινα λόγον, ἡμέτερος εἶ καὶ καθ᾽ ὁδόν σοι προΐοι τὰ τῆς εὐδοκιμήσεως· εἰ δὲ τὸ ὅλον εἶ σοφιστὴς καὶ τῆς ἡμετέρας ἐπιλανθάνῃ φιλίας, ὧν τε πρὸς ἀλλήλους πολλάκις περὶ τοῦ καλοῦ διελέχθημεν, ἄλλο μὲν οὐδὲν ἐρῶ δυσχερές, ἐκεῖνο δὲ εἰπεῖν ἴσως μέτριον· ἴσθι βραχέα μὲν παίζων ἐν τοῖς μειρακίοις, πλεῖστα ὑπὸ σεαυτοῦ παισθησόμενος, ἡνίκα ἂν ἔλθῃ σοι τὸ φρονεῖν, —ἀλλ᾽ εἰς ὕστερον.
ΟΛΥΜΠΙΑΝΩΙ Τὸ πυκτίον ὅπερ εἴληφας παρ᾽ ἡμῶν, τὰς Ἀριστοτέλους Ἐπιστολάς, ἠδυνάμην μὲν μὴ ἀνακομίσασθαι, ἀλλὰ παρὰ σοὶ μένειν ἐᾶσαι, λογίῳ τε δῶρον οἰκεῖον καὶ φιλίας ὑπόμνημα δεξιόν. Ὡς ἂν δὲ μὴ γραφὴν ἀπενέγκῃς καθ᾽ ἡμῶν τῆς εἰς ἀρχὴν παρανομίας καὶ ὕβρεως, ὡς καὶ ῥήτωρ δεινότατος καὶ δικαστὴς ἄριστος, ὅτι διαφθείρειν ἐπιχειροῦμεν δικαστὴν οὕτως ἀνάλωτον καὶ παντὸς ὑψηλότερον λήμματος, ἡκέτω πάλιν ὃ δεδώκαμεν.
Μισθὸν δὲ ἐπιζητοῦμεν παρὰ τῆς σῆς λογιότητος ἄλλο μὲν οὐδὲν (τί γὰρ ἂν καὶ δοίης ἡμῖν τὸ μηδὲν ἔχειν φιλοσοφοῦσιν;), αὐτὸ δὲ τὸ ἐπιστέλλειν, ἵνα σοι καὶ πρὸς λόγον ᾖ τὸ τῆς ἀντιδόσεως, τὴν ἐπὶ ταῖς Ἐπιστολαῖς χάριν δι᾽ ἐπιστολῶν διαλύοντι.
ΑΔΑΜΑΝΤΙΩΙ Αἰτεῖς πυκτία παρ᾽ ἡμῶν εἰς ῥητορικὴν ἀνηβάσκων, ἣν ἡμεῖς κατελύσαμεν, ἐκ Θεοῦ καὶ διὰ Θεὸν ἄνω νεύσαντες, ἐπειδὴ ἐχρῆν ποτε παύσασθαι καὶ παίζοντας ἡμᾶς καὶ τὰ μειρακίων ψελλιζομένους, καὶ πρὸς τὴν ἀληθινὴν ἀνακύψαι παίδευσιν, καὶ δοῦναι τῷ Λόγῳ τοὺς λόγους μετὰ τῶν ἄλλων ἅ ποτε εἴχομεν.
Κάλλιον μὲν εἰ θεϊκὰς ᾔτεις βίβλους, ἀλλὰ μὴ ταύτας· ἐπεὶ καὶ λυσιτελεστέρας σοι καὶ οἰκειοτέρας ἐκείνας οἴδαμεν. Ἐπειδὴ δὲ τὰ χείρω νικᾷ καὶ μεταπείθειν οὐκ ἔστιν, ἰδού σοι καὶ τὰ πυκτία παρ᾽ ἡμῶν ἅπερ αἰτεῖς, ὅσα τοὺς σῆτας διέφυγε καὶ τὸν καπνὸν ὑπὲρ οὗ κατέκειτο, καθάπερ τοῖς ναυτικοῖς τὰ πηδάλια μετὰ τὸν πλοῦν καὶ τὴν ὥραν.
Σὺ δέ μοι προεισένεγκε τῆς σοφιστικῆς μὴ μικρολόγως μηδὲ ἀνάνδρως, ἀλλὰ λίαν ἐπιδεικτικῶς καὶ γενναίως, ἐπειδὴ καὶ πολλοῦ ἄξιον ὑμῖν οἱ Κυναίγειροι καὶ Καλλίμαχοι, καὶ τὰ τρόπαια, Μαραθών τε καὶ Σαλαμίς, ὑφ᾽ ὧν αὐτοί τε εὐδαίμονες εἶναι νομίζετε καὶ ποιεῖν τοὺς νέους.
Ταῦτα μὲν οὖν εἰς τοσοῦτον ἡμῖν παιζέσθω, εἰ καὶ ἔξω τοῦ καιροῦ καὶ τῆς ἡμετέρας προαιρέσεως· ἀλλ᾽ οὖν ἐκ τῆς παλαιᾶς συνηθείας. Σὲ δὲ εἴη καὶ κτήσασθαι ταῦτα καὶ χρήσασθαι εἰς καλὸν τοῖς κτηθεῖσι. Χρήσῃ δὲ οὕτω, τοῦ θείου φόβου νικῶντος τὴν ματαιότητα (ὃν πᾶσι καὶ πανταχοῦ τιμητέον), ὅσον ἐνδέχεται, εἰ καὶ μὴ παντελῶς αὐτὴν ἀποσκευαζόμεθα.
Εἰ δέ σοι ταῦτα μὲν ὀρθῶς δοκεῖ λέγεσθαι, οὐ φιλόσοφον δὲ εἶναι τὸ τιμὴν τῶν πυκτίων αἰτεῖν, σύ μοι τὰ χρήματα, λύσουσι δὲ οἱ πένητες τὴν ἀντίθεσιν.
ΛΙΒΑΝΙΩΙ ΣΟΦΙΣΤΗΙ Μήτηρ πατρὶ πέπομφα παῖδας, ἡ κατὰ φύσιν τῷ κατὰ λόγους· ὅπως οὖν ἐμοὶ μελήσῃ, σοὶ μελήσει.
ΜΑΚΕΔΟΝΙΩΙ Οὐκ ἄπληστοι περὶ τὸ πάσχειν εὖ παρὰ τῶν φίλων ἡμεῖς, εἰ καὶ σὺ πρὸς τὸ ποιεῖν ἄφθονος· διὰ τοῦτό σοι τὸν ψάλτην ἀπεπεμψάμην κατὰ τὰ συγκείμενα, βέλτιστόν τε ἄλλως ὄντα (ὅσον ἐν βραχεῖ χρόνῳ καταμαθεῖν) καί σοι κεχαρισμένον ἴσως διὰ τὴν ψαλμῳδίαν ὑπόμνησιν ἔχουσαν ἀεὶ Θεοῦ καὶ τῆς σωτηρίας.
Εἰ δὲ καὶ πάλιν εὐεργετήσεις ἡμᾶς, ἡνίκα ἂν ᾖ τοῦτό σοι φίλον καὶ καιρὸς φαίνηται, ποιήσεις ἄμεινον, καὶ μᾶλλόν τι τῆς σῆς τοῦτο φιλίας. Τῇ εὐλαβεστάτῃ καὶ διὰ πάντα κεκοσμημένῃ ἐν Χριστῷ ἀδελφότητι τῇ κατὰ Σανναβοδάην τοῦ μακαρίου Λευκαδίου ἐν μονάζουσι καὶ παρθένοις ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, Γρηγόριος ἐν Κυρίῳ χαίρειν.
Τὸ μὲν γενόμενον κατ᾽ οἰκονομίαν Θεοῦ, εὐχαριστίας οὐ δακρύων ὑπόθεσίς ἐστι τοῖς γε νοῦν ἔχουσι, τὸ ἔξωθεν τοῦ σταδίου γενέσθαι τὸν ἀθλητὴν μετὰ τῆς καλῆς ἀγωνίας ἧς ἠγωνίσατο καὶ παραληφθῆναι παρὰ τοῦ ἀγωνοθέτου, ὥστε ἀπολαβεῖν τὸν τῆς δικαιοσύνης στέφανον καὶ πλεονάσαι δι᾽ ἑαυτοῦ τὸν τῶν ἀγγέλων χορόν.
Πάντα ταῦτα καὶ τὰ τοιαῦτα χαρᾶς καὶ εὐφροσύνης ἀφορμὴ τοῖς πρὸς τὴν ἀλήθειαν βλέπουσι κατὰ τὸ Εὐαγγέλιον γίνεται. Ἐπειδὴ δὲ συνήθειά τις ἐκράτησεν ὥστε καὶ σκυθρωπάζειν ἐπὶ τῇ μεταστάσει τῶν ἁγίων καὶ τῆς παρὰ τῶν ἀγαπητῶν παρακλήσεως ἀξιοῦσθαι, τούτου ἕνεκεν σκυθρωπὸν μέν τι καὶ κατηφὲς οὔτε λαλῆσαι καταδεχόμεθα, οὔτε ὑμῖν συμβουλεύομεν ὑποσχεῖν τὰς ἀκοὰς τοῖς τοιούτοις τῶν λόγων, τὴν δὲ χρεωστουμένην παράκλησιν ἀποπληροῦμεν ἐν τῷ συμβουλεῦσαι τῇ κοσμιότητι ὑμῶν ἀεὶ πρὸς ἐκεῖνον βλέπειν διὰ τοῦ πρὸς ἀλλήλους ὁρᾶν· τοῦτο γὰρ εὐχόμεθα ἕκαστον καὶ ἑκάστην τῷ βίῳ τοῦ μακαρίου μορφωθῆναι, ὥστε ὅταν ἀλλήλους ὁρᾶτε πληροφορεῖσθαι ὑμᾶς, ὅτι τῷ ἐκείνου χαρακτῆρι ἐνατενίζετε.
Μορφούτω τὴν ζωὴν ὑμῶν τὸ ἐκείνου καθαρόν, τὸ ἀόργητον, ἡ ταπεινοφροσύνη, ἡ ἐνεργὴς φιλοσοφία, τὸ ἀεὶ πρὸς τὸν Θεὸν συντεταμένην τὴν ψυχὴν ἔχειν, τὸ μὴ πρὸς τὰς ἀπάτας τοῦ βίου τούτου ἐμμετεωρίζεσθαι· ἵνα ταῦτα ἐν ἀλλήλοις βλέποντες τὸ ἐκείνου μνημόσυνον ἐν ἑαυτοῖς ζωγραφήσητε, καὶ οὔτε ἐκεῖνος οὔτε ὑμεῖς ἐν θανάτῳ γενήσεσθε.
Ἐν γὰρ τῷ ὑμετέρῳ βίῳ κἀκεῖνος ζῶν διαπαντὸς ἐπιδειχθήσεται, καὶ ὑμεῖς διὰ τῆς ἀγαθῆς πολιτείας τῆς τοῦ θανάτου κοινωνίας ἀλλοτρίους ἑαυτοὺς καταστήσετε. Ἐρρωμένους ὑμᾶς, ψυχῇ καὶ σώματι προκόπτοντας, ἐν τῇ δυνάμει τοῦ ἁγίου Πνεύματος ὁ Κύριος σκεπάζοι μεμνημένους ἡμῶν ἐν ταῖς προσευχαῖς.
ΕΠΙΦΑΝΙΩΙ Νόμῳ προκαλοῦμαι νόμον, τὸν κελεύοντα τιμᾶσθαι πατέρας τῷ κελεύοντι διδάσκεσθαι παῖδας. Νῦν μὲν οὖν ἐξηγοῦμαί σοι πρὸς τὰ κάλλιστα καὶ οἷον δεξιὰν φιλίας δέχου τὰ γράμματα. Εἰ δὲ ἀντεπιθείης καὶ πολλάκις τοῦτο ποιεῖν βουληθείης, ἴσως ποιήσεις καὶ γέροντα αἰχμητήν, οὐδὲν τοῦ Νέστορος ἀγεννέστερον.
ΜΕΛΕΤΙΩΙ Οὔτε ἐδεξάμην σου γράμματα πώποτε, τοσοῦτος ἐξ οὗ χρόνος ἤδη, πῶς οἴει ποθῶν· οὔτε ἐπέσταλκα, πείθομαι δὲ ὅτι καὶ αὐτῷ ποθοῦντι. Ὢ τῆς ἀργίας, ἵνα μὴ λέγω τῆς ἀναλγησίας· μικρὸν καὶ ὁ Ἀργανθώνιος ἡμῖν εἰς ὕπνου λόγον, οὕτως ἐκαθευδήσαμεν. Ποῦ μὲν ὁ θίασος ἡμῖν ἐκεῖνος; Ποῦ δὲ οἱ κοινοὶ λόγοι καὶ σύλλογοι καὶ ἡ γλυκεῖα πηγὴ καὶ ἄφθονος, ἀφ᾽ ἧς ἠρυόμεθα;
Ἐγὼ μὲν οὖν καὶ διανίσταμαι καὶ τὴν κόνιν ἀποσείομαι, κατὰ τοὺς Ἀχιλλέως ἵππους, ὀψὲ γοῦν (ὀκνῶ γὰρ εἰπεῖν), καὶ τὴν χαιτὴν ἀνασείομαι. Μή με κωμῳδεῖν ὑπολάβῃς. Σοὶ δὲ εἴ τι μέλει τῆς ἡμετέρας φιλίας, ἐξ ὧν ἐπιστέλλεις δηλωθήσεται.
ΑΒΟΥΡΓΙΩΙ Διᾴττειν σε ὡς τοὺς ἀστέρας, ἄλλοτε κατ᾽ ἄλλο μέρος τῆς βαρβαρικῆς ἀνίσχοντα, νῦν μὲν σιτηρέσια τῷ στρατιωτικῷ παρέχοντα, νῦν δὲ βασιλεῖ φαινόμενον μετὰ λαμπροῦ τοῦ σχήματος, ἡ τῶν ἀγαθῶν ἄγγελος φήμη ἀγγέλλουσα ἡμῖν οὐ διαλείπει.
Εὐχόμεθα δὲ τῷ Θεῷ κατὰ λόγον μέν σοι προϊοῦσαν τὴν ἐπιχείρησιν, ἐπὶ μέγα σε προελθεῖν ἀξίωμα καὶ φανῆναί ποτε τῇ πατρίδι σου, ἕως ἐσμὲν ὑπὲρ γῆς καὶ τὸν ἀέρα τοῦτον ἀνέλκομεν. Τοσοῦτον γὰρ μέτεστιν ἡμῖν τοῦ βίου, ὅσον ἀναπνεῖν μόνον.
ΠΕΤΡΩΙ Πλεῖστον ἐμακρύναμεν ἀπ᾽ ἀλλήλων, μήτε κατ᾽ ὄψιν πλησιάσαντες μήτε δι᾽ ἐπιστολῶν ὁμιλήσαντες. Θαρρῶ δὲ ὅτι σωμάτων ἐστὶν ἡ διάστασις, ἀλλ᾽ οὐχὶ πνεύματος. Ἀλλὰ νῦν ὅτε καιρός, καὶ προσαγορεύω σου τὴν εὐλάβειαν καὶ προσεύχεσθαι περὶ ἡμῶν ἀξιῶ, καὶ γήρᾳ καὶ νόσῳ καμνόντων καὶ ἀγωνίᾳ τῆς πολιτείας καὶ τῆς ἐκδημίας.
ΒΑΣΙΛΙΣΣΗΙ Εἰ μὴ περιττὸν τὴν πονοῦσαν ἐγεῖραι πρὸς πόνους, οὐκ ὀκνήσω, τῆς κοινῆς ἕνεκεν ἀσφαλείας, ὅπως ἂν δύνωμαι, τὴν σὴν ἐπιρρῶσαι προθυμίαν οὐ κατὰ προσθήκην ἑτέρων τινῶν ἢ ξένων, ἀλλὰ πρὸς ὑπόμνησιν τῶν ἡμῖν τε πολλάκις εἰρημένων καὶ σοὶ συνήθως ἐκπονουμένων.
Ταῦτα δέ ἐστιν· ἄγειν τὴν ψυχὴν τῶν λυπηρῶν ἀνωτέραν τῇ περὶ τὰ κράτιστα διατριβῇ, ἀποκρίνειν τῆς διανοίας πᾶν ὅσον ἀρετῆς ἀλλότριον καὶ τῆς σῆς ἀνάξιον γνώμης, συντείνειν ἑαυτὴν πρὸς εὐσέβειαν καὶ πᾶσαν εὐκοσμίαν, λεπτύνειν τὸν νοῦν εἰς τὸ μηδὲν μήτε δέχεσθαι μήτε φρονεῖν ἀνεξέταστον, κρατύνειν τὴν φρόνησιν κατὰ πάντα καιρὸν καὶ πάντα τρόπον τῷ προσομιλεῖν ἀεὶ ταῖς τῶν προλαβόντων ὑποθήκαις ὁσίων, προτάττειν πάσης ἀπεχθείας καὶ φιλίας τὴν πρὸς τοὺς οἰκείους καὶ ξένους δικαιοσύνην, σύνοικον ἔχειν καὶ συνόμιλον πάντοτε τὴν σωφροσύνην ἐρριζωμένην εἰλικρινῶς τῇ ψυχῇ καὶ παγίως ἱδρυμένην, μὴ συμμεταβάλλειν τὸν τρόπον ταῖς ἀνωμαλίαις τοῦ βίου καὶ μεταβολαῖς· οὔτε γὰρ ἐν πενίᾳ τὸ φρόνημα τοῦ βίου συστέλλειν εὐπρεπές, οὔτε ἐν περιουσίᾳ μέγα φρονεῖν ἀσφαλές, διὸ δὴ κράτιστον ἀσκεῖν ἐν μὲν τοῖς τέρπουσι τὴν ἐγκράτειαν, ἐν δὲ τοῖς λυπηροῖς τὴν καρτερίαν· ἀμνημονεῖν τῆς παλαιᾶς περιουσίας, αἰτεῖν τὴν αὐτάρκειαν, στέργειν τὸ διδόμενον, ἐλπίζειν τὸ βέλτιον, καὶ φέρειν πράως τὴν τοῦ σώματος ἀρρωστίαν, ἐπὶ μηδενὶ μεμψιμοιρεῖν, μηδὲ σχετλιάζειν, ἀλλ᾽ εὐχάριστον εἶναι περὶ τὴν Πρόνοιαν, ὅση τις εἴη, καὶ κρύπτειν πολλάκις τὰς αἰτίας τῶν γινομένων, ἀλλ᾽ οὐκ ἀμελεῖν τοῦ πρὸς ἀξίαν πρὸς ἣν ἀποδιδοῦσα λογίζου πρὶν ἐξειπεῖν τὸ λεκτέον καὶ πρὸ τοῦ πρᾶξαι τὸ πρακτέον· οὕτω γὰρ δὴ ἔσται σοι πᾶν τὸ ῥηθὲν ἢ πραχθὲν ἀμεταμέλητον.
Εὐσχημονεῖν ἡγοῦ μὴ τοῖς ἔξωθεν προκαλύμμασιν, ἀλλὰ τοῖς τῆς ψυχῆς πλεονεκτήμασιν. Πλοῦτον νόμιζε γνήσιον καὶ βέβαιον τὴν ὀλιγόδειαν· οὐ γὰρ ἐν τῷ πολλὰ κεκτῆσθαι τὸ πλουτεῖν ἐστι βεβαίως, ἀλλὰ τῷ μὴ πολλῶν δεῖσθαι· τὸ μὲν γὰρ ἐπὶ σοί, τὸ δὲ τῶν ἔξωθεν.
Ῥύθμιζε τὸν μὲν τρόπον ἐπιεικείᾳ, τὸ δὲ ἦθος ἀταραξίᾳ, τὴν δὲ γλῶσσαν βραχυλογίᾳ. Διὰ δὲ τούτων κόσμει τὴν μὲν κεφαλὴν τῷ σκέπειν, τὰς δὲ ὀφρῦς τῷ κατεσταλμένας ἔχειν, τοὺς δὲ ὀφθαλμοὺς τῷ συννεύειν καὶ κοσμίως βλέπειν, τὸ δὲ στόμα τῷ μηδὲν ἀπρεπῶς λαλεῖν, τὰ δὲ ὦτα τῷ μόνον τοῖς σπουδαίοις ὑπέχειν, σύμπαν δὲ τὸ πρόσωπον τῷ ἐξ αἰδοῦς χρώματι.
Ἐν πᾶσι δὲ καὶ διὰ πάντων φύλασσε σεαυτὴν ἀμόλυντον, ὥσπερ τι κειμήλιον ἄψαυστον. Κόσμος γὰρ οἰκεῖος καὶ πρέπων γυναιξί, σεμνότης, εὐστάθεια, σωφροσύνη. Τρυφὴν νόμιζε καλλίστην ὁμοῦ καὶ ῥᾴστην τὴν χρειώδη τροφήν· αὕτη γὰρ καὶ καθ᾽ ἑαυτὴν ἐπαινετὴ καὶ πρὸς τὸν ἐν σωφροσύνῃ βίον αἱρετὴ καὶ πρὸς ὑγίειαν ἀρίστη, καὶ συμμετρίαν καὶ τὴν ἄλλην εὐκοσμίαν καὶ παιδείαν οὐκ ἀνόνητος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.