Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί

Γρηγόριος ὁ Ναζιανζηνός

Επιστολές προς αξιωματούχους και τον Γρηγόριο Νύσσης

Αλληλογραφία με άρχοντες για φορολογικά θέματα και φιλία, καθώς και επιστολές προς τον Γρηγόριο Νύσσης για την αντιμετώπιση αιρετικών και τον θάνατο του Βασιλείου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 12 από 29

ΙΟΥΛΙΑΝΩΙ Ἐμοὶ πρὸς σὲ φιλίας μὲν πολλὰ δίκαια, καὶ εἰ μή τι ἄλλο, οἱ λόγοι ὧν οὐδὲν τοῖς πολλοῖς αἰδεσιμώτερον οὐδὲ οἰκειότερον· ἀπεχθείας δὲ ὑπόθεσις οὐδεμία οὔτε ἐστί, μήτε γένοιτο. Ἃ γὰρ πρὸς τὸν ἀδελφὸν Νικόβουλον ἢ παρὰ Νικοβούλου λελύπησαι, οὐκ ἐμὰ μᾶλλον ἢ τὰ ἐν Ἰνδοῖς πραττόμενα· ὅσον ἐπὶ τὸ μὴ συναρέσκεσθαι μηδενὶ τῶν γεγενημένων.

Μὴ τοίνυν ἐμοὶ ταῦτα λογίσῃ μηδὲ διὰ τοῦτο χεῖρόν τι βουλεύσῃ περὶ σεαυτοῦ· ἀλλ᾽ ἣν ὑπέσχου τοῖς πτωχοῖς φιλανθρωπίαν, ταύτην ἐπιτελῆ ποίησον. Καὶ μέν τοι καὶ τοὺς περὶ ἐμὲ κληρικοὺς ὅσους παρῃτησάμην τῆς ἀπογραφῆς ἐλευθέρωσον, ἐκεῖνο ἐνθυμηθεὶς ὅτι λίαν τῶν ἀτόπων ἐστὶν ἄλλους μὲν καὶ οὐσίαν ὅλην καθιεροῦν τῷ Θεῷ, σὲ δὲ μηδὲ προῖκα βούλεσθαι εἶναι χρηστόν, καὶ ἄλλαις μὲν πόλεσι πάντας τοὺς περὶ τὸ βῆμα δοθῆναι, ἡμῖν δὲ μηδὲ τοὺς συνόντας καὶ θεραπεύοντας, καὶ ταῦτα παρ᾽ ὑμῶν τῶν οἰκειοτάτων οὓς τυχὸν οὐκ αἰσχυνοῦμεν.

Ταῦτα ἐπισταλῆναί σοι παρ᾽ ἡμῶν καλῶς εἶχε. Συντυχεῖν δὲ οὐκ ἐξεγένετο, ἐπειδή με ἡ νόσος ἐξώρμησε πρὸς τὰ Τύανα θεραπείας τευξόμενον, ἕως καιρός· καὶ συγγίνωσκε. Ἀντὶ δὲ ἡμῶν ἔχεις Θεὸν παρόντα καὶ βοηθοῦντα τοῖς πένησι, τὸν πολὺ τῆς παρουσίας ἡμῶν αἰδεσιμώτερον.

ΤΩΙ ΑΥΤΩΙ Ἐκάλεσας ἡμᾶς ἐπὶ τὴν μονήν, καλῶς γε ποιῶν, ὡς κοινωνοὺς τοῦ κατὰ τὴν ἐπανίσωσιν σκέμματος· καὶ γάρ ἐστιν οὐ μικρᾶς τὸ πρᾶγμα φροντίδος. Ἐγὼ δέ, εἰ μὲν ὑγιαίνων ἐτύγχανον, σφόδρα ἂν ἀπήντησα προθύμως· καὶ ἥξω δέ, ὅταν οἷόν τε ᾖ, Θεοῦ θέλοντος. Νῦν δὲ διὰ γραμμάτων πληρῶ τὰ τῆς παρουσίας.

Οἶδά σε καὶ γονέων ὄντα ἱερῶν καὶ τῷ θείῳ φόβῳ συνηυξημένον ἄνωθεν. Ἃ οὖν ἐπίστασαι συμφέρειν σοι καὶ πρὸς εὐδοξίαν καὶ πρὸς ἀσφάλειαν ψυχῆς, ταῦτα δηλονότι ποιήσεις κἂν αὐτοὶ μὴ γράφωμεν. Εἰ δέ τι καὶ ἡμᾶς συνεισενεγκεῖν δεῖ, τοῦτο γνωρίζομεν ὅτι ἀντ᾽ ἄλλης τινὸς πολιτείας ἣν εἰσφέρουσι τῷ Θεῷ χριστιαναὶ ψυχαί, τοῦτό σοι πρόκειται νῦν· καὶ μεγάλα σεαυτῷ θησαυρίσεις τοῦ κοινοῦ φροντίσας καὶ εἴ τι πρὸ τούτου διετέθη κακῶς καὶ τοῦτο ἐπανορθωσάμενος.

Ἓν δὲ καὶ μέγιστον εἰς ἀσφάλειαν (ὃ καὶ πρῶτόν σοι φυλακτέον), συνεργοὺς λαβεῖν οὓς καὶ συνέσει καὶ τρόπῳ διαφέρειν τῶν ἄλλων γινώσκεις. Τί γὰρ ὄφελος κυβερνήτην εἶναι χρηστόν, πονηροῖς χρώμενον ἐρέταις;

ΤΩΙ ΑΥΤΩΙ Ἔχω τὴν ὑπόσχεσιν καὶ θαρρῶ τῷ τρόπῳ δι᾽ ὃν ἔχω καὶ τὴν δωρεάν. Μάλιστα μὲν οὖν οἶδε τὸ μέτρον τῶν ἐπιδόσεων καὶ τῶν ἀντιδόσεων ὁ μέγας τῶν χρεῶν διαλύτης· εἰ δὲ καὶ ἐφ᾽ ἡμῖν ἐστι τὰ τοιαῦτα συντίθεσθαι, παρ᾽ ἡμῶν ἡ θυσία, παρὰ σοῦ τὸ φιλάνθρωπον. Μερισώμεθα τὴν ἀντίδοσιν.

ΕΥΤΡΟΠΙΩΙ Τί τοῦτο; Εὐτρόπιος ὁ μέγας ἐν ἡμετέροις· καὶ ἡμεῖς ἀκούομεν, ἀλλ᾽ οὐκ ἀπολαύομεν. Ὁ δὲ Τάνταλος ἐκεῖνος τί ποτ᾽ ἄλλο ἢ τοῦτο ἦν, ἐν μέσαις πηγαῖς δίψει τηκόμενος; Σὺ μὲν οὖν ποθεῖς τὴν συντυχίαν τὴν ἡμετέραν, ὡς γράφεις, καὶ καλῶς ποιεῖς· ἔδει γὰρ ὄντα σε ὅπερ εἶ μὴ περιφρονεῖν τοὺς φίλους, ἀλλὰ καὶ ὁδοῦ πάρεργον εὖ ποιεῖν ἡμᾶς καὶ ταῦτα τιμᾶν μετὰ τὴν ἀρχὴν ἃ καὶ ἄρχων τιμᾶν ἠξίους.

Ἐμὲ δὲ πῶς οἴει διακεῖσθαι καὶ τίνα ἔχειν τὴν ψυχήν, ποθοῦντα μὲν οὐχ ἧττον, εἰ μὴ καὶ μᾶλλον, ὡς τὸ εἰκὸς (τὸ γὰρ αἰδεσιμώτερον, ποθεινότερον), τῇ δὲ ἀρρωστίᾳ πεπεδημένον; Σὺ δέ μοι γενοῦ τὸ Αἰγύπτιον φάρμακον, εἴτε λόγος τοῦτο ἦν, εἴτε τι ἕτερον, ᾧ φαρμακεύει τὰς ψυχὰς Ὅμηρος ἐν ταῖς λύπαις.

Γενήσῃ δὲ πῶς; Πρῶτον μὲν συγγινώσκων, ἕτοιμον γὰρ τὸ χρηστὸν εἰς συγγνώμην· ἔπειτα παιδεύων ἡμᾶς ἐξ ὧν ἂν ἐπιστέλλῃς, ἐπεὶ καὶ ἄρχοντά σε τῆς ἀρετῆς μᾶλλον ἢ τῆς ἐξουσίας θαυμάζειν εἴχομεν.

ΤΩΙ ΑΥΤΩΙ Ἄλλος μὲν ἄλλο τι τῶν σῶν ἐπαινείτω, πάντως δὲ ἀρκέσεις γλώσσαις πολλαῖς μεριζόμενος· ἐγὼ δὲ ὃ μάλιστα θαυμάσας ἔχω, τοῦτο ἐρῶ. Τοσοῦτόν σοι καλοκἀγαθίας καὶ λόγων περίεστιν ὥστε σοι καὶ τοῦτο μόνον φίλους ποιεῖν, τὸ νομισθῆναί τινας τοιούτους.

Ἐμὲ γοῦν πρὸς πᾶσιν οἷς γε τετίμηκας οὖσι τοιούτοις ἡνίκα τὸν ὑψηλότατον εἶχες θρόνον ἔχοντα τὸ ἐπίφθονον ἔτι, καὶ κατὰ τὴν Ἀσίαν περιτυχών, εἴ τι μέμνησαι (μέμνησαι δὲ οἶδ᾽ ὅτι τηλικοῦτος ὢν καὶ τὰ φιλικά, μετὰ τῆς ἐν πᾶσι τελειότητος), τά τε ἄλλα εἶδες ὡς ἥδιστα καὶ γράφειν διεκελεύσω, λόγους τιμῶν τοὺς σούς.

Οὐ μόνον δέ, ἀλλὰ καὶ γράψαι πρότερος ἠξίωσας, τοὺς ἀγαθοὺς τῶν γραφέων μιμούμενος οἳ τῷ παραδεικνύναι τὰ πολλὰ τοὺς μαθητὰς ἐκπαιδεύουσι. Τοῦτο οὖν νῦν τε πεποίηκας εὖ ποιῶν· καὶ τοῦ λοιποῦ χαρίζεσθαι μὴ κατόκνει, κἄν σε ὑψηλὸν αὖθις οἱ θρόνοι φέρωσιν (οἴσουσι γὰρ τὴν ἀρχήν, οὐ τὴν ἀρετήν· οὐδὲ γὰρ ἔχεις ὅ τι ὑψωθῇς κατὰ ταύτην, ἥκων πρὸς τὸ ἀκμαιότατον).

Ἀλλὰ καὶ τὰ κοινὰ πράττων τῶν φίλων μὴ ἀμέλει, κατὰ τοὺς Ὁμηρικοὺς νεανίας ἐν μέσῳ πολέμῳ τὰ φιλικὰ σπουδάζοντας, ἐπειδὴ καὶ τούτῳ ποικίλλει τὴν ποίησιν ὁ σὸς Ὅμηρος.

ΓΡΗΓΟΡΙΩΙ ΝΥΣΣΗΣ Μὴ σφόδρα δάκνου τοῖς λυπηροῖς. Ἃν γὰρ ἧττον λυπώμεθα, ἧττόν ἐστι λυπηρά. Οὐδὲν δεινὸν εἰ ἀνεθάλφθησαν οἱ αἱρετικοὶ καὶ τῷ ἔαρι θαρροῦσι τῶν φωλεῶν ἐξερπύσαντες, ὡς γράφεις. Μικρὰ συριοῦσιν, εὖ οἶδα, εἶτα καταδύσονται, καὶ τῇ ἀληθείᾳ καὶ τῷ καιρῷ πολεμούμενοι, καὶ τόσῳ μᾶλλον ὅσῳπερ ἂν τῷ Θεῷ τὸ πᾶν ἐπιτρέπωμεν.

ΤΩΙ ΑΥΤΩΙ Περὶ ὧν ἐπέσταλκας, οὕτως ἔχομεν· οὔτε ὑπερορώμενοι δυσχεραίνομεν, καὶ τιμώμενοι χαίρομεν. Τοῦ μὲν γὰρ ἡμεῖς ἄξιοι, τὸ δὲ τῆς ὑμετέρας φιλοτιμίας. Προσεύχου περὶ ἡμῶν. Τῇ βραχυλογίᾳ συγγίνωσκε· πάντως γάρ, εἰ καὶ μικρὰ ταῦτα, σιωπῆς γε μακρότερα.

ΤΩΙ ΑΥΤΩΙ Καὶ μένων συνεκδημῶ διὰ τῆς ἀγάπης ὑμῖν· πάντα γὰρ ὁ πόθος κοινοποιεῖ τὰ ἡμέτερα. Καὶ πολλὰς ἐλπίδας ἔχω, τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ θαρρῶν καὶ ταῖς ὑμετέραις εὐχαῖς, ὅτι πάντα κατὰ νοῦν ὑμῖν ἐκβήσεται καὶ ἡ καταιγὶς εἰς αὔραν λυθήσεται καὶ τοῦτον ὑμῖν ὁ Θεὸς τῆς ὀρθοδοξίας δώσει μισθὸν τὸ τοὺς ἐπηρεάζοντας ὑπερσχεῖν.

Μάλιστα μὲν οὖν ἴδοιμεν ὑμᾶς ἐν τάχει καὶ ἀπολάβοιμεν ὡς εὐχόμεθα. Εἰ δὲ χρονίζοιτε, τῶν πραγμάτων οὕτω τυπούντων, γράμμασι γοῦν εὐφραίνειν ἡμᾶς μὴ ἀπαξιοῦτε δηλοῦσι τὰ ὑμέτερα καὶ προσεύχεσθαι τὰ συνήθη περὶ ἡμῶν. Ἐρρωμένους ὑμᾶς καὶ τοῖς πᾶσιν εὐθύμους ὁ ἀγαθὸς Θεὸς χαρίσαιτο, τῆς Ἐκκλησίας τὸ κοινὸν ἔρεισμα.

ΒΙΤΑΛΙΑΝΩΙ Οὐ συνεχῶς ὁμιλοῦμέν σοι. Τὸ δὲ αἴτιον, ὅτι πολλοὶ περὶ σέ, καὶ οἷς ἥκιστα χαίρομεν. Εἰ δ᾽ ἀνακαθήραις σαυτὸν τῶν πολλῶν καὶ σύνοικον ἔχοις τὴν ἀρετήν, ὄψει καὶ χωλῶν δρόμον, ὡς ἡ παροιμία. Τοῦτο γὰρ καὶ ὑπισχνούμεθα σὺν Θεῷ καὶ πράξομεν.

ΓΡΗΓΟΡΙΩΙ ΝΥΣΣΗΣ Καὶ τοῦτο ἀπέκειτο τῇ μοχθηρᾷ μου ζωῇ, τὸ Βασιλείου θάνατον ἀκοῦσαι καὶ τῆς ἁγίας ἐκείνης ψυχῆς ἐκδημίαν, ἣν ἐξεδήμησεν ἀφ᾽ ἡμῶν ἵν᾽ ἐνδημήσῃ πρὸς Κύριον, πάντα τὸν βίον μελέτην τούτου πεποιημένος.

Ἀλλ᾽ ἐγὼ μὲν μετὰ τῶν ἄλλων καὶ τοῦτο ἀφῄρημαι διὰ τὸ καὶ νῦν ἔτι πονηρῶς ἔχειν τοῦ σώματος καὶ λίαν ἐπικινδύνως, τὸ καὶ περιπτύξασθαι τὴν ἁγίαν κόνιν καί σοι παρεῖναι τὰ εἰκότα φιλοσοφοῦντι καὶ τοὺς κοινοὺς ἡμῶν φίλους παραμυθήσασθαι.

Τὸ γὰρ τὴν τῆς Ἐκκλησίας ἰδεῖν ἐρημίαν, τοιαύτην ἀποκειραμένης δόξαν καὶ τοιοῦτον ἀποσεισαμένης στέφανον, οὔτε ὄψει θεατὸν οὔτε ἀκοῇ χωρητὸν τοῖς γε νοῦν ἔχουσι. Σὺ δέ μοι δοκεῖς, πολλῶν ὄντων καὶ φίλων καὶ λόγων τῶν εἰς παράκλησιν, ὑπ᾽ οὐδενὸς ἂν οὕτω παρακληθῆναι ὡς ὑπὸ σεαυτοῦ καὶ τῆς ἐκείνου μνήμης· οἳ καὶ τοῖς ἄλλοις πᾶσι γεγόνατε φιλοσοφίας ὑπόδειγμα καὶ οἷόν τις στάθμη πνευματικὴ τῆς τε ἐν τοῖς χρηστοῖς εὐταξίας καὶ τῆς ἐν τοῖς ἀνιαροῖς καρτερίας, ἐπειδὴ δύο ταῦτα οἶδε φιλοσοφία εὐπραξίαν τε διαθέσθαι μετρίως καὶ συμφορὰν εὐσχημόνως.

Ταῦτα παρ᾽ ἡμῶν πρὸς τὴν σὴν τιμιότητα· ἐμὲ δὲ τίς παραμυθήσεται χρόνος ἢ λόγος, τὸν ταῦτα γράφοντα, πλὴν τῆς σῆς συνουσίας καὶ ὁμιλίας, ἣν ἀντὶ πάντων ἡμῖν ὁ μακάριος καταλέλοιπεν, ἵν᾽ ἐν σοὶ τὰ ἐκείνου καθορῶντες ὥσπερ ἐν ἐσόπτρῳ καλῷ τε καὶ διαυγεῖ, κἀκεῖνον ἔχειν νομίζωμεν;