Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί

Γρηγόριος ὁ Ναζιανζηνός

Επιστολές προς τον Εύδοξιο περί ρητορικής και φιλοσοφίας

Προτροπές για την εγκατάλειψη της κοσμικής ρητορικής υπέρ της αληθινής κατ' Θεόν φιλοσοφίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 21 από 29

ΤΩΙ ΑΥΤΩΙ Τί φῶμεν πεπονθέναι σε πρὸς ἡμᾶς, ὦ θαυμάσιε; Τίς ἡ τοῦ μὴ γράφειν αἰτία; Οὔτε ὑπεροψίαν ἐγκαλέσομεν, οὔτε ἀργίαν, οὔτε τὸ μὴ ἔχειν ὅ τι γράψεις· οὐ πρὸς σοῦ τὸ ταῦτα παθεῖν. Ἦ που τῶν ἰάμβων ἡμῖν μνησικακεῖς, ὧν ὁ κακῶς ἀπολούμενος Οὐαλεντῖνος προσέπτυσε, καὶ ταῦτα σοῦ θέλοντος.

Οὐ γὰρ ἦν ῥήτορος ἀνδρὸς καὶ δεινοῦ ἄνδρ᾽ ἐπαμύνασθαι, ὁπότε τις πρότερον ἰαμβοποιεῖν τοιαῦτα κατετόλμησεν. 〈Ἀλλ᾽, Ἀχιλεῦ, δάμασον θυμὸν μέγαν〉 ... καὶ κίνησον αὖθις ἡμῖν τὴν γραφίδα, τὴν σὴν μελίαν· μὴ δόξῃς, μικρὰ πεπονθώς, ἀπαντᾶν εἰς μείζω, τὸν ἐπισκοπικὸν τρόπον.

Ἵππευε, θήρα, βάδιζε ὡς ἂν ἐθέλῃς, ἐμοῦ γε εἵνεκα, οὔτε τι γράψομεν ἔτι, οὔτε προσπαίξομεν. Καὶ ταῦτα ἱκανῶς, τοσούτου τιμώμεθα τὴν σὴν φιλίαν. Ἡ μὲν οὖν παιδιὰ τοσαύτη καὶ ἐπὶ τοσοῦτον. Ὃ δὲ οὐκέτι παιζόντων ἐστίν, ἀλλὰ καὶ λίαν σπουδαζόντων, τὸν γλυκύτατον υἱὸν ἡμῶν Νικόβουλον αὖθις ἐγχειρίζομέν σοι.

Καὶ δέχοιο παρ᾽ ἡμῶν τοῦτον ὡς παρ᾽ ἡμῶν, τὸ μὲν ῥητορικὸν ἔργον τῷ πατρὶ χαριούμενος, τὸ δὲ σοφιστικὸν ἡμῖν. Οἶδα γὰρ ὅτι θελήσαντί σοι τὸ πρᾶγμα ἐπίδρομον. Τοῖς δὲ θαυμασίοις σοφισταῖς τὴν ὀφρῦν μόνον ἀφήσεις, καὶ τὸ περὶ τοῦ πλείονος μάχεσθαι.

ΤΩΙ ΑΥΤΩΙ Πῶς σοι τὰ τῆς ἀρετῆς ἔχει; καὶ εἰ κατὰ Θεόν τι προεληλύθαμεν; ὃ παντός σοι μᾶλλον ἁρμόζειν ὑπολαμβάνομεν. Ταῦτα γὰρ ἡμῖν φίλον καὶ ἀνερωτᾶν καὶ ἀκούειν. Τὰ δὲ ἄλλα χαίρειν ἐάσωμεν, ὅπως ἂν ἔχῃ. Καίτοι κἂν εἰ βουλοίμεθα καὶ ταῦτα δεξιῶς ἔχειν, δι᾽ ἓν τοῦτο βουλοίμεθ᾽ ἄν, ἵνα ἔχῃς ὧν ὑπερεῖδες καὶ πλείω φιλοσοφῇς ἐπὶ μείζοσι.

Ταῦτα καὶ προσείρησο παρ᾽ ἡμῶν, καὶ τῷ καλῷ Νικοβούλῳ γενοῦ τοιοῦτος οἷον ἐλπίζομεν. Ἐὰν δὲ καὶ πλέον αἰτῶμεν, τὴν ἀπληστίαν ἡμῶν, ὡς φιλότιμος, κόρεσον.

ΤΩΙ ΑΥΤΩΙ Νόμος ἦν Ἀθήνησι παλαιός, ὡς δ᾽ ἐγώ φημι, καὶ κάλλιστα ἔχων, ἐπειδὰν φθάσαιεν εἰς ἥβην οἱ νέοι, πρὸς τέχνας ἄγεσθαι, ἄγεσθαι δὲ τοῦτον τὸν τρόπον· προτίθεσθαι δημοσίᾳ τέχνης ἑκάστης ὄργανα καὶ προσάγεσθαι τούτοις τοὺς νέους· ὅτῳ δὲ τύχοι χαίρων ἕκαστος καὶ προστρέχων, τούτου καὶ τὴν τέχνην διδάσκεσθαι· ὡς τοῦ μὲν κατὰ φύσιν ἐπιτυγχάνοντος ὡς τὰ πολλά, τοῦ δὲ παρὰ φύσιν διαμαρτάνοντος.

Τί μοι βούλεται τὸ διήγημα; Καὶ σέ φημι χρῆναι, πρὸς φιλοσοφίαν γὰρ ἔχεις ἐπιτηδείως, ταύτης μὴ ἀμελεῖν, μηδὲ πρὸς ἄλλο τι μᾶλλον ὠθίζεσθαι τῶν οὐκ οἰκείων ἢ ταύτης περιέχεσθαι πρὸς ἣν νένευκας, οὐχ ὅτι ἀρίστη μόνον ἐστίν, ἀλλ᾽ ὅτι καὶ προσφυεστέρα.

Τὸ δὲ μὴ βιάζεσθαι ῥοῦν ποταμοῦ, καὶ ἡ παροιμία κελεύει, καὶ ἱπποσύνην δεδαῶτα μὴ ᾄδειν ἐθέλει ἡ ποίησις· μὴ τί γένηται; μὴ καὶ τῆς ἱπποσύνης διαμάρτῃς καὶ τῆς ᾠδῆς. Ἀλλὰ τίς ἡ ἐπιτηδειότης; Ὡς γοῦν ἐμοὶ θεωρήσαντι κατεφάνη, πρῶτον μὲν ὁ τρόπος καὶ τὸ τοῦ ἤθους γαληνόν τε καὶ ἄτεχνον καὶ πρὸς τὰς τοῦ βίου στροφὰς ταύτας ἀνεπιτήδειον· ἔπειτα τὸ τῆς ψυχῆς εὐφυὲς καὶ ὑψίνουν καὶ πρὸς θεωρίαν εὐκίνητον· τρίτον ἡ νοσοκομία καὶ τὸ τοῦ σώματος ἀσθενές, ἐπειδὴ καὶ τοῦτο οὐ μικρὸν εἰς φιλοσοφίαν εἶναι δοκεῖ τῷ Πλάτωνι.

Καὶ μὴν καὶ ἡλικίας οὕτως ἔχεις ὡς ἤδη τὰ πάθη κλίνεσθαι· καὶ τῇ πενίᾳ οὐ κάμπτεσθαί μοι δοκεῖς μᾶλλον ἢ καλλωπίζεσθαι· τό τε αἰσχύνεσθαι εἰδέναι, οὐ κατὰ ῥήτορας. Ἀλλ᾽ οὐδὲ φωνὴ μιαρά σοι, οὐδὲ γέγονας κακός, οὐδὲ ἀγοραῖος εἶ, οὐδέ τι τῶν τοιούτων ἔχεις, ἵν᾽ εἴπω συντόμως, οἷς πλάττει τὸν Ἀγοράκριτον εἰς δημαγωγίαν Ἀριστοφάνης· ἀλλὰ ῥήτωρ καλούμενος, πάντα πρότερον ἢ κατὰ τὸ ἦθος τελεῖς εἰς ῥήτορας.

Μὴ τοίνυν θελήσῃς προέσθαι τῆς φιλοσοφίας ὄσον προείληφας, μηδὲ τὰ δεύτερα ἔχειν ἐν τοῖς δευτέροις μᾶλλον ἢ τὰ πρῶτα ἐν τοῖς μεγίστοις· εἰ δὲ καὶ τὰ πρῶτα τῶν ἐνταῦθα δοίημεν, μὴ ἀνάσχῃ ἀριστεύειν ἐν κολοιοῖς, ἀετὸς εἶναι δυνάμενος.

Μέχρι τίνος φυσώμεθα τοῖς μικροῖς καὶ χαμαὶ ἐρχομένοις, καὶ παίζομεν ἐν μειρακίσκοις καὶ πλάσμασι, καὶ ὑπὸ τῶν κρότων αἰρόμεθα; Μεταβῶμεν ἐντεῦθεν, ἄνδρες γενώμεθα, ῥίψωμεν τὰ ὀνείρατα, παραδράμωμεν τὰς σκιάς, ἄλλοις παρῶμεν τὰ τερπνὰ τοῦ βίου καὶ πλέον ὀδυνηρά.

Ἄλλους πεττευέτω καὶ μεταρριπτείτω καὶ παιζέτω φθόνος καὶ χρόνος καὶ τύχη, ὃ δή φασι τῶν ἀνθρωπίνων τὸ ἄστατον καὶ ἀνώμαλον, ἐρρέτωσαν θρόνοι, δυναστεῖαι, πλοῦτοι, λαμπρότητες, ἐπάρματα, πτώματα, τὸ εὐτελὲς τοῦτο δοξάριον καὶ ἀπόπτυστον ᾧ μᾶλλον ἀδοξήσειεν ἄν τις αἰρόμενος ἢ γελώμενος τὰ τῆς μεγάλης ταύτης σκηνῆς παίγνιά τε καὶ θεατρίσματα.

Ἡμεῖς δὲ τοῦ λόγου περιδραξώμεθα καὶ Θεὸν ἀντὶ πάντων ἔχειν ἑλώμεθα, τὸ μόνον διαρκὲς ἀγαθὸν καὶ ἡμέτερον, ἵν᾽ ἡμῖν καὶ τὸ ἐνταῦθα εὐδοκιμεῖν γένηται, τοῖς ἔτι μικροῖς καὶ τοῦτο ζητοῦσιν, ἢ τὸ ἐκεῖθεν πάντως, ἐπειδὴ τῆς ἀρετῆς ἆθλον Θεὸν γενέσθαι καὶ τῷ καθαρωτάτῳ φωτὶ καταστράπτεσθαι τῷ ἐν τῇ τρισσῇ μονάδι θεωρουμένῳ, ἧς νῦν μετρίως ἔχομεν τὰς αὐγάς.

Πρὸς ταῦτα ἴθι, πρόβαινε, πτεροῦ τῇ διανοίᾳ, λαβοῦ τῆς αἰωνίου ζωῆς, μηδαμοῦ στῇς τῶν ἐλπίδων, ἕως οὗ ἔλθῃς ἐπὶ τὸ ἄκρον ἐφετὸν καὶ μακάριον· καὶ ἡμᾶς ἐπαινέσεις, εὖ οἶδα, νῦν μὲν ὀλίγα, μικρῷ δὲ ὕστερον ἀφθονώτερα, ἐπειδὰν ἴδῃς σεαυτὸν ἐν οἷς ὑπισχνούμεθα καὶ μὴ κενὴν μακαρίαν ταῦτα εὑρίσκῃς μηδὲ διανοίας ἀναπλασμούς, ἀλλὰ πραγμάτων ἀλήθειαν.

ΤΩΙ ΑΥΤΩΙ Τί φῄς; πείθομέν σε τοῖς λόγοις τούτοις καὶ μεταθήσῃ τὴν παίδευσιν καὶ μεθ᾽ ἡμῶν ταχθήσῃ τῶν ποτε κατὰ σέ, νῦν δέ, εἰ δίδως εἰπεῖν, ὑπὲρ σέ; ἢ δεῖ σοῦ κατεπᾴδειν μακρότερα; Μηδαμῶς, ὦ θαυμάσιε, μὴ τοῦτ᾽ ἀναμείνῃς.

Αἰσχρὸν γὰρ τὸ πλεῖον ἔχοντα, τὸ πᾶν ἐλλείπειν. Εἰ γὰρ ἡ ἀρχὴ τὸ ἥμισυ τοῦ παντὸς γίνεται, τοῦ ἡμίσεος τὸ πλέον τί ἄλλο γε, ἢ τὸ πᾶν; Εἰ μὲν οὖν ἀρκοῦντες ἡμεῖς εἰς παραίνεσιν, ἔχει ταῦτα καλῶς καὶ μηδὲν πλέον ἐπιζητείσθω.

Εἰ δὲ δεῖ σοι καὶ κρείττονος συμβούλου, μετὰ βουλῆς μὲν οἰνοποτεῖν Σολομών σοι διακελεύεται, ἵνα μὴ τῇ τοῦ βίου μέθῃ καὶ δίνῃ περιτραπῇς, ἐγὼ δέ τί φημι μικρὸν τῆς συμβουλῆς παρατρέψας· Μετὰ Θεοῦ βουλεύου, καὶ οὐ διαμαρτήσεις τοῦ δέοντος.

ΤΩΙ ΑΥΤΩΙ Πατρὸς εἶς ἀγαθοῖο, φίλον τέκος, οἷα πυνθάνομαι περὶ σοῦ. Μόνον ἐπαίρου καὶ κατευοδοῦ καὶ βασίλευε· καὶ ἡμεῖς εὐθυμήσομεν, κἂν μήπω τὴν φιλοσοφίαν ὁμολογῇς. Οὐ γὰρ οἷς λέγεις προσέχομεν μᾶλλον, ἢ οἷς ποιεῖς· ἐπειδὴ καὶ αὐτὸ τὸ μὴ ὁμολογεῖν τὴν φιλοσοφίαν σφόδρα φιλόσοφον. Ὃ περὶ τοῦ Λυσίου τοῦ ῥήτορός φησιν ὁ κριτικὸς Διονύσιος, ὅτι τὸ ἄτεχνον αὐτοῦ λίαν ἔντεχνον ἦν.