Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί

Γρηγόριος ὁ Ναζιανζηνός

Επιστολές περί της απώλειας του Καισαρίου και προς τον Φιλάγριο

Αναπολήσεις και στοχασμοί με αφορμή τον θάνατο του Καισαρίου, καθώς και επιστολές προς τον Φιλάγριο για την υπομονή στη νόσο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 6 από 29

ΣΩΦΡΟΝΙΩΙ Ὁρᾷς οἷα τὰ ἡμέτερα καὶ ὅπως κύκλος τις τῶν ἀνθρωπίνων περιτρέχει πραγμάτων· νῦν μὲν τῶν, νῦν δὲ τῶν ἀνθούντων καὶ ἀπανθούντων, καὶ οὔτε τοῦ εὖ πράττειν ἑστῶτος ἡμῖν, οὔτε τοῦ δυστυχεῖν, ὃ δὴ λέγουσιν, ἀλλὰ τάχιστα μετακινουμένου καὶ μεταπίπτοντος, ὡς αὔραις εἶναι μᾶλλον πιστεύειν καὶ γράμμασι καθ᾽ ὕδατος ἢ ἀνθρώπων εὐετηρίᾳ.

Τίνος ἕνεκεν; ἐμοὶ δοκεῖν, ἵνα τὸ ἐν τούτοις ἄστατον καὶ ἀνώμαλον θεωροῦντες, μᾶλλόν τι προστρέχωμεν τῷ Θεῷ καὶ τῷ μέλλοντι, καί τινα ποιώμεθα καὶ ἡμῶν αὐτῶν ἐπιμέλειαν, βραχέα τῶν σκιῶν καὶ τῶν ὀνειράτων φροντίζοντες.

Ἀλλὰ πόθεν ἡμῖν ὁ λόγος; Οὐ γὰρ εἰκῇ ταῦτα φιλοσοφῶ, οὐδὲ διακενῆς καλλωπίζομαι. Ἦν ποτε τῶν οὐκ ἀφανῶν καὶ ὁ σὸς Καισάριος, εἰ δὲ μὴ ὡς ἀδελφὸς ἀπατῶμαι, καὶ τῶν λίαν ἐπιφανῶν, γνώριμος μὲν ἐπὶ παιδεύσει, καλοκἀγαθίᾳ δ᾽ ὑπὲρ τοὺς πολλούς, λαμπρὸς δὲ φίλων περιουσίᾳ, ὧν πρῶτον ἐν πρώτοις σέ τε καὶ τὴν σὴν εὐγένειαν ὑπάρχειν αὐτῷ αὐτός τ᾽ ἐφρόνει καὶ ἡμᾶς ἔπειθε.

Τὰ μὲν δὴ παλαιὰ ταῦτα, καὶ τὰ πλείω παρὰ σεαυτοῦ προσθήσεις τιμῶν αὐτὸν ἐπιτάφια, καὶ ὃ φύσει πάντες ἔχομεν ἄνθρωποι μᾶλλόν τι τῷ ἀπελθόντι χαριζόμενος. Τὰ δὲ νῦν, —καὶ ὅπως μοι μὴ παραδράμῃς ἀδακρυτὶ τὸν λόγον ἢ δακρύσαις γ᾽ εἰς καλὸν καὶ χρήσιμον, —ὁ μὲν κεῖται νεκρός, ἄφιλος, ἔρημος, ἐλεούμενος, σμύρνης ὀλίγης ἠξιωμένος (εἴ γε καὶ τοῦτο), καὶ μικρῶν ἐνδυμάτων τῶν τελευταίων (πολύ γ᾽ ὅτι τούτων).

Ἐπιπεπτώκασι δ᾽ οἱ ἐχθροί, ὥς γε πυνθάνομαι, καὶ ἄλλος ἄλλοθεν τὰ ἐκείνου κατὰ πολλὴν ἐξουσίαν οἱ μὲν διαρπάζουσιν, οἱ δὲ μέλλουσιν. Ὢ τῆς ἀναλγησίας, ὢ τῆς ὠμότητος· καὶ ὁ κωλύσων οὐδείς, ἀλλ᾽ ὅ γε φιλανθρωπότατος τοῦτο χαρίζεται μόνον, ἀνακαλεῖται τοὺς νόμους· καὶ εἰ δεῖ συντόμως εἰπεῖν, δρᾶμα γεγόναμεν, οἵ ποτε νομισθέντες εὐδαίμονες.

Ταῦτα μὴ ἀνεκτὰ φανήτω σοι· ἀλλὰ καὶ συνάλγησον καὶ συναγανάκτησον καὶ δὸς χάριν νεκρῷ Καισαρίῳ. Ναὶ πρὸς τῆς φιλίας αὐτῆς, ναὶ πρὸς τῶν σῶν φιλτάτων καὶ τῶν ἐλπίδων, ἃς ποίησον σεαυτῷ δεξιὰς πιστὸς τῷ ἀπελθόντι φανεὶς καὶ γνήσιος· ἵνα καὶ τοῖς ζῶσι τοῦτο χαρίσῃ καὶ ποιήσῃς αὐτοὺς εὐέλπιδας.

Οἴει περὶ χρημάτων ἡμᾶς ἀλγεῖν; Τὸ τῆς αἰσχύνης ἡμῖν ἀφορητότερον, εἰ δόξειε μόνος τῶν πάντων Καισάριος μὴ ἐσχηκέναι φίλους, ὁ δὴ καὶ πολλοὺς ἔχειν οἰόμενος. Ἡ μὲν οὖν πρεσβεία τοιαύτη καὶ παρὰ τοιούτων, ἐπειδή σοι καὶ τὸ καθ᾽ ἡμᾶς ἴσως οὐ πάρεργον. Ἃ δὲ βοηθήσεις καὶ δι᾽ ὧν καὶ ὅπως, τά τε πράγματα ὑποθήσεται καὶ ἡ σὴ διασκέψεται σύνεσις.

ΦΙΛΑΓΡΙΩΙ Καισάριον οὐκ ἔχω. Ἐρῶ γάρ, καὶ εἰ μὴ φιλόσοφον τὸ πάθος· στέργω τὰ Καισαρίου, καὶ ὅ τί ποτ᾽ ἂν ἴδω Καισαρίου γνώρισμα περιπτύσσομαι καὶ ἀσπάζομαι, καὶ οἱονεὶ αὐτὸν ὁρᾶν δοκῶ καὶ συνεῖναι καὶ διαλέγεσθαι.

Οἷον ἔπαθον καὶ νῦν ἐπὶ τοῖς σοῖς γράμμασιν. Ὁμοῦ τε γὰρ ἀνέγνων τὸ πρόγραμμα τῆς ἐπιστολῆς, τὸ γλυκύ μοι πρᾶγμα καὶ ὄνομα, τὸν Φιλάγριον, καὶ πάντα μ᾽ ἀθρόως ὑπεισῆλθε τά ποτε τερπνά, αἱ πόλεις, αἱ διατριβαί, ἡ τράπεζα, ἡ πενία, τὰ τῆς 〈ἐρατεινῆς ὁμηλικίης〉, ὅ φησιν Ὅμηρος, ἢ παίγνια, ἢ σπουδάσματα, οἱ τῶν λόγων ἱδρῶτες, οἱ κοινοὶ παιδευταί, τὸ τῶν ἐλπίδων ὕψος, πάντα ὅσα ἂν εἴποι τις τῶν τηνικαῦτα καλῶν, οἷς ἐγὼ χαίρω διαφερόντως καὶ μεμνημένος.

Ἵν᾽ οὖν ἔτι μᾶλλον ὁμιλῶμεν τούτοις καὶ διὰ σοῦ, κίνει τὴν γραφίδα καὶ χαρίζου τὸ ἐπιστέλλειν. Πάντως οὐδὲ τοῦθ᾽ ἡμῖν μικρόν, εἰ καὶ τὸ μέγιστον ἥρπασεν ἡμῶν ὁ φθόνος, τὴν συνουσίαν, λυπηρῶς διαθεὶς τὰ ἡμέτερα.

ΤΩΙ ΑΥΤΩΙ Ἃ μέν ἐστί σοι λυπηρά, πάντως καὶ ἡμῖν. Κοινὰ γὰρ πάντα ποιούμεθα τὰ τῶν φίλων, εὖ τε καὶ ὡς ἑτέρως ἔχοντα, ὅσπερ δὴ καὶ φιλίας ὅρος ἐστί. Καίτοι καὶ περὶ τούτων εἴ τι δεῖ φιλοσοφῆσαι καὶ τὰ εἰκότα διαλεχθῆναί σοι (ὥσπερ οὖν δεῖ καὶ ὁ τῆς φιλίας ὑποτίθεται νόμος), οὐ βούλομαί σε, οὐδέ γε καλῶς ἔχειν ὑπολαμβάνω, Φιλάγριον ὄντα καὶ τὰ θεῖα διαφερόντως πεπαιδευμένον, ταὐτὸν πάσχειν τοῖς πολλοῖς, οὐδὲ συγκαταπίπτειν τῷ σώματι, οὐδ᾽ ὡς ἀνήκεστον τὴν κακοπάθειαν ὀδύρεσθαι, ἀλλ᾽ ἐμφιλοσοφεῖν τῷ πάθει, καὶ τὴν διάνοιαν νῦν δὴ καὶ μάλιστα ἐκκαθαίρεσθαι, καὶ κρείττω φαίνεσθαι τῶν δεσμῶν, καὶ ἡγεῖσθαι τὴν νόσον παιδαγωγίαν πρὸς τὸ συμφέρον, τοῦτο δ᾽ ἐστί, περιφρονοῦντα τὸ σῶμα καὶ τὰ σωματικὰ καὶ πᾶν τὸ ῥέον καὶ ταραχῶδες καὶ ἀπολλύμενον, ὅλον τῆς ἄνω γενέσθαι μοίρας, καὶ ζῆν ἀντὶ τοῦ παρόντος τῷ μέλλοντι, 〈θανάτου μελέτην〉 —τοῦτο ὅ φησι Πλάτων—τὸν τῇδε βίον ποιούμενον καὶ λύοντα τὴν ψυχὴν τοῦ εἴτε 〈σώματος〉, εἴτε 〈σήματος〉, κατ᾽ ἐκεῖνον εἰπεῖν, ὅση δύναμις.

Ἂν ταῦτα φιλοσοφῇς, ὦ ἄριστε, καὶ οὕτως ἔχῃς, αὐτός τ᾽ ὀνήσῃ τὰ μέγιστα καὶ ἡμᾶς ἐπὶ σοὶ ῥᾴους ποιήσεις καὶ πολλοὺς διδάξεις ἐμφιλοσοφεῖν τοῖς πάθεσι. Καὶ πρός γε, οὐ μικρὸν κερδανεῖς—εἴ τί σοι καὶ τούτου μέλει—τὸ παρὰ πάντων θαυμάζεσθαι.

Τῶν δὲ πυκτίων ὧν ᾔτησας, τὸ μὲν εὗρον καὶ ἔπεμψά σοι προθύμως, τὸ Δημοσθενικὸν λέγω· τὸ δ᾽ ἐζημιώθην· οὐκ ἔχω οἵου σὺ χρῄζεις, τὴν Ἰλιάδα. Μὴ γάρ μοι διαπιστήσῃς, ὅτι μόνον τούτων ἀπολαύειν νομίζω καὶ μόνα κεκτῆσθαι καλῶς, ὧν ἂν αὐτὸς μετάσχοις καὶ οἷς ἂν ὡς σεαυτοῦ χρήσαιο.

ΤΩΙ ΑΥΤΩΙ Εὖ γ᾽ ὅτι φιλοσοφεῖς ἐν τοῖς πάθεσι καὶ γίνῃ πολλοῖς ὑπόδειγμα τῆς ἐν τοῖς ἀλγεινοῖς καρτερίας· καὶ ὥσπερ ἐπὶ παντὶ βελτίστῳ κατεχρῶ τῷ σώματι, ἡνίκα ὑγιεινῶς εἶχες, οὕτω καὶ νῦν τούτῳ χρῇ καλῶς, ἐπειδή γ᾽ ἀσθενῶς ἔχεις καὶ ἀργεῖς οὐκ ἀργῶς, ἵν᾽ οὕτως εἴπω.

Φιλοσοφεῖς γάρ, καὶ ὅ φασι Διογένην εἰρηκέναι ποτὲ πυρέττοντα καὶ διακαρτεροῦντα, τοῦτο καὶ αὐτὸς παρέχεις ὁρᾶν, ψυχῆς πάλην καὶ σώματος. Τοῦτο ἔπρεπε τῷ ἐμῷ Φιλαγρίῳ, μὴ μαλακίζεσθαι μηδὲ κάμπτεσθαι πρὸς τὰ πάθη, ἀλλὰ περιφρονεῖν τὸν πηλὸν καὶ τὸ μὲν σῶμα ἐᾶν πάσχειν τὰ ἑαυτοῦ, πάντως ἢ νῦν ἢ ὕστερον λυθησόμενον νόμῳ φύσεως (οἰχήσεται γὰρ ἢ νόσῳ κάμνον ἢ χρόνῳ)· αὐτὴν δ᾽ ὑψοῦ τὴν ψυχὴν ἔχειν καὶ μετὰ Θεοῦ τετάχθαι τοῖς λογισμοῖς κἀκεῖνο εἰδέναι, ὅτι τῶν ἀτόπων ἐστὶν ἡμᾶς ἔξω μὲν κινδύνων φιλοσοφεῖν, ἐν δὲ ταῖς χρείαις ἀφιλοσόφους φαίνεσθαι καὶ διαψεύδεσθαι τὴν ὑπόσχεσιν.

Πάντ᾽ ἐπῆλθες δηλαδὴ τῇ διανοίᾳ, ὅσ᾽ ἡμέτερα, ὅσ᾽ ἀλλότρια, ὡς ἀνὴρ πεπαιδευμένος ἐν ἀμφοτέροις καὶ παιδευτὴς ἄλλων, καὶ ἐκ πάντων σεαυτῷ συνελέξω τὸ τῆς ἀνθρωπίας φάρμακον. Ἵνα δέ σοι κἀγὼ συμφιλοσοφήσω μικρόν, εἰ τοῦτο κελεύεις, οὐκ ἐπαινῶ τοῦ Ἀριστοτέλους τὸ μικρολόγον, ὃς τὴν εὐδαιμονίαν ἡμῖν ὁριζόμενος, μεχρὶ μέν τινος προῆλθεν ὀρθῶς, ψυχῆς ἐνέργειαν κατ᾽ ἀρετὴν εἶναι ταύτην ἀποφηνάμενος καὶ προσθεὶς ἐν βίῳ τελείῳ—καὶ τοῦτο μάλα σοφῶς—διὰ τὸ τρεπτὸν ἡμῶν καὶ εὐμετάπτωτον τῆς φύσεως· ἐκεῖνο δ᾽ οὐκ ἔτι μεγαλοπρεπῶς, ἀλλὰ καὶ λίαν ταπεινῶς, ὅτι καὶ τὴν ἔξωθεν εὐετηρίαν προστίθησιν, ὡς, εἰ τύχοι πένης τις ὤν, ἢ νοσώδης, ἢ δυσγενής, ἢ φυγόπατρις, παρὰ τοῦτο αὐτῷ τῆς εὐδαιμονίας κωλυομένης.

Ἐπαινῶ δὲ τῶν ἀπὸ τῆς Στοᾶς τὸ νεανικόν τε καὶ μεγαλόνουν, οἳ μηδὲν κωλύειν φασὶ πρὸς εὐδαιμονίαν τὰ ἔξωθεν, ἀλλ᾽ εἶναι τὸν σπουδαῖον μακάριον, κἂν ὁ Φαλάριδος ταῦρος ἔχῃ καιόμενον. Καὶ διὰ τοῦτο θαυμάζω μὲν τοὺς παρ᾽ ἡμῖν ὑπὲρ τοῦ καλοῦ κινδυνεύσαντας ἢ συμφορὰν διενεγκόντας νεανικῶς· θαυμάζω δὲ καὶ τῶν ἔξωθεν τοὺς τούτοις παραπλησίους, οἷον τὸν Ἀνάξαρχον ἐκεῖνον, τὸν Ἐπίκτητον, τὸν Σωκράτην, ἵνα μὴ λέγω πολλούς.

Ὧν ὁ μὲν ἐν ὅλμῳ κοπτομένων αὐτοῦ τῶν χειρῶν, οὕτω τοῦ τυράννου κελεύοντος, πτίσσειν τὸν Ἀναξάρχου θύλακον διεκελεύετο τοῖς βασανισταῖς. Τί τοῦτο λέγων; τὸ μοχθηρὸν ἡμῶν σαρκίον, ὡς Ἀναξάρχου γ᾽ οὐ πτισσομένου, τῆς φιλοσόφου ψυχῆς· ὅπερ ἡμῖν ὁ ἐκτὸς καὶ ὁ ἐντὸς ἄνθρωπος ὀνομάζεται.

Ὁ δὲ τὸ σκέλος κατατεινόμενος καὶ στρεβλούμενος ἐφιλοσόφει ὥσπερ ἐν ἀλλοτρίῳ τῷ σώματι, καὶ θᾶττον κατεαγῆναι τὸ σκέλος ἢ ἐπαισθάνεσθαι τῆς βίας ἔδοξε. Σωκράτης δὲ τὸν θάνατον ὑπ᾽ Ἀθηναίων κατακριθεὶς καὶ οἰκῶν, ὡς οἶσθα, τὸ δεσμωτήριον, τέως μὲν ὡς ὑπὲρ ἄλλου δεσμωτηρίου τοῦ σώματος διελέγετο τοῖς μαθηταῖς καὶ φυγεῖν ἐξὸν ἀπηξίωσεν· ἐπειδὴ δὲ προσηνέχθη τὸ κώνειον, δέχεται μαλ᾽ ἡδέως, ὥσπερ οὐκ ἐπὶ θανάτῳ δεχόμενος, ἀλλὰ φιλοτησίας προπινόμενος.

Προσέθηκα δ᾽ ἂν τούτοις καὶ Ἰὼβ τὸν ἡμέτερον, εἰ μή σ᾽ ᾔδειν πόρρω τῶν ἐκείνου παθῶν καὶ ὄντα σὺν Θεῷ καὶ ἐσόμενος. Ταῦτά μοι δοκεῖς κατεπᾴδειν σεαυτοῦ, ὦ θεία καὶ ἱερὰ κεφαλή, καὶ οὕτω σεαυτὸν ἰατρεύων, αὐτός τ᾽ ἂν ῥᾴων γενέσθαι καὶ ἡμᾶς εὐφρανεῖν τοὺς σοὺς ἐπαινέτας καὶ ἐραστάς, οὐδὲν ὑπὸ τῆς νόσου καμπτόμενος, οὐδ᾽, ὅ φησιν ὁ θεῖος Δαυΐδ, ὑπὸ τῆς εἰρήνης τῶν ἁμαρτωλῶν καὶ τῆς κατὰ τὸν βίον εὐροίας αὐτῶν ἐγκοπτόμενος, ἀλλὰ καὶ καθαιρόμενος, εἰ θέμις ἐπὶ σοῦ τοῦτο εἰπεῖν, καὶ ὕλην ἀρετῆς ποιούμενος τὴν ἀσθένειαν.

ΤΩΙ ΑΥΤΩΙ Λαμβάνονταί σού τινες (αἰσθάνομαι γάρ), ὡς φιλοκαλοῦντος τὸ μόνον σου κτῆμα καὶ φιλεργοῦντος ἐν τοιαύτῃ καταστάσει τοῦ σώματος. Καὶ θαυμαστὸν οὐδέν· ἐπειδὴ καὶ ῥᾷον ἐν τοῖς ἀλλοτρίοις ἢ τοῖς οἱκείοις φιλοσοφεῖν.

Ἐγὼ δ᾽ εἰ μὲν ἑώρων σε πέρα τοῦ μέτρου τοῦτο ποιοῦντα, ἢ πλεονεκτικῶς ἢ βιαίως τῇ φιλοσοφίᾳ προσκείμενον, κἂν ἐμεμψάμην (εἰρήσεται γὰρ τἀληθές), μηδὲν τὴν φιλίαν ἢ τὴν παίδευσιν αἰδεσθείς. Εἰ δὲ φιλεργεῖς μέν, οὐκ ἔξω δὲ τοῦ μέτρου, χρῇ δ᾽ εἰς δέον οἷς φιλεργεῖς, πρόσεστι δὲ καὶ τὸ πάθος ἐνασχολοῦν τε ταῖς φροντίσι καὶ πεῖθον ὡς ὑπὲρ τὸ σῶμά σοι τὰ τοῦ σώματος, οὐκ ἔχω πῶς μὴ τοῖς μεμφομένοις μέμψωμαι, σὲ τῆς αἰτίας ἐλευθερῶν.

Καὶ πρός γε τοῦτ᾽ ἐμαυτὸν πείθω, ὅτι μήτε λογίσασθαι περὶ πραγμάτων σοῦ τις ἀμείνων, ᾧ γε καὶ πρὸς τὰ ἑαυτῶν ἅπαντες χρῶνται διδασκάλῳ καὶ παραινέτῃ ὁμοίως ἰδίᾳ καὶ δημοσίᾳ, μήτε ψυχῆς φροντίσαι φιλοσοφώτερος.

Εἰ δὲ καὶ τῷ σώματι τὴν ὑγείαν φυλάσσειν ἢ ἐπανάγειν μονῆς ἰατρικῆς, τίς οὕτω τολμηρὸς καὶ ἀπαίδευτος ὥστε σοι περὶ τούτων νομοθετεῖν; Τοὺς μὲν οὖν πολλοὺς ἔα χαίρειν καὶ εἶναι κολοιοὺς πτῆσιν ἀετῶν δοκιμάζοντας· αὐτὸς δὲ σεαυτῷ χρῶ συμβούλῳ καὶ τῷ Θεῷ περί τε τοῦ πάθους καὶ τῶν ὅσα περὶ τὸ πάθος, καὶ οὐχ ἁμαρτήσεις τοῦ δέοντος.

ΤΩΙ ΑΥΤΩΙ Μέμνημαι τῆς σῆς συνουσίας, ἣν ἀλλήλοις συνεγενόμεθα πρώην ἐν Ματάζῃ τῇ ἐμῇ (ἐμὰ γὰρ καλῶ καὶ ὑπολαμβάνω τὰ σά), καὶ τῆς φιλοσοφίας ἣν τηνικαῦτα ἐφιλοσόφησας, ἧς φρίττω καὶ νῦν μεμνημένος ἔτι.

Ἐγὼ μὲν ἐξηγούμην σοι τὸν οβʹ ψαλμὸν (σὺ γὰρ ἐκέλευες καὶ ἀντιλέγειν οὐκ ἦν), ἐν ᾧ Δαυῒδ ἰλιγγιᾷ καὶ ἀσχάλλει πρὸς τοὺς κακοὺς εὐθηνοῦντας· εἶτα πέμπων τοὺς λογισμοὺς εἰς τὰ ἐκεῖσε δικαιωτήρια καὶ τὴν ἀποκειμένην τοῖς βίοις ἀντίδοσιν, οὕτω τῆς ταραχῆς ἵσταται καὶ τὸ λυποῦν θεραπεύεται.

Καί, ὡς οἷόν τ᾽ ἦν, εἷλκον τὴν ἐξήγησιν πρὸς τὸ πάθος, ἐκ τῶν ἡμετέρων, ἐκ τῶν ἔξωθεν ταῦτα φιλοσοφῶν, ὡς ἀνδρὶ πεπαιδευμένῳ καὶ τοσούτῳ διαλεγόμενος, καὶ ἅμα τοῦ Πνεύματος οὕτω φέροντος καὶ τοῦ ἀλγεῖν παραθήγοντος, οὐδὲν γὰρ τοῦ πάσχειν εὑρετικώτερον.

Ἔτρεχέ πως ὁ λόγος. Σὺ δὲ μεταξὺ τοῦ λόγου διαναστάς, ὥσπερ ἐξ ὕσπληγος, καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείνας, πρός τε ἀνατολὰς οἷον βλέπων (οὐ γὰρ τὸ βλέπειν εἶχες)· «Εὐχαριστῶ σοι, Πάτερ, ἐβόας, ὦ ποιητὰ τῶν σῶν ἀνθρώπων καὶ παιδευτά, ὅτι καὶ ἄκοντας ἡμᾶς εὖ ποιεῖς καὶ τῷ ἐκτὸς καθαίρεις τὸν ἐντὸς ἄνθρωπον καὶ διὰ τῶν ἐναντίων διεξάγεις ἡμᾶς πρὸς τὸ μακάριον τέλος, οἷς αὐτὸς ἐπίστασαι λόγοις.» Καὶ τί ἂν λέγοιμι πάντα, οἷς προεφιλοσόφεις ἡμῶν καὶ συνεφιλοσόφεις, ὥσπερ τῇ νόσῳ χαίρων; καὶ εἶχες μαθητὴν τὸν διδάσκαλον.

Ἀλλὰ πρὸς τί τούτων ἐμνήσθην; ἐκεῖνο διὰ σοῦ πᾶσι βοῶν καὶ κηρύσσων, ὅτι θρηνητέοι μᾶλλον ἡμῖν οἱ κακοὶ τῆς ἔνδον νόσου ἤπερ ἐκείνοις ἡμεῖς τῆς ἐκτός, ἂν οὕτως ἔχωμεν, καὶ ὅτι κρείττων εὐημερίας ἀχαλινώτου νόσος φιλόσοφος.

ΤΩΙ ΑΥΤΩΙ Πρότερον μὲν αὐτὸς ἔγραφόν σοι τοὺς παρακλητικοὺς εἰς τὸ πάθος· προενεπεπτώκεις γάρ. Νῦν δέ μοι δοκεῖς αὐτὸς ἂν ἡμᾶς παρακαλέσαι, μικροῦ τὰ ἴσα κακοπαθοῦντας. Ἔδει γὰρ ἡμᾶς φίλους ὄντας μηδὲ ταῦτα χωρίζεσθαι· μᾶλλον δ᾽ ἤδη παρακέκληκας, οἷς καρτερεῖς τὸ καρτερεῖν εἰσηγούμενος.

ΤΩΙ ΑΥΤΩΙ Ἀλγῶ τῇ νόσῳ καὶ χαίρω· οὐχ ὅτι ἀλγῶ, ἀλλ᾽ ὅτι τοῦ καρτερεῖν τοῖς ἄλλοις εἰμὶ διδάσκαλος. Ἐπειδὴ γὰρ τὸ μὴ πάσχειν οὐκ ἔχω, τοῦτό γε τῷ πάσχειν παρακερδαίνω, τὸ φέρειν καὶ τὸ εὐχαριστεῖν ὥσπερ ἐν τοῖς εὐθύμοις, οὕτω δὴ κἀν τοῖς ἀλγεινοῖς, ἐπειδὴ πείθομαι μηδὲν ἄλογον εἶναι παρὰ τῷ λόγῳ τῶν ἡμετέρων, κἂν ἡμῖν οὕτω φαίνηται.