Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Ἠθικὰ ποιήματα
Ο αγγελικός βίος της παρθενίας και οι κίνδυνοι των κοσμικών μεριμνών
Ποιητικές προτροπές για την αποφυγή της συγκατοίκησης, την ακτημοσύνη και την προσήλωση στην αγγελική πολιτεία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο αγγελικός βίος της παρθενίας και οι κίνδυνοι των κοσμικών μεριμνών
Ποιητικές προτροπές για την αποφυγή της συγκατοίκησης, την ακτημοσύνη και την προσήλωση στην αγγελική πολιτεία.
Γʹ. Πρὸς παρθένους παραινετικός. Ἐν τούτῳ τῷ λόγῳ τὸν Συρακούσιον μιμεῖται οὗτος γὰρ μόνος ποιητῶν ῥυθμοῖς τε καὶ κώλοις ἐχρήσατο, ποιητικῆς ἀναλογίας καταφρονήσας. Παρθένε νύμφη Χριστοῦ, δόξαζέ σου τὸν νυμφίον Ἀεί. Κάθαρε σαυτὴν ἐν λόγῳ καὶ σοφίᾳ, Ἵνα λαμπρὰ τῷ λαμπρῷ πάντα ζήσῃς τὸν αἰῶνα Κρείσσων γὰρ αὕτη πολὺ τῆς φθαρτῆς συζυγίας.
Ἐν σώματι τὰς νοερὰς δυνάμεις ἐμιμήσω Ἀγγελικὴν ἐπὶ γῆς μετῆλθες πολιτείαν. Δεσμὸς ἐνταῦθα, καὶ λύσις, καὶ σώματ᾽ ἐκ σωμάτων· Ἄνω δ᾽ ἑκάστη μονὰς οὔποτε λυομένη· Οἱ πρῶτοι φέρουσ᾽ ἀκτῖνα τῆς καθαρᾶς Τριάδος, Πνεύματα καὶ πῦρ, λειτουργοὶ τῶν Θεοῦ προσταγμάτων.
Ὕλη δὲ μίξιν ἐξεῦρεν, ἀεὶ ῥέουσα φύσις, ᾟ μέτρον ὥρισε Θεὸς, γάμον νομοθετήσας. Σὺ δ᾽ ἔργον ὕλης φυγοῦσα, τοῖς ἄνω συνηρμόσθης, Ὡς νοῦς ἁρμόζεται νοῒ τὴν θείαν ἁρμονίαν, Καὶ σαρκὶ πολεμοῦσα βοηθεῖς τῇ εἰκόνι.
Πνοὴ γὰρ ἔφυς Θεοῦ, τῷ χείρονι συνδεθεῖσα, Ἵνα ἐκ πάλης καὶ νίκης τὸ στέφος ἀπολάβῃς, Ἄνω θεῖσα καὶ τὸν χοῦν καλῶς ὑποταγέντα. Αἰνείσθω σοι καὶ γάμος, πρὸ γάμου δ᾽ ἀφθορία· Γάμος συγγνώμη πάθους, ἁγνεία δὲ λαμπρότης· Γάμος πατὴρ ἁγίων, ἁγνεία δὲ λατρεία.
Ταύτην καὶ τότε καιροῖς ἐτίμων τοῖς εὐθέτοις, Ἀδὰμ ἐν παραδείσῳ. Μωσὴς ἐν ὄρει Σινᾶ, Λειτουργῶν ὁ Ζαχαρίας, ὁ πατὴρ τοῦ Προδρόμου. Γάμος καὶ παρθενίας ῥίζα τῆς Θεῷ φίλης, Ἀλλ᾽ ἔστιν ὁμῶς σαρκὸς καὶ βράσματος δουλεία.
Ὅτ᾽ ἦν νόμος, καὶ σκιαὶ, καὶ πρόσκαιροι λατρεῖαι, Τότ᾽ εἶχε πρῶτα καὶ γάμος, ὡς ἔτι νηπιώδης· Ὅτε δ᾽ ὑπεξῆλθε τὸ γράμμα, τὸ πνεῦμ᾽ ἀντεισήχθη, Καὶ Χριστὸς ἔπαθε σαρκὶ, προελθὼν ἐκ Παρθένου, Τότ᾽ ἐξέλαμψεν ἁγνεία συντέμνουσα τὸν κόσμον, Ὃν ἐκεῖ δεῖ μεταβῆναι Χριστῷ συνανελθόντι.
Καλῶς ὁδεύεις, παρθένε, εἰς ὄρος, ἄνω σώζου· Μὴ πρὸς Σόδομ᾽ ἀποβλέψῃς, μὴ στήλη παγῇς ἁλός. Μηδὲ λίαν σε σαρκὸς ἡ φύσις ἐμφοβείτω· Μηδὲ θαῤῥήσῃς ἄγαν, ὥστε πότ᾽ ἐκπλανηθῆναι. Σπινθὴρ ἀνάπτει καλάμην· σβέννυσι δ᾽ ὕδωρ φλόγα.
Ἔχεις φάρμακα πολλὰ τῆς σεμνῆς παρθενείας· Θεοῦ σε φόβος πηγνύτω, νηστεία σε κενούτω, Ἀγρυπνία, προσευχαὶ, δάκρυα, χαμευνία, Ἔρως ὅλος πρὸς Θεὸν, γνησίως τεταμένος, Πάντα κοιμίζων πόθον ἀλλότριον τῶν ἄνω Ὁ πεσὼν ἐγειρέσθω· ὁ ναυαγῶν ἐλεείσθω.
Σὺ δὲ εὐπλόει, τὸ ἱστίον πετάσασα τῆς ἐλπίδος Οὐ τῶν κάτω τὸ πίπτειν, τῶν δ᾽ ἄνω φερομένων Ὀλίγοι πτεροῤῥυοῦσιν, οἱ πλείους δ᾽ εὐδρομοῦσιν. Ἔπεσεν Ἑωσφόρος, ἀλλ᾽ οὐρανὸς ἀγγέλων. Ἰούδας ἦν προδότης, οἱ δ᾽ ἕνδεκα λαμπτῆρες.
Μόνον ὅλην σεαυτὴν ἁγνὴν τήρει, παρθένε. Μή πως ῥυπώσῃς Χριστοῦ τὸν ἄσπιλον χιτῶνα. Ὄμμα σου σωφρονείτω, γλῶσσα παρθενευέτω, Μὴ νοῦς πορνεύῃ, μὴ γέλως, μὴ ποῦς ἄτακτα βαίνων. Τὴν πιναρὰν στολήν σου, καὶ τὴν αὐχμηρὰν κόμην, Μᾶλλον αἰδοῦμαι μαργάρων καὶ τῆς σηρῶν εὐκοσμίας.
Καλὸν ἄνθος ἡ αἰδὼς, καὶ μέγας κόσμος ὠχρότης, Καὶ πλέγμα καλὸν, πάσαις ἀρεταῖς στεφανοῦσθαι. Ἄλλη χρώμασιν εἰκόνα τὴν Θεοῦ νοθευέτω, Πίναξ ἔμψυχος, σιγῶν κατήγορος τῶν ἔνδον· Σὺ δ᾽ ἧς ἔχεις εὐμορφίας νεκρούσθω σοι τὸ πλεῖστον· Κάλλει δὲ λάμπε ψυχῆς ἐκ Θεοῦ κοσμουμένη.
Ὄψιν δ᾽ ἀῤῥένων φεῦγε, εἰ θέμις, καὶ σωφρόνων, Μή που πλήξῃς, ἢ πληγῇς ἐκ μώμου τοῦ Βελία. Ὄμματ᾽ ὄμμασι μὴ δουλοῦ, μὴ δ᾽ ἕλκε λόγον λόγῳ, Μὴ παρειὰ παρειαῖς διδότω παῤῥησίαν. Μηδέν σοι καὶ τῇ γεύσει ξύλου τοῦ κατακρίτου, Μή σε ξύλου τῆς ζωῆς ὁ ὄφις ἔξω βάλῃ.
Καὶ τοῦτο πείθου σὺ, παρθένε, μὴ συνοίκει προστάτῃ· Χριστὸν ἔχουσα νυμφίον, ζηλοῖ σου τὴν ἁγνείαν, Τί μοι, σάρκας φυγοῦσα, πρὸς σάρκας ἐπιστρέφεις, Οὐ πάντες ἄνδρες τὴν σὴν ἁπλότητα χωροῦσιν. Ὡς ῥόδον ἐν ἀκάνθαις, οὕτως ἐν πολλοῖς στρέφῃ, Καὶ ἐπάνω πονηρῶν παγίδων διαβαίνεις.
Ὁ μὲν ἐγείρει παστάδας, ἡ δ᾽ ἐκκομίζει νυμφίον, Ἄλλος γίνεται πατὴρ, ἄλλος δ᾽ ἄπαις ἀθρόως. Ὅσον κακὸν ὠδῖνες, ἀτέλεστοι πολλάκις; Ὅσον δὲ ζῆλος συζύγου, κλαπῆναί που φιλίαν; Ἐκθρέψαι δὲ καὶ παιδεῦσαι, ἔπειτ᾽ ἀτιμασθῆναι, Καὶ πικρὰς ἀπολαύειν τῶν πόνων ἀντιδόσεις;
Σοὶ δὲ μέριμνα μία πρὸς Θεὸν ἀεὶ βλέπειν. Ἡ χρεία δ᾽ ἔστω ὀλίγη μάζα, καὶ μικρὰ σκέπη, Ἀφ᾽ ἧς πεῖραν καὶ Χριστῷ προσήγαγεν ὁ πειράζων, Λίθους αἰτῶν εἰς ἄρτους πεινῶντα μετατρέψαι· Ὧν μή ποθ᾽ εἵνεκα μηδέ τι τῶν αἰσχρῶν ὑπομένῃς.
Οὐ χείρων εἶ πετεινῶν σχεδίως τρεφομένων. Οὐκ ἐκλείψει σοι καμψάκης ἐλαίου πιστευούσῃ. Κόραξ ἐκθρέψει καθάπερ Ἠλίαν ἐν ἐρήμῳ. Ὁρᾷς Θέκλαν ἐκ πυρὸς καὶ θηρίων φυγοῦσαν, Παῦλον τὸν μέγαν πεινῶντα, καὶ ῥιγοῦντα προθύμως, Ἵνα σὺ μάθῃς, παρθένε, πρὸς Θεὸν μόνον βλέπειν, Ὃς ἐν ἐρήμῳ τρέφειν οἶδε καὶ μυριάδας.
Μαραίνεται τὸ κάλλος, ἡ δόξα παρατρέχει, Ὁ πλοῦτος ἄπιστον ῥεῦμα, τὸ δύνασθαι δ᾽ ὀλίγων· Σὺ δὲ τοῦ πλάνου κόσμου τὰς στροφὰς ἐκφυγοῦσα, Εἴσελθε εἰς τὰ ἅγια τῶν ἁγίων γελῶσα, Καὶ σὺν ἀγγέλοις χορεύσεις τὴν ἄπαυστον χορείαν, Κρείσσονα τόπον λαχοῦσα υἱῶν καὶ θυγατέρων.
Ἀλλ᾽, ὦ παρθένοι, Χριστὸν μένοιτε γρηγοροῦσαι, Καὶ φαιδραῖς τὸν νυμφίον δέξασθε ταῖς λαμπάσιν, Ἵνα συνελθοῦσαι τὸ κάλλος τοῦ νυμφίου Ἴδητε, καὶ μιγῆτε τοῖς ἄνω μυστηρίοις.
Δʹ. Εἰς παρθένον. Ἅγνευε πᾶσι, Παρθένε, καὶ τοῖς ὄμμασι Πάντων μάλιστα· μηδέ τιν᾽ εἰσοικίσῃ Ἀνδρῶν βοηθὸν, μηδὲ τὸν σοφώτατον. Σὺ μὲν γὰρ ἁγνὴ, τὸν φθόνον δ᾽ ἐγὼ λίαν Δέδοικα, μή σε κεντρίσας δυσφημίᾳ, Λύσῃ τὸν ἁγνὸν ζῆλον οὗ στέργεις βίου.
Ὄλοιό μοι πᾶς ὅστις ἁγνείαν σέβων, Τὴν τῶν ἀσάρκων ἀγγέλων παραστάτιν Σύνοικον αἱρῇ παρθένον. Τί δεῖ πυρός; Κρείσσων πυρὸς σύ; πῶς δὲ τὸν καπνὸν φύγοις, Σαυτὸν μελαίνων τῇ κενῇ γλωσσαλγίᾳ; Ἐντεῦθεν ἤρθης, παρθένε, καὶ ζῇς ἄνω.
Μάζα στενή σοι, καὶ σκέπη τὸ φορτίον; Ὧν μή ποτ᾽ αἰσχρὸν εἵνεκεν μηδὲν πάθῃς. Μηδ᾽ ἀντὶ τοῦ σοῦ προστάτου δέξῃ τινὰ Κοινωνὸν αἴσχους, καὶ βίου, κἂν ἁγνὸς ἦ, Μή πού σε Χριστὸς ὡς διπλῆν ἔξω βάλῃ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.