Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Ἠθικὰ ποιήματα
Θεολογικοί, ανθρωπολογικοί και ηθικοί ορισμοί
Συνοπτικοί προσδιορισμοί βασικών εννοιών της πίστεως, της ανθρώπινης φύσεως, των αρετών, των παθών και της εκκλησιαστικής ζωής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Θεολογικοί, ανθρωπολογικοί και ηθικοί ορισμοί
Συνοπτικοί προσδιορισμοί βασικών εννοιών της πίστεως, της ανθρώπινης φύσεως, των αρετών, των παθών και της εκκλησιαστικής ζωής.
ΛΔʹ. Ὅροι παχυμερεῖς. Θεὸς μέν ἐστιν οὐσία, πρῶτον καλόν. Κόσμος δὲ, ῥευστῶν καὶ νοουμένων δέσις. Τὸ δ᾽ εἶν᾽ ἕκαστον τοῖον ἢ τοῖον, φύσις. Φύσις δ᾽ ἄϋλος, ἄγγελος, πρώτη κτίσις. Οἱ δ᾽ ἐκτραπέντες τοῦ καλοῦ τί; δαίμονες· Ὧν πρῶτός ἐστιν, ὅς ποτ᾽ ἦν Ἑωσφόρος, Σκότους δυσειδοῦς εὑρέτης καὶ προστάτης.
Ὕλη δὲ μορφῶν ἕδρα, δευτέρα κτίσις. Ὕλης δὲ κάλλος, εἶδος ἐκμορφουμένης. Ὅρος δὲ ῥευστῶν καὶ νοουμένων, πόλος. Ἄστρων δὲ φύσις, πῦρ κύκλῳ περίδρομον. Φῶς δ᾽ ἔστι λάμψις ἐκ πυρὸς, ψυχῇ λόγος. Σκότος δὲ δισσὸν, λάμψεως δισσῆς λύσις.
Αἰὼν, διάστημ᾽ ἀχρόνως ἀεὶ ῥέον, Χρόνος δὲ, μέτρον ἡλίου κινήσεως. Γῆ, πῆξις ὕλης τῷ πόλῳ κυκλουμένης. Πῦρ δὲ, φλέγουσα καὶ ῥέουσ᾽ ἄνω φύσις. Ὕδωρ δὲ, ῥευστὴ καὶ κατάῤῥοπος φύσις. Κενοῦ δ᾽ ἀὴρ πλήρωμα καὶ πνευστὴ ῥύσις.
Ἄνθρωπός εἰμι, πλάσμα καὶ εἰκὼν Θεοῦ. Τὸ σῶμα δ᾽ ὕλη, καὶ διαστατὸν πάχος. Στοιχεῖόν ἐστι σώματος πρῶτον μέρος. Ψυχὴ δὲ, φύσις ζωτικὴ, φέρουσά τε· Λόγος δὲ καὶ νοῦς τῇ γ᾽ ἐμῇ συνεκράθη. Ζωὴ δὲ, σώματός τε καὶ ψυχῆς δέσις, Ὡς θάνατον εἶναι, τῶν δὲ τὴν διάστασιν.
Νοῦς δ᾽ ἔστιν ὄψις ἔνδον, οὐ περίγραφος. Νοῦ δ᾽ ἔργον, ἡ νόησις, ἐκτύπωμά τε. Λόγος δ᾽ ἔρευνα τῶν νοὸς τυπωμάτων, Ὃν ἐκλαλήσεις ὀργάνοις φωνητικοῖς. Αἴσθησίς ἐστιν εἰσδοχή τις ἔκτοθεν. Μνήμη, κάθεξις τῶν νοὸς τυπωμάτων.
Λήθη δὲ, μνήμης ἐκβολή. Λήθης δέ γε Μνήμη τις αὖθις, ἣν ἀνάμνησιν λέγω. Βούλησιν οἶδα, νοῦ ῥοπὴν καὶ συνδρομὴν Τῶν ὅσσ᾽ ἐφ᾽ ἡμῖν· τἄλλα δ᾽ οὐ θελητέα. Ἡ δ᾽ οἷ θέλω κίνησις, ἐξουσιότης. Τὴν σύντονον δὲ καὶ προσθυμίαν λέγω· Τὸ δὲ ἀκούσιον, βουλήσεως τυραννίδα.
Λογισμὸν οἶδα πραγμάτων διαίρεσιν. Πόθος δ᾽ ὄρεξις ἢ καλῶν ἢ μὴ καλῶν. Ἔρως δὲ θερμὸς δυσκάθεκτός τε πόθος. Θυμὸς μέν ἐστιν ἀθρόος ζέσις φρενός· Ὀργὴ δὲ θυμὸς ἐμμένων. Ὁ δ᾽ εἰς κακὸν Μνήμων, λοχῶν τε, μνησικακία τυγχάνει.
Πέψιν δὲ λύπης οἶδα μακροθυμίαν· Τὸ δὲ πρὸς ὕβριν ἤρεμον, ἀοργησίαν, Ἣν δὴ πραότητα τοῖς πάλαι καλεῖν ἔθος. Ἕξιν δὲ καλῶν, τὴν ἀρετὴν νόμιζέ μοι, Τῶν δ᾽ αὖ κακίστων, τὴν ἐναντίαν νόσον· Τὴν μὲν Θεοῦ δώρημα, τὴν δ᾽ ἐφεύρεσιν.
Κάλλος δὲ παντός ἐστιν εὐαρμοστία, Αἶσχος δὲ, κάλλους ὕβρις, ὡς ἐμὸς λόγος. Ἀνδρεία δ᾽ ἔστι πρὸς τὰ δεινὰ στεῤῥότης Θράσος δὲ, θάρσος πρὸς τὰ μὴ τολμητέα. Δειλία δὲ, συστολή τις εἰς τολμητέα. Ἡ σωφροσύνη δ᾽ ἐπικράτησις ἡδονῶν· Ἧτταν δὲ τούτων, τὴν ἀσέλγειαν λέγω.
Δικαιοσύνη δὲ, μὴ πλέον ζητεῖν ἔχειν· Τῆς δ᾽ ἰσότητος ἔκβασις, τοῦτ᾽ ἀδικία. Φρόνησίς ἐστι πραγμάτων ἐμπειρία. Σοφία νομιζέσθω δὲ τῶν ὄντων θέα. Ἡ δ᾽ ἁπλότης ἕξις τις ἀργὴ πρὸς κακόν. Ἡ διπλόη δὲ, τοῦ τρόπου κακουργία.
Ἡ δ᾽ ἡδονὴ, ψυχῆς τίς ἐστι λειότης· Λύπη δὲ, δηγμὸς καρδίας καὶ σύγχυσις. Φροντὶς δ᾽ ἑλιγμὸς, ἡ μέριμνα τὸ πλέον. Σκέψις, λογισμῶν ἀντίθεσις εἰς πρακτέα. Κρίσις δὲ πῆξις τῶν νοὸς βουλευμάτων· Ῥίψιν δὲ τούτων οἶδα τὴν ἀκηδίαν.
Φθόνος δὲ τῆξις εὐροούντων τῶν πέλας. Ἡ βασκανία δὲ καὶ βλάβη διὰ φθόνον. Τῶν δ᾽ αὖ κακίστων μέμψις, αἰνετὸν πάθος Αἰδὼς δὲ συστολή τίς ἐστ᾽ αἴσχους φόβῳ. Αἰδοῦς δὲ περιφρόνησις, ἡ ἰταμότης. Σπουδὴ δὲ, σύστασίς τις εἰς προκείμενα· Λύσιν δὲ ταύτης οἶδα τὴν ῥαθυμίαν.
Ὁ δ᾽ ὄκνος ἐστὶ πρός τι δυσκινησία. Ζῆλος δ᾽ ὁ μὲν μίμησις, ὁ δ᾽ ἀνία τις. Φίλτρου κλαπέντος εἰς ξένον ποθούμενον, Καλοῦσι δ᾽ αὐτὴν ζηλοτυπίαν οἱ πάλαι. Ἀλαζονείαν, ὄγκον οἶδα καρδίας· Τύφον δ᾽, ἄναψιν, ἣν ἐγείρει κουφότης.
Ὑπερήφανος δ᾽ ἔμοιγε καὶ φανητίας. Τὴν δ᾽ αὐθάδειαν, αὐταρέσκειαν λέγω. Ταπεινοφροσύνη, μὴ φρονεῖν ἐπάξιον. Ταύτης δόκησίς ἐστιν ἡ εἰρωνεία. Ἐλευθερία δὲ χρημάτων ἀπλῆ δόσις. Τούτων λάφυξιν οἶδα τὴν ἀσωτίαν.
Ἀνελευθερίαν δέ φημι τὴν φειδωλίαν. Μεγαλοπρέπεια δ᾽ ἔστιν ἔργων λαμπρότης· Μικροπρέπεια, τὸ φρονεῖν μικροῖς μέγα. Μεγαλόφρονος, τὸ πάντα εὐπετῶς φέρειν· Τὸ δ᾽ οὐδὲ μικρὰ, τοῦτο μικροψυχίας. Φιλοτιμί᾽ ἐστὶ μέτριος τιμῆς πόθος.
Ἡ χαυνότης δὲ, καὶ πέρα τοῦ μετρίου. Κενῶν δ᾽ ὄρεξιν ἴσθι κενοδοξίαν· Δόξαν, τὸ τοῖον ἡμῖν, ἢ τοῖον δοκεῖν. Ἄλλη δὲ δόξα, πραγμάτων φαντάσματα. Ὕβρις μέν ἐστι δυσμενοῦς οὐκ εὐμενὴς Πρᾶξις, λόγος τε. Λοίδορος δ᾽ αἴσχη φέρει.
Μέμψις δ᾽ ἀτιμώρητος ἐκ φίλου ψόγος. Κατηγορία δ᾽ ἔγκλημα τῶν κολαστέων· Ἡ δ᾽ οὐκ ἀληθὴς γίνεται, συκοφαντία· Ἡ λάθριος δὲ, διαβολή σοι κλητέα. Μέμψις ἀνεύθυνός τις, ἡ βλασφημία. Κακήγορος δ᾽, ὃς πᾶσιν ὁπλίζει στόμα.
Ἀστειότης μὲν, φαιδρότης ἐν συλλόγῳ. Ἡ δ᾽ εὐτραπελία, φαιδρότης ἔξω λόγου. Λόγου δὲ μωρί᾽ ἐστὶν ἡ ἀχρηστία. Γέλως, παρειᾶς βράσμα, παλμὸς καρδίας. Οἴνου δ᾽ ἄμετρον χρῆσιν εἰπὲ τὴν μέθην, Τὰ δ᾽ ἐκ μέθης ὑβρίσμαθ᾽, ἡ παροινία.
Ἡ κραιπάλη δ᾽ ἕωλος ὕβρις ἐκ μέθης. Φόνος δ᾽ ὁ μέν τις σωμάτων, ὁ δ᾽ εἰκόνος· Ἄμφω δὲ λύσις τῆς φίλης ἁρμονίας. Πορνεία καὶ μοιχεία, ἡ μὲν σωμάτων Ξένων κλοπή τις, ἡ δέ τις καὶ δαιμόνων· Ὅταν Θεοῦ τὸ φίλτρον εἰς ἐχθροὺς πέσῃ.
Εἰδωλολάτρης δ᾽ ὃς σέβει καὶ χρυσίον. Εἰ δ᾽ ὠφέλεια, κέρδος εἰς ψυχὴν λαβεῖν, Βλάβη, τὸ ταύτην ζημιῶσαι, γίνεται. Ἔλεος μέν ἐστι συμπάθεια συμφορᾶς. Οἶκτος δέ κ᾽ εὖ τι τὸν πεπονθότα δράσαι. Ἕξις δὲ ποιὰ πρὸς τὰ πράγμαθ᾽, ὁ τρόπος· Ἦθος δὲ πλάσμα τοῦ τρόπου κατήγορον.
Διδασκαλία, τύπωσις ἔργῳ καὶ λόγῳ. Λόγος δ᾽ ἄριστός ἐστι φαρμακεὺς κακῶν· Ὁ δ᾽ οὐκ ἄριστος, καὶ καλῶν ἀναιρέτης. Σκέψιν νοητῶν, τὴν θεωρίαν νόει. Πρᾶξις δ᾽ ἐνέργειά τις εἰς τὰ πρακτέα. Ἕξις μέν ἐστι ποιότης τις ἔμμονος.
Τόκον δὲ ταύτης, τὴν ἐνέργειαν λέγω. Τέχνη μέν ἐστι σύνταγμ᾽ ἐξ ἐμπειρίας· Ἕξις δ᾽ ἄλυτος, ἣν ἐπιστήμην λέγω. Ὃ μὴ χάριν τοῦ, τἄλλα δι᾽ αὐτοῦ, τέλος. Σκοπὸς δὲ δή τις, ᾧ τέλει σπουδάζεται. Δέησιν οἴου, τὴν αἴτησιν ἐνδεῶν· Τὴν δὲ προσευχὴν ἴσθι τῶν ἀμεινόνων· Εὐχὴν δ᾽ ὑπόσχεσίν τιν᾽ ἐξιλάσματος· Τὸ δ᾽ ἐξίλασμα, δῶρον εἰς τιμὴν φέρον, Ἔπαινός ἐστιν εὖ τι τῶν ἐμῶν φράσαι.
Αἶνος δ᾽ ἔπαινος εἰς Θεὸν σεβάσμιος. Ὁ δ᾽ ὕμνος, αἶνος ἐμμελὴς, ὡς οἴομαι. Ψαλμὸς σὺν ᾠδῇ γίγνεται ψαλμῳδία. Τὰ ὄντα φάσκειν, ὡς ἔχει, ἀψευδία· Ὡς δ᾽ οὐκ ἔχει, ψεῦδος. Καὶ τοῦ λόγου μάχη Λόγον προσάντη, οὗ τί χεῖρον τῷ βίῳ;
Ὅρκος δὲ δὴ πίστωσις ἐμμέσῳ Θεῷ. Τούτου δὲ τήρησίς τις ἡ εὐορκία. Θρησκείαν οἶδα καὶ τὸ δαιμόνων σέβας. Ἡ δ᾽ εὐσέβεια, προσκύνησις τῆς Τριάδος. Ἄρνησίς ἐστιν, ἕν τι τῶν τριῶν κάτω Βαλεῖν, Θεοῦ τε μὴ σέβειν συμφυΐαν.
Πίστις δὲ διττή· ἡ μὲν ἐκ λόγου βίας, Ἣ καὶ δικαία· ἡ δ᾽ ἕτοιμος συνδρομή. Λόγος γάρ ἐστιν ὁ πρόεδρος τοῦ λόγου. Ἐλπὶς δ᾽ ἀπόντος πράγματος συνουσία. Λύσιν δὲ ταύτης, τὴν ἀπόγνωσιν λέγω. Συμψυχίαν δὲ τὴν ἀγάπην ὁρίζομαι, Τὴν πρὸς Θεὸν δὲ, καὶ ὁδὸν θεώσεως.
Μῖσος δ᾽ ἀποστροφή τις, ἔχθρας ἐργάτις. Ὑπόκρισις δὲ, λανθάνουσα πικρία. Τιμὴ δὲ τοῦ Πλάσαντος, ἄνθρωπον φιλεῖν· Τοῦ πτωχίσαντος δ᾽ αὑτὸν, ἡ πτωχῶν σχέσις. Φιλόξενος δ᾽ ὃς οἶδεν αὐτὸς ὢν ξένος. Βίου γαλήνη δ᾽ ἔστιν, εἰρήνη φίλη· Ψυχῆς δὲ καὶ μάλιστα, λώφησις παθῶν.
Ἡ δ᾽ ἔχθρα μοι δύσνοια καὶ διάστασις· Ἔχθρα δὲ καὶ πόλεμος, εὑρέτης κακῶν. Ἁγνισμός ἐστιν ἡ Θεοῦ συνουσία. Βέβηλον οἴου καὶ βδέλυγμ᾽ ἁμαρτίαν. Κάθαρσίς ἐστιν ἔκπλυσις μολυσμάτων. Μολυσμὸν οἶδα καὶ τύπωσιν τῶν κακῶν.
Γάμος μέν ἐστιν ἔννομος σαρκῶν δέσις· Ἡ παρθενεία δ᾽ ἔκβασις τοῦ σώματος. Οὗτος μοναστὴς, ὃς Θεῷ ζῇ καὶ μόνῳ. Μονὴ δέ μοι, σύνταγμα πρὸς σωτηρίαν. Ἁμαρτί᾽ ἐστὶ τοῦ καλοῦ παρεκτροπὴ, Ὃ μὴ φύσις τε καὶ νόμος χαρίζεται.
Νόμος μέν ἐστιν ἔνδικος πρακτῶν ὅρος. Ἡ δ᾽ ἐντολή μοι δεσπότου παρεγγυή. Παρανομί᾽ ἐστὶν ἐν νόμῳ πονηρία· Ἀνομίαν οἶδα τὴν νόμων ἐλευθέραν. Ἰουδαϊσμός ἐστιν, ὁ πρῶτος νόμος· Ὁ δεύτερος δὲ, τοῦ πάθους μυστήριον.
Ὁ μὲν σκιώδης, δαιμόνων ἀναιρέτης· Ὁ δὲ τρανός τε καὶ λύτης αἰνιγμάτων. Χριστοῦ δ᾽ ἐνανθρώπησις, ἄλλη μου πλάσις, Θεοῦ παθόντος σαρκικῶς ἐμῷ πάθει, Ὃς πάντα πᾶσιν ἀντέδωκε τοῖς ἐμοῖς. Ἐκ μὲν γυναικὸς ἦλθεν, εἰς Εὔας χάριν· Ἐκ Παρθένου δέ· καὶ γὰρ ἐκ Πατρὸς μόνου Τὸ πρῶτον, ἄζυξ ἀζύγων. Ἡ δ᾽ ἀπογραφὴ Τῆς θείας αὖθις ἐγγραφῆς εἶχε τύπον.
Ἡ σπαργάνωσις, ἀντὶ τῆς γυμνώσεως. Φόνος δὲ παίδων, νηπίων ἄρσις τύπων. Ἀστὴρ τρέχων δὲ, προσκύνησις κτίσεως. Μάγοι δὲ προστρέχοντες, ἐθνῶν εἴσοδος. Τὸ λοῦτρον ἦν κάθαρσις ὑδάτων ἐμῶν. Τὸ Πνεῦμα συγγένεια μαρτυρουμένη.
Ἄλειψις ἡ νηστεία πρὸς ἐχθροῦ πάλην. Ἡ πεῖρα δ᾽ ἦν ἔρευνα τῆς Θεοῦ πλοκῆς. Στέφος δ᾽ ἀκανθῶν, ἔνδυσις τε πορφύρας, Ἐχθροῦ κράτους σύλησις ἐκ παλαισμάτων. Τρόπαιον ὁ σταυρὸς δὲ τοῦ ξύλου ξύλον. Ἧλοι δὲ πῆξις τῆς ἐμῆς ἁμαρτίας.
Εἴσω δὲ πάντα ταῖν χεροῖν ἁπλουμέναιν. Γεύσει δὲ γεῦσις ἡ χολῆς ἀντίστατος. Λῃστῶν δ᾽ ὁ μὲν σέσωστο πιστεύσας, Ἀδάμ· Ὁ δ᾽ ἦν πονηρὸς, καίπερ ἐσταυρωμένος. Πένθος δὲ τοῦ παθόντος ἑκταῖον σκότος· Πετρῶν δὲ ῥῆξις, τῶν πετρῶν ὑπέρμαχος· Νεκρῶν δ᾽ ἔγερσις, εἴσοδός τε εἰς πόλιν, Ἡ τῶν θανόντων εἰς ἄνω μετάστασις.
Πλευρᾶς δὲ ῥεῦσαν αἷμα καὶ ὕδωρ ἅμα, Τὸ δισσὸν ἦν βάπτισμα, λούτρου καὶ πάθους, Ὅταν διώκτης κίνδυνον καιρὸς φέρῃ. Ἡ νεκρότης δὲ, τῆς ἐμῆς ἀναίρεσις. Ἡ δ᾽ ἐκ νεκρῶν ἔγερσις, ἐξ ᾅδου λύσις. Ἡ δ᾽ εἰς ἄνω πορεία καί μ᾽ ἄνω φέρει.
Καὶ τἀπὶ τούτοις, δεῦρό μοι, σκεψώμεθα. Λαὸς μέν ἐστι σύνταγμ᾽ εἰς Θεοῦ σέβας. Ναὸς δὲ λαοῦ σεπτὸν ἁγνευτήριον. Θεῷ δὲ δῶρον, θυσίαι καθάρσιοι. Δώρων δοχεῖον ἁγνὸν, ἡ θεηδόχος Τράπεζ᾽. Ἱερωσύνη δὲ ἁγνισμὸς φρενῶν, Θεῷ φέρων ἄνθρωπον, ἀνθρώπῳ Θεόν· Μυστήριον μέν ἐστιν ἄῤῥητον σέβας.
Χάρισμα δ᾽ οἶδα Πνεύματος θείαν δόσιν. Κήρυγμ᾽ ἀδήλων, τὴν προφητείαν λέγω· Εὐαγγέλιον δὲ, τῆς νέας σωτηρίας· Ἀποστολὴν δὲ, συμμαχίαν κηρύγματος· Λόγου δὲ γνῶσιν, τὴν κατήχησιν, νέοις· Τὴν δὲ μετάνοιαν, πρὸς τὰ κρείσσονα στροφήν· Ἐξόρκισιν δὲ, δαιμόνων ἐξαίρεσιν.
Τὸ λοῦτρόν ἐστι δευτέρου βίου σφραγίς. Αἱ προσφοραὶ δὲ, τῆς Θεοῦ σαρκώσεως, Παθημάτων τε τῶν Θεοῦ κοινωνία. Σημεῖόν ἐστι θαῦμά γ᾽ οὐκ εἰθισμένον. Πυρὸς δὲ γλῶσσαι, Πνεύματος ἐνδημία. Ὁ ψυχικὸς δ᾽ ἄνθρωπος, οὐδέπω καλός· Ὁ σαρκικὸς δὲ, καὶ λίαν πάθους φίλος· Ὁ πνευματικὸς δ᾽, οὐ μακρὰν τοῦ πνεύματος.
Τίς δ᾽ Ἀντίχριστος; πλῆρες ἰοῦ θηρίον, Ἀνὴρ δυνάστης. Ἡ ἀπόστασις δὲ τίς; Ὁ παγκάκιστος ἀρτίως ἀποστάτης, Ἥ τε κρατοῦσα νῦν Θεοῦ διαίρεσις· Μεθ᾽ ἣν ὁ Χριστὸς αὖθις ἐν δόξῃ Πατρὸς, Ὅσον φανῆναι σῶμα τοῖς θεοκτόνοις.
Μεθ᾽ ἣν ἀνάστασις, ἡ δέσις τοῦ συνθέτου· Μεθ᾽ ἣν τὸ συμπέρασμα, τῶν ὄντων λύσις· Ἔστι δὲ δή τις πρὸς τὸ κρεῖσσον ἀλλαγή· Μεθ᾽ ἣν κρίσις τε καὶ φόβος. Τίς δ᾽ ἡ κρίσις; Οἰκεῖον ἔνδον τοῦ συνειδότος βάρος, Ἢ κουφότης, νόμου τε πρὸς βίον σταθμή.
Μακαριότης δ᾽ ἔμοιγε ἡ εὐζωΐα. Τίς δ᾽ ἡ βασιλεία; τοῦ Θεοῦ θεωρία. Σὺν ἀγγέλοις τε δόξα καὶ ὑμνῳδία. Σκότος δὲ τοῖς κακίστοις, ἐκ Θεοῦ πεσεῖν· Σκώληξ δὲ, πῦρ τε, τῆξις ὑλικοῦ πάθους. Εἰ δ᾽ ἄλλο τοῦδε κρεῖσσον, οὐκ ἔξω Θεοῦ.
Τύχη δὲ, καὶ πρόνοια, καὶ εἱμαρμένη· Ἡ μὲν, τὸ συμβὰν αὐτομάτως, λόγου δίχα Ἡ δ᾽, οἰακισμὸς, ᾧ φέρει τὸ πᾶν Θεός· Ἡ δ᾽, εἱρμὸς, οἶμαι, τῶν Θεῷ τυπουμένων. Ταῦτ᾽ ἔστιν ἡμῖν ἐκτύπως ὁρίσματα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.