Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Ἠθικὰ ποιήματα
Στοχασμοί επί της ρευστότητας και της ματαιότητας του ανθρώπινου βίου
Ποιητικός στοχασμός για το εφήμερο της ανθρώπινης φύσης, τη θλίψη του βίου και τη μυστηριώδη ένωση της ψυχής με το σώμα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Στοχασμοί επί της ρευστότητας και της ματαιότητας του ανθρώπινου βίου
Ποιητικός στοχασμός για το εφήμερο της ανθρώπινης φύσης, τη θλίψη του βίου και τη μυστηριώδη ένωση της ψυχής με το σώμα.
ΙΑʹ. Πρὸς κόσμον διαλογισμός. Ἐρώτ. Δικάζομαί σοι, κόσμε. Τίς, πόθεν πάρει, Πρῶτον δίδαξον, καὶ ὅποι καταστρέφεις. Ῥοιζεῖς δὲ πῶς με κύκλος ὡς μύρμηκ᾽ ἄγων; Ἀπόκρ. Οὐκ οἶδ᾽ ὅθεν προῆλθον, ἐκ Θεοῦ δέ γε.
Καταστρέφω δ᾽ εἰς κρεῖσσον. Οὐ ῥοιζῶ δέ σε, Ἀλλ᾽ αὐτὸς ὢν ἄκοσμος, ὑβρίζεις ἐμέ. Ἐρ. Πῶς οὖν σὺ μὲν πέπηγας, ἄστατος δ᾽ ἐγώ; Ἀπ. Ἐγὼ μὲν ἐκτός εἰμι, καὶ τίς ἡ χάρις; Σὺ δ᾽ ὢν θελητὴς, εἰ θέλεις, ἔχεις πλέον.
Ἐρ. Καλῶς· τὰ δ᾽ ἐκτὸς τίς φέρει; Ἀπ. Τί γὰρ κακόν; Ὕλη τάδ᾽ ἐστὶ τοῖς καλοῖς σωτηρίας. Ἐρ. Ἢ κρεῖσσον αὑτὸν αἰτιᾶσθ᾽; Ἀπ. Οὕτως ἔχει. ΙΒʹ. Περὶ τοῦ ἐπικήρου τῆς ἀνθρωπίνης φύσεως. Κόσμε φίλ᾽, οὐ φίλε πάντα, τί μ᾽ ὡς τροχὸς ἀμφιέλικτος Ῥοιζηδὸν φορέεις ἀντιπορευόμενον, Μύρμηχ᾽ ὡς ὀλίγον, πικρὴν φορὰν ἀσχαλόωντα;
Ἔμπα γε μὴν φορέεις τόσσον ἐόντα, τόσος. Οἶδα μὲν ὡς θεόθεν σὺ Θεοῦ κλέος. Ἀλλὰ καὶ αὐτὸς Χριστοῦ χειρὶ πάγην, πλεκτὸς ἀπ᾽ ἀμφοτέρων, Οὐρανίων χθονίων τε. Τὸ μὲν δέμας ἔνθεν ἐτύχθη· Ψυχὴ δ᾽ αὖ μεγάλου ἐστὶν ἄημα νόου.
Ἀλλὰ καὶ ὡς πολλοῖσιν ἐλαύνομαι ἔνθα καὶ ἔνθα Πήμασιν ἐξ ἐμέθεν, πήμασι δυσμενέος. Δελφὶς δ᾽ ὡς ἐπὶ χέρσον ἁλίδρομος, ἠέρι θνήσκω. Κόσμε, παρῆλθον ἐγὼ, λαὸν ἄτρωτον ἄγοις.
ΙΓʹ. Περὶ τοῦ αὐτοῦ. Ἀλλήλους μὲν ἐγώ τε καὶ ὁ χρόνος, ὡς πετεηνὰ Ἢ νέες ἐν πελάγει ἀντιπαρερχόμεθα, Ἑσταὸς οὐδὲν ἔχοντες· ὃ δ᾽ ἤμπλακον, οὐ παραθρέξει, Ἀλλὰ μένει· ζωῆς τοῦτο μογηρότατον. Οὐδ᾽ ὅ τι εὔξομ᾽ ἔχω, ζῆσαι πλέον, ἠὲ λυθῆναι· Τάρβος ἐπ᾽ ἀμφοτέροις· ὧδε δὲ φράζεό μοι.
Ζωή μοι πολύμοχθος ἁμαρτάσιν. Εἰ δὲ θάνοιμι, Αἲ αἲ, τῶν προτέρων οὐδὲν ἄκος παθέων. Εἰ ζωὴ τόδε σοι τεκμαίρεται, ἧς τόσον ἄχθος, Οὐδὲ τὸ λυθῆναι λῦσιν ἔχει καμάτων, Κρημνὸς δ᾽ ἀμφοτέρωθε. Τί ῥέξομεν; ἦ τόδ᾽ ἄριστον, Λεύσσειν πρὸς σὲ μόνον, σήν τ᾽ ἀγανοφροσύνην.
ΙΔʹ. Περὶ τῆς ἀνθρωπίνης φύσεως. Χθιζὸς ἐμοῖς ἀχέεσσι τετρυμένος, οἶος ἀπ᾽ ἄλλων Ἥμην ἐν σκιερῷ ἄλσεϊ, θυμὸν ἔδων. Καὶ γάρ πως φιλέω τόδε φάρμακον ἐν παθέεσσιν, Αὐτὸς ἐμῷ θυμῷ προσλαλέειν ἀκέων. Αὖραι δ᾽ ἐψιθύριζον ἅμ᾽ ὀρνιθέεσσιν ἀοιδοῖς, Καλὸν ἀπ᾽ ἀκρεμόνων κῶμα χαριζόμεναι, Καὶ μάλα περ θυμῷ κεκαφηότι. Οἱ δ᾽ ἀπὸ δένδρων Στηθομελεῖς, λιγυροὶ, ἠελίοιο φίλοι, Τέττιγες λαλαγεῦντες ὅλον κατεφώνεον ἄλσος.
Πὰρ δ᾽ ὕδωρ ψυχρὸν ἐγγὺς ἔκλυζε πόδας, Ἦκα ῥέον δροσεροῖο δι᾽ ἄλσεος. Αὐτὰρ ἔγωγε Τὼς ἐχόμην κρατερῶς ἄλγεος, ὡς ἐχόμην. Τῶν μὲν ἄρ᾽ οὐκ ἀλέγιζον, ἐπεὶ νόος, εὖτε πυκασθῇ Ἄλγεσιν, οὐκ ἐθέλει τέρψιος ἀντιάειν.
Αὐτὸς δὲ, στροφάλιγξιν ἑλισσομένοιο νόοιο, Τοίην ἀντιπάλων δῆριν ἔχων ἐπέων· Τίς γενόμην, τίς δ᾽ εἰμὶ, τί δ᾽ ἔσσομαι; Οὐ σάφα οἶδα. Οὐδὲ μὲν ὅστις ἐμοῦ πλειότερος σοφίην. Ἀλλ᾽ αὐτὸς νεφέλῃ κεκαλυμμένος ἔνθα καὶ ἔνθα, Πλάζομαι οὐδὲν ἔχων, οὐδ᾽ ὄναρ, ὧν ποθέω.
Πάντες γὰρ χθαμαλοὶ καὶ ἀλήμονες, οἷσι παχείης Σαρκὸς ἐπικρέμαται κυανέη νεφέλη. Κεῖνος δ᾽ ἐστὶν ἐμεῖο σοφώτερος, ὃς πλέον ἄλλων Ἤπαφεν ἧς κραδίης ψεῦδος ἑτοιμολόγον. Εἰμί. Φράζε τί τοῦτο; Τὸ μὲν παρέθρεξεν ἐμεῖο· Ἄλλο δὲ νῦν τελέθω, ἄλλ᾽ ἔσομ᾽, εἴ γ᾽ ἔσομαι.
Ἔμπεδον οὐδέν· ἔγωγε ῥόος θολεροῦ ποταμοῖο Αἰὲν ἐπερχόμενος, ἑσταὸς οὐδὲν ἔχων. Τίπτε με τῶνδ᾽ ἐρέεις; τί δέ σοι πλέον εἰμὶ, δίδαξον. Καὶ νῦν τῇδε μένων, δέρκεο μή σε φύγω. Οὔτε δὶς ὃν τοπάροιθε, ῥόον ποταμοῖο περήσεις Ἔμπαλιν, οὔτε βροτὸν ὄψεαι, ὃν τοπάρος.
Ἦν πάρος ἐν χροῒ πατρὸς, ἔπειτά μ᾽ ἐδέξατο μήτηρ, Ξυνὸν δ᾽ ἀμφοτέρων. Ἔνθεν ἔπειτα κρέας Ἄκριτον, ἄβροτον, αἶσχος ἀνείδεον, οὔτε λόγοιο, Οὔτε νόου μετέχον, μητέρα τύμβον ἔχον. Δὶς ταφέες, ζώοντες ἐπὶ φθορᾷ. Ἣν γὰρ ὁδεύω Ζωὴν, τήνδ᾽ ὁρόω τῶν ἐτέων δαπάνην, Ἥ μοι γῆρας ἔχευεν ὀλοίϊον. Εἰ δέ με κεῖθι Αἰὼν οὐ φθινύθων δέξεται, οἷα φάτις, Φράζεο μὴ ζωὴ μὲν ἔχῃ μόρον, ἡ δὲ τελευτὴ Ζωή σοί γε πέλῃ, ἔμπαλιν ἣ δοκέεις.
Οὐδὲν ἔφυν. Τί κακοῖσι δαμάζομαι, ὥς τι πεπηγός; Τοῦτο γὰρ ἡμερίων ἄτροπόν ἐστι μόνον, Συμφυὲς, ἀστυφέλικτον, ἀγήραον. Ἐξότε κόλπων Μητρὸς ὀλισθήσας πρῶτον ἀφῆκα δάκρυ, Ὁσσατίοις, οἵοις τε συναντήσασθαι ἔμελλον Πήμασι, δακρυχέων πρὶν βιότοιο θίγω!
Χώρην μέν τιν᾽ ἄθηρον ἀκούομεν, ὥς ποτε Κρήτην, Καί τινα καὶ κρυερῶν ἀλλοτρίην νιφάδων· Θνητῶν δ᾽ οὔ ποτέ τις τόδ᾽ ἐπεύξατο, ὡς ἀδάμαστος Τοῦδε βίου στυγερῶν ἔνθεν ἀπῆλθε μόγων. Ἀδρανίη, πενίη τε, τόκος, μόρος, ἔχθος, ἀλιτροὶ, Θῆρες ἁλὸς, γαίης, ἄλγεα, πάντα βίος.
Πήματα μὲν καὶ πάμπαν ἀτερπέα πόλλ᾽ ἐνόησα, Τῶν δ᾽ ἀγαθῶν οὐδὲν πάμπαν ἄμοιρον ἄχους, Ἐξέτι τοῦ, ὅτε μοι πικρὴν ἐπομόρξατο ποινὴν Γεῦσίς τ᾽ οὐλομένη, καὶ φθόνος ἀντιπάλου. Σοὶ μὲν δὴ, σὰρξ, τοῖα δυσαλθέϊ, εὐμενέοντι Ἐχθρῷ, καὶ πολέμῳ οὔποτε λυομένῳ, Θηρὶ πικρὸν σαίνοντι, πυρὶ ψύχοντι, τὸ θαῦμα!
Θαῦμα μέγ᾽, εἴ ποτ᾽ ἐμοί γ᾽ ὕστατον εὐμενέοις. Ψυχὴ, σοὶ δ᾽ ἄρ᾽ ἔπειτα λελέξεται ὅσσ᾽ ἐπέοικε. Τίς, πόθεν, ἢ τί πέλεις; τίς δέ σε νεκροφόρον Θήκατο, καὶ στυγερῇσι πέδαις ἐνέδησε βίοιο, Ἐς χθόνα βριθομένην πάντοθε; Πῶς ἐμίγης Πνεῦμα πάχει, σαρξὶν δὲ νόος, καὶ ἄχθεϊ κούφη;
Ταῦτα γὰρ ἀλλήλοις μάρναται ἀντιθέτως. Εἰ μὲν δὴ σάρκεσσιν ὁμόσπορος ἐς βίον ἦλθες, Ὤ μοι συζυγίης τηλόθεν οὐλομένης! Εἰκών εἰμι Θεοῖο, καὶ αἴσχεος υἱὸς ἐτύχθην· Αἰδέομαι τιμῆς μητέρα μαργοσύνην. Ῥεῦσις γάρ μ᾽ ἐφύτευσεν, ὁ δ᾽ ἔφθιτο· νῦν βροτός· αὖθις Οὐ βροτὸς, ἀλλὰ κόνις· ἐλπίδες ὑστάτιαι.
Εἰ δὲ σύ γ᾽ οὐρανίη, τίς, ὅθεν; ποθέοντα δίδαξον. Εἰ μὲν ἄημα Θεοῦ καὶ λάχος, ὡς φρονέεις, Ῥίψον ἀτασθαλίην, καὶ πείθομαι. Οὐ γὰρ ἔοικε Τοῦ καθαροῦ ῥυπαρὴν ἔμμεναι, οὐδ᾽ ὀλίγον. Οὐδὲ γὰρ ἠελίοιο λάχος σκότος, οὐδὲ πονηροῦ Πνεύματος αἰγλῆεν ἔκγονον ἐξεφάνη.
Πῶς δ᾽ ὀλοοῦ Βελίαο τινάγμασι τόσσον ἐλαύνῃ, Καί περ ἐπουρανίῳ Πνεύματι κιρναμένη; Εἰ γὰρ τοῖον ἔχουσα βοηθόον ἐς χθόνα νεύεις, Αἲ αἳ τῆς ἀκράτου σῆς ὀλοῆς κακίης! Εἰ δ᾽ οὔ μοι θεόθεν σὺ, τίς ἡ φύσις; ἦ μέγα τάρβος, Μή ποτε μαψιδίῳ κύδεϊ φυσιόω.
Πλάσμα Θεοῦ, παράδεισος, Ἔδεμ, κλέος, ἐλπὶς, ἐφετμὴ, Ὄμβρος ὁ κοσμολέτης, ὄμβρος ὁ πυρσοπόλος, Αὐτὰρ ἔπειτα νόμος, γραπτὸν ἄκος· αὐτὰρ ἔπειτα Χριστὸς ἑὴν μορφὴν ἡμετέρῃ κεράσας, Ὥς κεν ἐμοῖς παθέεσσι παθὼν Θεὸς, ἄλκαρ ὀπάζοι, Καί με θεὸν τελέσῃ εἴδεϊ τῷ βροτέῳ.
Ἀλλ᾽ ἔμπης ἀδάμαστον ἔχω μένος, ἐς δὲ σίδηρον Αὐτοφόνῳ μανίῃ σπεύδομεν, ὥστε σύες Τίπτ᾽ ἀγαθὸν βιότοιο; Θεοῦ φάος; Ἀλλ᾽ ἄρα καὶ τοῦ Εἴργει με φθονερὴ καὶ στυγερὴ σκοτίη. Οὐδὲν πλεῖον ἔμοιγε. Τί δ᾽ οὐ πλέον ἐστὶ κακοῖσιν;
Αἴθε γὰρ ἶσον ἔχον, καὶ μάλα περ μογέων! Κεῖμ᾽ ὀλιγοδρανέων· τάρβος δέ με θεῖον ἔκαμψε· Τέτρυμ᾽ ἠματίαις φροντίσι καὶ νυχίαις. Οὗτος ὁ βρισαύχην με καὶ ὕπτιον ὦσεν ὀπίσσω, Λὰξ ἐπέβη. Σὺ δέ μοι δείματα πάντα λέγε, Τάρταρον ἠερόεντα, πυριφλεγέθοντας, ἱμάσθλας, Δαίμονας, οἳ ψυχῶν πράκτορες ἡμετέρων.
Μῦθος ἅπαντα κακοῖσι, τὸ δ᾽ ἐν ποσὶ μοῦνον ἄριστον· Οὐδὲν ἐπιστρέφεται τῆς βασάνου κακίη. Λώϊον ἦν ἀλιτροῖσιν ἐς ὕστερον ἔμμεν᾽ ἄτιτα, Ἢ ἐμὲ νῦν κακίης πήμασιν ἀσχαλαᾷν. Ἀλλὰ τί μοι, βροτέων τί δέ μοι τόσον ἄλγε᾽ ἀείδειν;
Ἡμετέρης γενεῆς πᾶσιν ἔπεστιν ἄχος. Οὔ μοι χθὼν ἀτίνακτος, ἅλα κλονέουσιν ἀῆται. Ὧραι δ᾽ ἀλλήλαις εἶξαν ἐπεσσύμεναι. Νὺξ ἦμαρ κατέπαυσε, τὸ δ᾽ ἤχλυσεν ἠέρα χεῖμα. Ἄστρασιν ἠέλιος, ἠελίῳ δὲ νέφος Κάλλος ἀπημάλδυνε, παλίζωος δὲ σελήνη· Αὐτὰρ ὅγ᾽ ἡμιφανὴς οὐρανὸς ἀστερόεις Καὶ σύ ποτ᾽ ἀγγελικοῖσιν, Ἑωσφόρος, ἦσθα χοροῖσι, Βάσκανε, νῦν δ᾽ ἔπεσες αἶσχος ἀπ᾽ οὐρανίων Ἵλαθί μοι, βασίλεια κεδνὴ, Τριὰς, οὐδὲ σὺ πάμπαν Γλῶσσαν ἐφημερίων ἔκφυγες ἀφραδέων.
Πρόσθε Πατὴρ, μετέπειτα Πάϊς μέγας, αὐτὰρ ἔπειτα Πνεῦμα Θεοῦ μεγάλου, βάλλετ᾽ ἐπεσβολίαις. Ποῖ στήσεις με φέρουσα κακοφραδὲς ἔνθε μέριμνα; Ἵστασο. Πάντα Θεοῦ δεύτερα. Εἶκε λόγῳ. Οὐ δέ με μαψιδίως τεῦξεν Θεός. Ἔμπαλιν ᾠδῆς Ἵσταμαι· ἡμετέρης τοῦτ᾽ ὀλιγοφρενίης.
Νῦν ζόφος, αὐτὰρ ἔπειτα λόγος, καὶ πάντα νοήσεις, Ἢ Θεὸν εἰσορόων ἢ πυρὶ δαπτόμενος. Ὥς μοι ταῦτ᾽ ἐπάεισε φίλος νόος, ἄλγος ἔπεσσεν. Ὀψὲ δ᾽ ἀπὸ σκιεροῦ ἄλσεος οἴκαδ᾽ ἔβην, Ἄλλοτε μὲν γελόων ἑτερόφρονα, ἄλλοτε δ᾽ αὖτε Κῆρ ἄχεϊ σμύχων, μαρναμένοιο νόου.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.