Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἠθικὰ ποιήματα

Γρηγόριος ὁ Ναζιανζηνός

Κατά του τεχνητού καλλωπισμού και της φιλαρέσκειας

Αυστηρές παραινέσεις κατά της χρήσης ψιμυθίων και της ματαιοδοξίας, προβάλλοντας την πνευματική ωραιότητα της σωφροσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 17 από 20

ΚΘʹ. Κατὰ γυναικῶν καλλωπιζομένων. Μὴ κεφαλὰς πυργοῦτε νόθοις πλοκάμοισι, γυναῖκες, Θρύπτουσαι μαλακοὺς αὐχένας ἐκ σκοπέλων, Μηδὲ Θεοῦ μορφὰς ἐπαλείφετε χρώμασιν αἰσχροῖς, Ὥστε προσωπεῖον, κοὐχὶ πρόσωπα, φέρειν.

Οὐδὲ γὰρ ἀσκεπέα κεφαλὴν θέμις ἀνδρὶ γυναῖκα Φαίνειν, ἢ χρυσῷ σφιγγομένων πλοκάμων, Ἠὲ κόμης ἀδέτοιο κατωμαδὸν ἔνθα καὶ ἔνθα Σκιρτώσης ἀπαλῶν μαινάδος ἐξ ἀνέμων. Οὐδὲ λόφον καθύπερθε φέρειν κορύθεσσιν ὁμοῖον, Τηλεφανῆ σκοπίην ἀνδράσι λαμπομένην, Ἠὲ λίνου μαλακοῖο διαυγάζουσαν ἔθειραν Κρυπτὴν, ἀμφαδίην, τήνδε μετωπιδίην, Ξανθὸν ἀπαστράπτουσαν, ὅση κρήδεμνον ἄλυξεν, Ὡς δοκέειν παλάμης ἔργα πονησαμένης· Εὖτε τὸν οὐχ ὁρόωντα διδάσκαλον, ἄπνοον εἰκὼ Μορφῆς στασαμένη, κάλλος ἐκεῖθε γράφεις.

Κάλλος δ᾽ εἰ μὲν ἔδωκε φύσις, μὴ κρύπτετ᾽ ἀλοιφῇ, Ἀλλ᾽ οἴοις καθαρὸν ἀνδράσιν ὑμετέροις Σώζετε, κἀλλοτρίῳ μηδ᾽ ὄμματα λίχνα φέρουσαι· Ὄμμασι γὰρ κραδίη ἕσπεται οὐχ ὁσίοις· Εἰ δ᾽ οὐ γεινομένῃσι συνέσπετο, δεύτερον αἶσχος Φεύγετε, ἐκ χειρῶν κάλλος ἐφελκόμεναι· Κάλλος, ὃ γαῖα φέρει, καὶ ὤνιόν ἐστι γυναιξὶ Πανδήμοις, ὀβολῶν περνομέναις ὀλίγων Κάλλος, ὃ ῥυπτόμενον χαμάδις ῥέει· οὐδὲ γέλωτι Ἵστατ᾽, ἐπὴν λύσῃ χάρμα παρειὰν ὅλην, Καὶ δακρύων ὀχετοῖσιν ἐλέγχεται, ἰκμαλέῳ τε Δείματι, καὶ ψεκάδος λύεται ἐξ ὀλίγης.

Ἡ δὲ πάρος στίλβουσα, καὶ ἡ χαρίεσσα παρειὴ, Χάρμα μέγ᾽ ἐξαπίνης διχρόος ἐξεφάνη, Περκνὴ, μαρμαρόεσσα. Μελάγχροε, μιλτοπάρῃε, Πῶς δύνασαι κατέχειν κάλλος ἐλεγχόμενον; Ταῦτ᾽ οὐ κινυμένοισιν ἀγάλμασι· σοὶ δ᾽ ἀφορητὴ Μορφὴ, καὶ πολλοῖς λυομένη πάθεσι.

Τοῦτο Θεοῦ δέμας ἐστὶ, χερὸς τόδε· τοῦτο παλαιὸν, Τοῦτο νέον. Λειμὼν ἄνθεα δισσὰ φέρων, Τερπνῶν τε στυγερῶν τε ἀμοιβαδὶς, ἠέ τις ἐσθὴς Ἀμφίχροος ζώναις πλείοσιν ἑλκομένη. Τοὔνεκεν ἢ φεύγειν γραπτὸν δέμας, ἠὲ φυλάσσειν, Μηδ᾽ ἐπιλωβητὸν εἴδεος ἄλκαρ ἔχειν.

Ἱστὸν Πηνελόπης, τὸν νὺξ λύεν, ἦμαρ ὕφαινεν· Ἔνδοθι τὴν Ἑκάβην, ἔκτοθι τὴν Ἑλένην. Εἰ μὲν δὴ μῆχός τι λαθεῖν πόσιν, οὐ μὲν ἀνεκτὸν, Εἶδος ἀποκρύπτειν θειότερον βροτέῳ, Μή σε Θεὸς τοίοισιν ἀμείψηται χαλεπῄνας· Τίς, πόθεν ὁ πλάστης; ἔῤῥε μοι, ἀλλοτρίη.

Οὔ σ᾽ ἔγραψα, κύων, ἀλλ᾽ ἔπλασα εἰκόν᾽ ἐμοῖο· Πῶς εἴδωλον ἔχω εἴδεος ἀντὶ φίλου; Ἀλλ᾽ ἔμπης νούσῳ τι παρήσομεν. Εἰ δ᾽, ἀρίδηλον Ἐστὶ πίναξ γραφέων εἶδος ἐπ᾽ εἶδος ἔχων, Στήλην αἴσχεος ἴσθι βροτοῖς περιφαντὸν ἐγείρειν Μορφὴν, ἣν σὺ γράφεις ἔμπνοον ἀλκὶ νόου.

Κῆπος Ἀδώνιδος ἥδε τεὴ χάρις ὠλεσίκαρπος, Πουλύποδος χροιὴ, γράμματ᾽ ἐπὶ ψαμάθων. Πῶς δὲ σύγ᾽ εἶδος ἔχουσα κολοίϊον (εἴ γε κολοιὸν Εὔπτερον ἀλλοτρίοις ἄνθεσι μῦθος ἔχων, Αὖθις γυμνὸν ἔθηκε γελοίϊον), οὐκ ἀλεγίζεις Αἴσχεος ὑστατίου, κάλλεος ὀλλυμένου.

Ἔλπῃ δ᾽ ἀστυφέλικτον ἔχειν γάνος; οὐ μετὰ δηρὸν Ὄψεαι ἀλλοτρίου κάλλεος ὅσσον ἄχος. Πυνθάνομ᾽ ὥς τι φέριστον ἔχει πλάσις, ἤν ποτε γῆρας Ῥικνώσῃ μορφὴν, τὴν πάρος ἀνθοφόρον· Τῆμος ὅτ᾽ ἄγραφός ἐστι μελῶν πλάσις, ὡς πυρίκαυστον Λείπεσθαι σαρκῶν λείψανον ἐκ κονίης· Ὀψὲ μετακλαίειν δὲ μελῶν δόλον, εὖτε πίθηκον Ῥυτίσιν ἐν πυκιναῖς ὦσε τὸ λειπόμενον.

Τοίη ψευδομένων μελέων χάρις. Ἀλλὰ, φερίστη, Νῦν στῆσον μορφῆς ἔκτυπον, ὡς τὸ πάρος. Ἀτρεκὲς οὐ μὲν ἔγωγε ὀΐομαι· ἀλλὰ πολὺ πρὶν Μηδένα μηδ᾽ ἀνδρῶν εὔξεαι ὄμματ᾽ ἔχειν, Οἵ σε πάρος κλήϊζον, ἐπ᾽ ὄμματα δ᾽ εἶχον ἕτοιμα Τῇ καὶ τῇ σοβαροῖς ἴθμασι κινυμένην.

Καὶ τὸ, γέλως, ἀνδρῶν λήθειν γένος ἰσχανόωσα, Μύστας σῆς μορφῆς ἄνδρας ἐπεσπάσαο. Ἄνδρες γὰρ τρίψαντο τὰ φάρμακα, οἷς σὺ γέγηθας, Ληϊσταὶ μεγάρων, τέκτονες ἧς μανίης. Ταῦτ᾽ οὐ σωφροσύνης τὰ σοφίσματα, μαχλοσύνης δέ.

Πᾶν γὰρ ὃ τεχνάζῃ ἄῤῥεσι, μαχλοσύνη. Φασὶ ταὼ μεγάλαυχον, ἐπὴν περίκυκλον ἐγείρῃ Αὐχένα κυρτώσας χρύσεον, ἀστερόεις, Κλάζειν θηλυτέραις φιλοτήσιος. Εἰ δὲ σὺ μορφὴν Οὐ σφριγόωσι γράφεις ὄμμασι, θαῦμα μ᾽ ἔχει.

Εἰ μὲν γὰρ πόσιός σου ἔχεις πόθον, ὡς σὸν ἐκεῖνος, Ἐξέτι τοῦ, ὅτ᾽ ἐρῶν σ᾽ ἤγαγε πρὸς θαλάμους Κουριδίην θαλέθουσαν, ἔχεις χάριν· εἰ δὲ σύ γ᾽ ἄλλων Ὄμμασιν ἀνδανέεις, τοῦτο πόσις στυγέει. Κεύθειν λώϊόν ἐστι βελῶν χάριν οἷσι δόμοισιν, Ἠὲ ψευδομένην οὐχ ὁσίως προφέρειν.

Τῇ μὲν γὰρ πόσις ἐστὶν ἐπάρκιος· ἡ δ᾽ ἐπὶ πολλοῖς Ἵσταται, ὥς τε λίνον ἱπταμένων ἀγέλῃ. Τέρπῃ τερπομένῳ, καὶ ἀμείβεαι ὄψιν ὀπωπῇ, Αὐτὰρ ἔπειτα γέλως, καὶ λόγος ἀντίθετος, Κλεπτόμενοι τὸ πρῶτον, ἔπειτα δὲ θάρσος ἔχοντες.

Μηκέτι μοι τὰ πρόσω φθέγγεο, γλῶσσα λάλε. Ἀλλὰ τόδ᾽ ἀτρεκέως μυθήσομαι, οὐδὲν ἄκεντρον Τῶν ὅσα θηλυτέραις παίζεται ἀμφὶ νέοις. Πάντα γὰρ ἀλλήλοισιν ἅμ᾽ ἕσπεται, ὥστε σίδηρος, Ὃν μάγνης ἐρύει, ἄλλον ὑπ᾽ ἄλλον ἄγων.

Ὡς ὄφελον ψιμύθοις καὶ φύκεσιν, ἀντὶ γυναικῶν, Στίλβειν, καὶ λιπαρῶς, ἀνέρες ἀφραδέες, Οἳ τόσον αἶσχος ἔχοντες ἐν ὀφθαλμοῖσι σύνοικον, Τέρπονται κακίῃ, ἀχλὺν ἐφεσσάμενοι· Ἄλλας μὲν βάλλουσιν ἐπεσβολίῃσι φαεινὰς, Αὐτοὶ δ᾽ ἐν σφετέροις αἴσχεσίν εἰσι σύες· Ἢ τάχα καὶ συφεοῖσιν ἐνὶ σκοτίοισι πέσοιεν, Εἰρχθέντες Κίρκης χρίσμασι θηροτόκοις, Οἳ μήτ᾽ ἐχθαίρουσι, καὶ ὡς πυρὶ κάγκανον ὕλην Βάλλουσ᾽, ἣν ἐρύειν λώϊον ἠὲ φέρειν.

Ἄλλον γάρ τ᾽ ἄλλος τις ἀνὴρ κόσμοισι γυναικῶν Νικῶσ᾽, ἀφραδίῃ πλεῖον ἔχειν ἐθέλων. Πολλάκι καὶ κτεάνων ἐπιδευέες, ὥς κεν ἐγείρειν Ὕβριν ἑῶν ἀλόχων, πλεῖον ἔχουσι πόνον. Ἐχθρῷ δ᾽ οὔ ποτ᾽ ὄρεξας ἑὸν ξίφος, οὐδὲ χαράδρῃ Σοῖσιν ἐπ᾽ ἀστάχυσιν ὤπασας εὐοδίην.

Πανδώρην ἐνέπουσι, πυρὸς μαλεροῖο κλαπέντος, Ποινὴν ἡμερίοις ἄντιτον ἐλθέμεναι, Ἀντὶ πυρὸς πῦρ ἄλλο, καλοῦ κακὸν, ὥς κε φλέγῃσι Καὶ πλέον, ἀσκῆσαι κάλλεσι δαιδαλέοις Δαίμονας, ἄλλο τι δ᾽ ἄλλον ἐπίκλοπον εἰς ἓν ἄγοντας.

Συμφερτὴν ἀπάτην ἀνδράσιν ἐμπελάσαι, Δειπνολόχην, δολόεσσαν, ἀναιδέα, μειλιχόμυθον, Τερπωλὴν ὀλοὴν, δαλὸν ἀειφλεγέα. Οὐ μὲν δὴ μύθοις ἐπιπείθομαι· εἰ δὲ κελεύεις, Μὴ σύ γε Πανδώρη γίνεο δαιδαλέη. Πανδώρης γένος εἰσὶν ἀναιδέες· ἀλλὰ σὺ Χριστοῦ Εἰκὼν, σωφροσύνῃ λάμπεο καὶ πραπίσιν.

Ἄλλος δ᾽ οὐκέτι μῦθος, ἐμῶν δ᾽ ἐπέων ἐπάκουσον, Οὕς σοι θειοτάτων φθέγξομαι ἐκ λογίων. Οὐκ ἀΐεις καὶ πρόσθε τεὸν πατέρ᾽ ὡς ἀπάτησεν Ἀνδροφόνοιο φυτοῦ εὔχροος ἀγλαΐη Ἤπαφεν, εὐθαλέος τε ἄφαρ βάλεν ἐκ παραδείσου, Δυσμενέος τε δόλος, παρφασίη τ᾽ ἀλόχου.

Οὗτός σοι νόμος ἐστὶ πατρώϊος ἐξέτι κείνου, Μή ποτ᾽ ἐπ᾽ εὐχροίῃ θάρσος ἔχειν, θύγατερ. Πᾶν μὲν κάλλος ἐμοὶ, βαιὴ χάρις, εἶαρ ἔνεικε, Καὶ χειμὼν κρυερὸς ὤλεσεν ἐξαπίνης. Ἡ νοῦσός μιν ἔκαμψεν ἀώριον, ἢ χρόνος αἰνὸς Ὤλεσε, τηκεδανῶν κύκλα φέρων ἐτέων.

Τοῦτο δὲ καὶ πλέον ἐστὶ γελοίϊον· οἶδεν ἄκοσμον Εἶδος ἔχουσα γυνὴ, καὶ πατέει Δανάην, Αἴσχεϊ κυδιόωσα. Τὸ δ᾽ αἴσχιον (ὡς ἐνέπουσιν Ἴδριες, οὐ γὰρ ἐγὼ, τῆσδε κακοῤῥαφίης), Ξυνὴν νοῦσον ἔχουσι, καὶ ἀλλήλας ἐθέλουσι Κεύθειν. Τίπτε νόσου τῆσδε χερειότερον;

Τέκτων τέκτονος ἔργον ἐπίσταται, ἴδρις ἀοιδὸς Ἴδριν ἀοιδοσύνης, φῶρα δὲ φὼρ ἐδάη. Ἀλλ᾽ αἵ γ᾽ οὐκ ἐθέλουσι τά περ νοέουσι, νοεῖσθαι. Ἦ ῥ᾽ ἐτεὸν, κακίη ὄμματα πηρὰ φέρει. Ὣς δ᾽ ἄνδρες τίουσι τά περ γελόωσι πρόσωπα, Τερπόμενοι χροιαῖς κινυμένων πινάκων.

Οὔτι τόσον πινάκεσσιν ὀΐομαι, ὅσσον ἐπ᾽ ἀνδρῶν Θυμῷ, τοῦ τελέθει χρώματα μαρτυρίη. Πυνθάνομ᾽ ὡς κενεὴν, καὶ ἀνείδεον, ὑστερόφωνον Ἠχώ τις ποθέων, πλάζεθ᾽ ὑπὲρ σκοπέλων· Καὶ μορφῆς τις ἑῆς ποτ᾽ ἐράσσατο, καὶ κατ᾽ πηγῆς Ἤλατ᾽ ἐπ᾽ εἰδώλῳ κάλλεος οὐλομένου.

Ἄλλη δ᾽ αὖ ποταμοῖο καλοῖς ἐπεμῄνατο ῥείθροις, Μαίνετο, οὐδ᾽ ὄχθας ἥγ᾽ ἀπέλειπε φίλας· Λάπτεν ὕδωρ, χείρεσσιν ἀφύσσετο, ἀφρὸν ἔμαρπτεν· Ἀλλ᾽ οὐδ᾽ ὣς πυρόεις ὕδασι λῆγε πόθος. Οὕτω τυφλὸν ἔρως καὶ ἀνάρσιον. Οὐ μέγα θαῦμα, Εἴ τινα καὶ σὺ νέων τῆλε νόοιο βάλοις, Εὔχροος, ἁβροχίτων, ῥοδοδάκτυλος, ὑψικάρηνος, Οὐχ ἕνα, ἀλλὰ τόσους, ὁσσατίοισι γράφῃ.

Πείθομαι, ὥς ποτε ταῦρον ἀνὴρ σοφὸς ἤπαφε τέχνῃ, Χρώμασι μορφώσας δουρατέην δάμαλιν (Ξεινὸς ἔρως! ἀπνόοισιν ἐπ᾽ εἴδεσιν ἔμπνοα βαίνει) Ὁππότε καὶ σὺ νέοις μήσαο τοῖον ἄγος. Ὀρφεὺς θῆρας ἔπειθε, σὺ δ᾽ ἀνέρας, οἷσιν ὁμοῖος Θήρεσίν ἐστι νόος, θηλυμανής τε βίος.

Εἴ τοι μὴ σάρκεσσι χαρίζεαι, ἀντὶ δὲ σαρκῶν Ὄμμασι, καὶ τὸ, νόσος ἠερίη φιλότης. Ἀλλ᾽ ἅτρωτος ὅλη· ναὶ πείθομαι, οὐδὲ τόδ᾽ ἐσθλὸν Ἐστὶν ἐμοὶ κενεῆς δόξαν ἔχειν κακίης. Ὣς δ᾽ ἂν καὶ πολλῇσι νόμον γράψειας ἄκοσμον, Καὶ πινυτή περ ἐοῦσ᾽. Εὔδρομον ἡ κακίη.

Ἄλλων μὲν ῥυπόωντα βίον τεχνάσμασι κεύθειν, Σοὶ δὲ σαοφροσύνην καί τι μέλαν φορέειν. Εἰ γὰρ σώφρονές εἰσιν ἐπανθέες, οὔ ποτ᾽ ἂν ἄλλας Πείσαις θηλυτέρας σώφρονα θυμὸν ἔχειν. Μῦθος δ᾽ ἡμετέροιο νόμου, μηδ᾽ ὄμματα βάλλειν Εὖνιν ἐπ᾽ ἀλλοτρίην, μοιχιδίοισι πόθοις.

Ἀρχὴ γὰρ φιλότητος ἀναιδέος ὄψις ἀναιδὴς, Τήν κεν ἀνὴρ φεύγων, καὶ κακότητα φύγοι. Πῶς δὲ σὺ τόσσον ἔρωτος ἐπ᾽ ἀνδράσι κεστὸν ἄγουσα, Λυσιγάμοιο, γύναι, τῆλε μένεις κακίης, Εἰ δ᾽ ἄγε, σοὶ καὶ μῦθον ἐοικότα μυθολογήσω Αἴσχεσιν ὑμετέροις. Ἡ πολιὴ δὲ λάλον.

Ἄκριτον ἦν τοπάροιθε βροτῶν γένος, ὅς τε φέριστος, Ὅς τε χερειότερος, ὡς φάτις ὠγυγίη. Πολλοὶ μὲν δοκέεσκον ἀνάρσιοι, ὄντες ἄριστοι, Πολλοὶ δ᾽ αὖτ᾽ ἀγαθοὶ, ἔμπαλιν ἀφραδέες. Κῦδος ἀτιμοτάτοισιν, ἀτιμίη δέ τ᾽ ἀρίστοις Ἕσπετο, οὔτι δίκῃ τῶν δ᾽ ἐπαμειβομένων.

Ἀλλ᾽ οὐ λῆθεν ἄνακτα Θεὸν κακίη μεδέουσα Ὀψὲ δ᾽ ἀλαστήσας τοῖον ἔειπεν ἔπος· Οὐ θέμις ἔστ᾽ ἀγαθοῖσιν ὁμὸν κλέος ἠδὲ κακοῖσιν Ἔμμεναι, ὧδ᾽ ἂν ἔοι πλειοτέρη κακίη. Τοὔνεκα τοῖσιν ἐγὼ σημήϊον ἐσθλὸν ὀπάσσω, Ὄφρ᾽ εὖ γινώσκῃς, ὃς κακὸς, ὅς τ᾽ ἀγαθός.

Ὣς εἰπὼν ἐρύθηνε παρήϊα τοῖς ἀγαθοῖσιν, Αἷμ᾽ ὑπὸ δέρμα χέας, αἴσχεος ὀρνυμένου· Θηλυτέραις δὲ μάλιστα, ἐπεὶ καὶ εἶδος ἀραιαὶ Καὶ κραδίην ἁπαλαὶ, πλεῖον ὑπεσκέδασε· Τοῖς δὲ κακοῖσιν ἔπηξε, καὶ ἄτροπον ἔνδον ἔθηκε Τοὔνεκεν οὐδ᾽ ὀλίγον αἴσχεσι συμφέρεται.

Τῶν σύ μοι ἴη ἐοῦσα, πολύχροε· οὐ γὰρ ἔρευθος Αἰδέομ᾽, εἰ καί μοι τόσσον ὕπερθε φέρεις. Τοῦτο γάρ ἐστιν ἔρευθος ἀναιδείης ἀνερεύθου Ἔκγονον, ὃ κλύζει ὄμβρος ὁ πρὶν Σοδόμων. Μὴ γράψῃς τὸ πρόσωπον, ἀτάσθαλε, μηδὲ δολώσῃς Σὸν χρόα. Κάλλος ἐμοὶ μοῦνον, ὃ δῶκε φύσις.

Καὶ γὰρ πλοῦτος ἐμοὶ πατρώϊός ἐστιν ἀρείων Τοῦ δ᾽ ὃν ἐμὴ παλάμη οὐχ ὁσίως συνάγει, Καὶ τυτθός περ ἐὼν, πολὺ πλείονος. Ὣς δὲ γυναῖκα Στέργω κουριδίην, οὐχὶ δὲ μοιχιδίην· Καὶ γραπτῶν παίδων πολὺ φέρτεροι, οὓς ἐφύτευσα, Καί περ ἀρειοτέρων, οἵ γε χερειότεροι.

Τῶν σὺ μνωομένη τήρει δέμας, οἷον ἐτύχθη, Μηδ᾽ ἐθέλειν δοκέειν ἀνθ᾽ ἑτέρης ἑτέρη. Κελτοὶ μὲν κρίνουσι γόνον Ῥήνοιο ῥεέθροις, Καὶ χρυσοῦ καθαροῦ ἄνθρακές εἰσι κρίσις. Σὸν δὲ σαόφρονα θυμὸν ἀκαλλέϊ κάλλεϊ μορφῆς Σταθμῶμ᾽. Ἀσβολόεις μή σε γράφοι Βελίας· Ἢ γὰρ τέφραν ἔθηκαν ὅλην, ἢ καπνὸν ἔχευε, Τόσσον ἀεικίσσας τέρψιος ἀντὶ τόσης.

Οὐ χρυσὸς λιθάκεσσι διάπλοκος ὄμματα βάλλων Αὐγαῖς ἠερίαις, τίμιος εὐγενέταις· Δειροπέδη στήθεσσι περίτροχος, οὖας ἀτίζων Ἄχθεϊ μαργαρέῳ ἀμφιπερικραδάων· Οὐδ᾽ ὅσος ἀμφὶ κάρηνον ὑπέρτατος, οὐ πολύχρυσος Ἐσθὴς, λεπταλέων δαίδαλα ἔργα μίτων, Πορφύρεα, χρύσεα, διαλαμπέα, σιγαλόεντα, Οὐδὲ παρειάων φάρμακα λευγαλέα, Κόσμος θηλυτέραις· οὐ χείλεα πορφυρόεντα, Οὐ γραπτῶν βλεφάρων ὀφρὺν ὕπερθε φέρειν Κυανέην, διεράς τε κόρας ἔντοσθεν ἑλίσσειν, Οὐκ ὀπὶ θρυπτομένῃ εὐμενὲς οὖας ἄγειν, Οὐδὲ χέρας τε πόδας τε φίλῳ καὶ ἡδέϊ δεσμῷ Χρυσῷ σφιγγομένην, δούλιον εὖχος ἔχειν, Οὐδὲ μύροις μαλακοῖσι τεὸν δέμας, ἠὲ κάρηνον Χρίεσθαι (νεκροὺς ἀμφιέπουσι γύπες) Μηδὲ μὲν ἐν στομάτεσσι τεοῖς ἄβρωτον ἐδωδὴν Μαλθάσσειν, δονέουσ᾽ ἔνθα καὶ ἔνθα γένυν, Οἷα περιφρονέουσα σαόφρονας· ἐκ δ᾽ ἄρ᾽ ὀδόντων Πέμπειν καὶ διερῶν ἀφρὸν ἀπὸ στομάτων.

Μηδὲ δίφρων στεροπῇσιν ἀγάλλεο, μὴ παραφαίνειν Εἶδος ἀπὸ σχιστῶν δαιδαλέων διθύρων, Δερκομένη λεύσσοντας· ἀείρεο μὴ θεραπόντων Πληθύϊ, μὴ δμωαῖς εἰκόσι σῆς κραδίης. Εἴαρος ἄγγελοί εἰσι χελιδόνες, ἄνθος ὀπώρης, Δεσποίνης δμωαί· καὶ τόδε φράζεό μοι.

Τῶνδε γὰρ εἰ καὶ ἕκαστον ἀκοσμίη τις ἐλαφρὴ, Πάντα γ᾽ ἄμ᾽ ἀλλήλοις ἔμπεδός ἐστι μόρος. Ἄνθος ἕν ἐστι γυναιξὶν ἐράσμιον, ἐσθλὸν ἔρευθος, Αἰδώς. Τοῦτο γράφει ζωγράφος ἡμέτερος. Δώσομεν, εἰ ποθέεις, καὶ δεύτερον· ὦχρον ἐφέλκοις Κάλλεϊ σῷ, Χριστοῦ τηκομένη καμάτοις, Εὐχαῖς τε στοναχαῖς τε καὶ ἤμασι νυξί τ᾽ ἀΰπνοις· Ταῦτα καὶ ἀζυγέων φάρμακα, καὶ ζυγίων.

Χρώματα μὲν τοίχοισι παρήσομεν, ἠδὲ γυναιξὶ Ταῖς, ὁπόσαις λύσση βόρβορός ἐστι νέων. Κεῖναι καὶ σκιρτῷεν ἀναιδέα καὶ γελόῳεν, Ἡμῖν δ᾽ οὐδ᾽ ὁράαν μαχλάδας ἐστὶ θέμις. Ὁ τρόπος ἐστὶ γυναιξὶ τὸ τίμιον, οἴκαδε μίμνειν Πλείονα, καὶ θείοις προσλαλέειν λογίοις, Ἱστῷ τ᾽ ἠλακάτῃ τε· τὸ γὰρ γέρας ἐστὶ γυναικῶν Δμωαῖς ἔργα νέμειν, δμῶας ἀλευέμεναι, Χείλεσι δεσμὰ φέρειν, καὶ ὄμμασιν ἠδὲ παρειαῖς, Μηδὲ πόδα προθύρων πολλάκις ἐκτὸς ἔχειν· Χαίρειν θηλυτέρῃσι σαόφροσιν, ἀνδρὶ δὲ μούνῳ, Τῷ μίτρην θεόθεν λύσαο παρθενικήν.

Καὶ τῷ μέτρα φέρειν σύ γε θάρσεος, ὥς κεν ὀπάζοις Πίστιν, ὅτι ξείνων τῆλε μένεις φαέων. Τίς πρῶτος χροίησε Θεοῦ πλάσιν; ὣς ἀπόλοιτο Πρῶτος ἀναιδέην χρώμασιν ἐγκεράσας. Ὡς δ᾽ ὁπότ᾽ ἀρνευτῆρες ἀναιδέες, ἄνδρες ἄνανδροι, Εἴδωλον μορφῆς ἔνδοθι κευθομένης Ἔκτοθεν ἐστήσαντο, τὰ δ᾽ ἕσπεται, ὅσσ᾽ ἐπέοικεν Ἅλματα, καὶ λιγυρῶν αἰσχρὰ λύσις μελέων, Ἀνδράσιν ἀφραδέεσσιν ἑαδότα, ὡς ἄρα ταί γε, Ἑσσάμεναι μορφὴν ἔκτοθεν ἀλλοτρίην, Κωμικὸν, οὐχ ἱερὸν αἰδοῦς σκέπας, ἔνθεν ἔπειτα Κίνυνται μορφῆς ἄξια δαιδαλέης.

Τῇ περιμοχθίζουσι θύραι, κληῗδες, ἔσοπτρα, Φάρμακα, φαρμακίδες, ἄτρομον οὐδὲ τέγος. Ταῦτ᾽ εἰδογραφίης κενεαυχέος· ἀκομίης δὲ Οὐδὲν ἀμοχθότερον σώφρονος ἀγλαΐης. Εἰ δὲ σὺ κάλλεϊ τόσσον ἐπιπλάστῳ βλεμεαίνεις, Οὔ ποτ᾽ ἂν ἀπλάστῳ σώφρονα θυμὸν ἔχῃς.

Ἑσθὴρ εἶδος ἔτευξεν ἐράσμιον· ἀλλὰ τί κείνης Ἔργον ἀριπρεπίης; ἔθνος ἔμεινεν ὅλον. Γράψε ποτ᾽ ὄμματα πόρνης Ἰεζάβελ ἀγριόθυμος, πόρναις Λοῦσέ γε μὴν πόρνας αἵματι πορνιδίῳ. Σοὶ δ᾽ οὔτ᾽ ἔργον ἄνακτος ἑλεῖν χόλον, οὔτ᾽ ἐνὶ Μοῖραν ἔχεις· τῷ μοι φείδεο σωφροσύνης.

Οὐ τρομέεις ἱερῆας ὑποκλίνουσα κάρηνον, Σκηνὴν ἀμφιθέτοις εἴδεσι λαμπομένην; Οὐδὲ χέρες φρίσσουσιν, ἐπὴν ἐς μύστιν ἐδωδὴν Τείνεις, αἷς σὺ γράφεις πένθιμον ἀγλαΐην; Πῶς δὲ σύ γ᾽ ἀθλοφόροισιν, ὅσοις ἵστησι χορείην Λαὸς πασσυδίῃ, τίμιον αἷμα σέβων, Εἶδος ἄγεις πολλῶν θελκτήριον, ὡς ἀγορή τις Πληθὺν ἐφελκομένη ἐν μεσάτῳ πτολίων, Ἢ θηρῶν δείκτῃσιν ὁμοίϊα, τοὶ προφέρουσιν Ἑρπυστὰς σκοτίων δειμαλέοι λαγόνων;

Ἀλλὰ, γύναι, μύθοις ἐπιπείθεο ἡμετέροισι, Μή σε νόος τρώσῃ χεῖρας ἐπ᾽ εἶδος ἄγων. Μὴ σύ γε, μὴ κείνῃσιν ὁμόπλοος, ὦ τέκος, εἴης, Μὴ σύ γε συμφράδμων, μηδὲ συνωροφίη· Ἄλλῃσιν τὰ περισσά· σὺ δ᾽ ἅζεο χείλεσιν ἀνδρῶν Καὶ κληϊζομένη. Τοῦτο γυναιξὶ κλέος.

Εἰ μέν σοί γε βίος πανελεύθερος ἔπλετο δεσμῶν, Χριστῷ ζῶε μόνῳ, πάντ᾽ ἀποσεισαμένη, Παρθένος αἰγλήεσσα, περίφρων, ἀγλαόμητις, Νυμφίον ἧς κραδίης ἀγνὸν ἔχουσα Λόγον. Εἰ δέ σέ γε πλευρῆς εἷλεν πόθος, ἧς ἐκεάσθης, Μούνην γε πλευρὴν ἀμφιέπειν φιλίην, Ἐσθλὸν φίλτρον ἔχουσα, ἐλεύθερον ἀντὶ κακοῖο· Τοῖς δ᾽ ἄλλοις πάθεσιν, μηδ᾽ ὄναρ ἀντιάᾳν.

Καὶ σὺ Θεοῦ μεγάλοιο παραστάτι, οὐδὲ σὺ λήθεις, Ἤν ποτε τῷ χθαμαλῷ θῆλύ τι συγκεράσῃς. Ἔστι καὶ ἐν ῥυπόωσί ποθ᾽ εἵμασι θρύψις ἄσεμνος, Καὶ σεμνότης μαλακοῖς. Ἵστορες οὐκ ὀλίγοι. Ῥυτίς σοι πλέον ἐστὶν, ἐπίστασο, ἢ τὰ μέγιστα Τραύματα κοσμοβίων. Ἅζεο μαρτυρίην.

Οὐδὲ γὰρ ἐν ῥυπόωσι ῥανὶς τόσον, ὁσσάτιόν περ Φαίνεται ἐν καθαροῖς εἵμασιν ἰσοχρόοις. Ταῦτ᾽ εἰ μὲν πεπίθοιμεν, ὀνήσομεν· εἰ δὲ πρόσωπον Στήσειας, λάμποις δὶς τόσον, εἰ ποθέεις, Χρυσῷ τ᾽ ἠλέκτρῳ τε καὶ ἀργύρῳ ἠδ᾽ ἐλέφαντι· Τοῖα χαρίζομ᾽ ἐγὼ ταῖς νεοκαλλιγράφοις.

Ἡ στήλη μὲν ἕτοιμος, ἐγὼ δ᾽ ἐπίγραμμα χαράξω· Δεῦρ᾽ ἴθ᾽ ὅσοισι φίλον, κάλλεϊ τερψόμενοι.