Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἠθικὰ ποιήματα

Γρηγόριος ὁ Ναζιανζηνός

Παραινέσεις προς παρθένους και ασκητικοί κανόνες

Ηθικές συμβουλές προς τις παρθένους για την αποφυγή της υπερηφάνειας, τη διατήρηση της σωφροσύνης και την πνευματική εγρήγορση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 20

Βʹ. Ὑποθῆκαι παρθένοις. Νίκη μὲν δὴ σεῖο, καὶ ὃς μάλα σαρκὸς ἑταῖρος, Ὧδε δίκην δικάσειε. Μικρὸν δ᾽ ἐπέεσσιν ἐμοῖσι, Παρθένε κυδήεσσα, καὶ ἀγλαόμητι, περίφρων, Οὔατα παρθεμένη, καὶ ἐνὶ φρεσὶ σῇσι βαλέσθαι Μῦθον ἐμόν. Πολιῆς δὲ παραίφασίς ἐστιν ἀρίστη.

Μή σε νόος τρώσειεν ὑπερνεφέουσαν ἐρωαῖς. Πολλάκι γὰρ πτῶσις μὲν ἀπὸ χθονὸς ὑψόσ᾽ ἄειρεν, Ἐς χθόνα δ᾽ ὕψος ἔθηκε. Θεῷ τάδε τέθμια κεῖται, Εὐμενέειν γοεροῖσιν, ὑπερφιάλους δὲ κολούειν. Μηδὲ μικροῖς μέτροισι τεὴν σταθμώμενος οἶμον, Εἴ τινα παρθρέξειας ἀπόδρομον, ἠὲ κάκιστον, Τέρμα πέλειν ἀρετῆς τόδ᾽ ὀΐεο· οὐ γὰρ ἄριστον Τῶν ὀλίγων προφέρειν. Μέτρον δέ σοί ἐστιν ἐφετμὴ, Καὶ Θεὸς, οὗ σύ γ᾽ ἄπωθε, καὶ εἰ τροχαλώτερος ἄλλων.

Σκέπτεο μὴ καθύπερθεν ὅσων, ὁπόσων δ᾽ ὑπένερθεν Ἑστηὼς, πάντων προφερέστατος εὔχεαι εἶναι. Οὐρανὸς εὐρὺς ὕπερθε, σὺ δ᾽ ἐν χθαμαλοῖσιν ἀείρῃ. Ἔκλυον, ὡς νεπόδεσσι καθ᾽ ὕδατος αὐγάζονται Μήνη τ᾽, ἠέλιός τε καὶ ἀστέρες. Οὐ μὲν ἄρ᾽ οἵ γε Κωφὰ δ᾽ ἀληθείης ἰνδάλματα εἰσορόωντες, Τέρπονθ᾽ ὡς φωστῆρσιν ἀφαυροτάτοισι τύποισιν.

Οὔ ποτε γὰρ νώτων πολιῆς ἁλὸς ἐξαναδύντες, Ἀτρεκέως λαμπτῆρας ἐθηήσαντο πάροιθεν· Ἢ τάχ᾽ ἂν ἐσκέψαντο φάος καὶ παίγνια φωτός. Ὥς τινες· οὐ γὰρ ἄνακτος ἐτήτυμον ἔδρακον ὕψος· Μικρὸν ἀναθρώσκοντες, ἔχειν δοκέουσι πᾶν ὕψος.

Ἀλλὰ σὺ τοῦ μὲν ἔμαρψας, ὃ δ᾽ ἔλπεο, τοῦδ᾽ ἐπίβαινε Βαθμοῖς ἐν πλεόνεσσιν, ἀεὶ τὸ πρόσθε δεδορκώς. Καὶ στάσις ἐστὶ κάκιστον· ἐπείγεο δ᾽ ὡς καταμάρψων, Μέχρι σε καὶ πυμάτην ἐπὶ βαθμίδα Χριστὸς ἀνάξει.

Μὴ δέ σε Μῶμος ὄπισθε βάλοι, καὶ γλῶσσα κακίστη Ἰὸν ἐχιδναῖον πέμπουσ᾽ ἐπὶ σοῖσι καλοῖσι, Δοιαὶ γὰρ μερόπεσσιν ὁδοὶ, καὶ δισσὸν ὄνειδος· Ἡ μὲν γάρ τε κακὴ, καὶ ἐς τέλος ἶσον ἄγουσα, Ἡ δ᾽ ἀγαθὴ, καὶ τῆσδε φίλον τέλος, ὡς ἐπέοικε.

Μῶμος δ᾽ ἀμφοτέρῃσιν· ἐπεὶ γλώσσης τί κεν ἦεν Φέρτερον, εἰ μούνοισιν ἐπέχραε τοῖσι κακίστοις; Νῦν δ᾽ ἡ μὲν πάντεσσιν ὁμῶς ἀγαθοῖς τε κακοῖς τε Λύσσα πέλει. Σὺ δέ μοι φράδμων καὶ ἐπίσκοπος εἶναι Ἀμφοτέρων, καὶ τὴν μὲν ὀπίζεο, ἥ τις ἀλιτροῖς Ἕσπεται, ὡς κακότητα φύγῃς, τὴν γλῶσσα χαλέπτει.

Τῆς δ᾽ ἑτέρης μοι τόσσον ἔχειν δέος, ἣν ἀγαθοῖσιν Ἐχθρὸς ἐφοπλίζει πικρὴν κακὸς, ὅσσον ἀήτου Ἀγγίαλος πέτρη καὶ κύματος ἀγνυμένοιο. Μήτ᾽ αἰσχρόν ποτε μηδὲν, ὃ πλείοσιν εὔαδε, ῥέξῃς, Μή τ᾽ ἀγαθοῦ λήξειας, ὅ κεν στυγέωσι κάκιστοι.

Ἔρδειν δ᾽ εὐκλείης μὲν ἐπάξια. Ἢν δ᾽ ἀπέῃσι, Μή σέ γ᾽ ἀνιάτω ψεύστης λόγος, ἀλλ᾽ ἴθι πρόφρων Τὴν ὁδόν. Οἱ δ᾽ ὑλάοιεν ἐτώσια, οὐδὲν ἔρωτος Θειοτέρου βλάψουσιν. Ὁ δὲ φθόνος ὄμματα τήκοι. Μηδὲ σύ γ᾽ ἐκ Σοδόμων προφυγὼν, καὶ τέφραν ἀλύξας Τοῦδε βίου, θείου τε πυρὸς στονόεσσαν ἀπειλὴν, Εἰς Σόδομα βλέψειας, ἐπεὶ λίθος αἶψα παγήσῃ, Στήλη καὶ κακίης, καὶ ἀργαλέου θανάτοιο.

Μηδ᾽ ἐκ μὲν Σοδόμων κλέψῃς πόδας, ἐν πεδίοις δὲ Γείτοσι δηθύνειν ἆσσον πυρὸς, ἀλλὰ τάχιστα Σώζεσθαι πρὸς ὄρος, μή σε πυρὸς ὄμβρος ἐπίσσῃ. Μήτε λίην τρομέειν σαρκὸς φύσιν, ὡς ἀδάμαστον. Οὐ θεόθεν γὰρ τάρβος, ὃ δέσμιον ἄνδρα τίθησι.

Μήτε λίην σάρκεσσιν ἐφιέμεναι μαλακῇσι, Μή σε κατὰ κρημνῶν ῥίψῃ κόρος οὐ δοκέοντα. Πρόφρων μὲν τρηχεῖαν ἴθι τρίβον. Εἰ δ᾽ ἐπιβαίης, Σκέπτεο μή τις ὄλισθος, ὅπως ἐπὶ τέρμα πελάσσῃς Ἅπτωτος, στεινὸν δὲ διεξελάσῃς πυλεῶνα, Ἔνθα φάος τε κλέος τε, κακῶν τ᾽ ἄμπνευσις ἁπάντων.

Εἰτρομέεις, καλάμην σπινθὴρ ὅτι τυτθὸς ἀνάπτει, Θάρσει· ὄμβρος ἄνωθεν καταψύξει φλόγα πολλὴν, Εὐχαί τε, στοναχαί τε, καὶ ἤματα δακρυόεντα, Ἐννύχιαι μελεδῶναι, ἔρως θ᾽ ὅλος ἀμφὶ ἄνακτα. Τοῖα σαοφροσύνης καλὰ φάρμακα, οἷς σὺ, φέριστε, Οὐδ᾽ εἴδωλα πόθοιο χερειοτέρου ποτὲ θήσεις Σῇσιν ἐνὶ πραπίδεσσιν, ἁγνὸν δέ τε καὶ νόον ἕξεις, Ὡς νηὸς μεγάλοιο Θεοῦ καὶ Πνεύματος αἴγλη.

Παρθένε, παρθένος ἴσθι καὶ οὔασι, καὶ φαέεσσι, Καὶ γλώσσῃ· πᾶσιν γὰρ ἐπίτροχός ἐστιν ἁμαρτάς· Οὔατα μὲν πτερόοιτο μόνοις ἐσθλοῖσι λόγοισιν, Αἰσχροῖσι δὲ θύρετρα καὶ ἀφραδέεσσι τετάσθω. Ὄμματα δ᾽ ἐν νυμφῶσι τεοῖς βλεφάροισιν ἐρύχθω Σώφρονα, μηδὲ μάχλοις κινήμασι κέντρον ἐγείροι Χείλεα δ᾽ αὖ, καλύκεσσιν ὁμοίϊα, δέσμια κείσθω, Καὶ μῦθος ποθέοιτο. Πόδες δ᾽ ὑπέροπλον ἰόντε Ψεῦσται παρθενίης, καὶ ἴθματα πόρνον ἔχει τι.

Ῥωγαλέον δὲ χιτῶνα, καὶ οὐ τρυφέωντα κάρηνα Αἴδεο, μὴ σηρῶν καλὰ νήματα. Μάργαρος ἄλλην Κοσμείτω, καὶ χρυσὸς ἐπαστράπτων μελέεσσιν, Ὧν καὶ γραπτὰ πρόσωπα, χθονίων πλάσματα χειρῶν, Εἰκόνος οὐρανίης ἀλλότρια, εἰκόνες αἰσχραὶ, Μαχλοσύνης στῆλαί τε καὶ οὐ λαλέοντες ἔλεγχοι, Κινύμενοι πίνακες, μυστήρια νυκτὸς ἐνηοῦς, Αἴσχεα μαρμαίροντα, τάφοι κρύπτοντες ὀϊζύν.

Τῶν ἄπο τηλόθ᾽ ἴοιο, παραστάτι κυδήεσσα Κάλλει κρυπτομένῳ, νύμφη Χριστοῖο ἄνακτος. Ὄμματα δ᾽ ὄμμασι μίσγε, λόγῳ λόγον, ἁγνὰ καὶ ἁγνοῖς. Μή ποτε μηδὲ γέλωτι γέλων, καὶ θάρσεϊ θάρσος. Ἐκ γὰρ δὴ τοιῶνδε κακὸς μερόπεσσιν ὄλισθος.

Ἄρσενα πάντ᾽ ἀλέεινε, συνείσακτον δὲ μάλιστα, (Μεῤῥᾶς πικρὸν ὕδωρ, καὶ πείθεο, παρθένος ἁγνή,) Κἢν χρυσοῖο πέλῃ καθαρώτερος, ἢ ἀδάμαντος Στεῤῥότερος. Διπλοῦν γὰρ ἔπι δέος. Εἰ σὺ πέποιθας Σαρκὶ τεῇ, τίς πίστις ὁμωροφίοις μελέεσσι, Μή σοι μὲν καθαρόν τε καὶ ἄσπιλον ὄμμα, νόος τε, Φρὴν δ᾽ ἑτέρη κεύθοι τι χοὸς, καὶ πνεῦμα διώκοι;

Ἐκ σαρκῶν ἐπὶ πνεῦμα μετήλυθες, ἔνθεν ἀέρθης· Πῶς αὖθις σάρκεσσιν ὁμὸν βίον αἰνήσασα, Νυμφίον ἱμερόεντα τεῆς ζηλήμονα μορφῆς Αἰσχύνεις, μή πού σε κεδνῆς φιλότητος ἀμέρσῃ, Ὡς δισσὴν, σκάζουσαν ἐπ᾽ ἀμφοτέροισι πόδεσσι;

Χριστὸν ἔχεις ἀγαπητὸν, ἀπόπτυσον ἄνδρας ἅπαντας. Τί χρῄζεις ἐπίκουρον ἔχειν χατέοντ᾽ ἐπικούρου Πῶλοι μὲν πώλοισι φίλοι, ἔλαφοί τ᾽ ἐλάφοισι, Καὶ ψῆρες ψήρεσσιν, ἁγνῷ δέ τε τίμιος ἁγνός. Ἀλλ᾽ ἔμπης κακόμητιν ἀλεύεο, μή σε δολώσῃ, Καὶ πινυτόν περ ἐόντα· σοφοῖς δέ τε καὶ πλέον ἔχθει.

Πολλάκις ἐξ ἀγαθοῖο κακὸν πόρσυνε καὶ ἐσθλοῖς. Νῦν φάος, εἶτα σκότος, ἔνδον μόρος, εἶδαρ ὕπερθεν. Καὶ σαίνει γλυκεροῖσι, καὶ ὄλλυσι κευθομένοισι. Πολλάκι μὲν συνάγειρεν ὁμόφρονας ἀλλήλοισι Πνεύματι, καὶ φάος ἦλθεν, ἐπωνυμίην τέ γε σεμνὴν, Τὴν ἀγάπην καλέουσιν, ὑπήλυθεν. Αὐτὰρ ἔπειτα Ἐκ κραδίης ἐπὶ σάρκας ἄγων πόθον ἐγγὺς ἐούσας, Ἢ πῦρ, ἠὲ πυρὸς σημήϊα λυγρὰ δίδωσιν.

Εἴ τοι μηδὲ πυρὸς σημήϊον, ἀλλὰ τάχιστα Πλήξεις εἰσορόωντας. Ἑτοιμότεροι δέ τε πάντες Εἰς κακίην τελέθουσι. Ῥόος δ᾽ ἐπὶ πρηνὲς ὁδεύει. Ἀλλὰ δόμος, καὶ εἷμα, τράπεζά τε, ἀδρανίη τε Γήραος ἀργαλέοιο, τόδ᾽ ἤγαγεν αἶσχος ἀρωγόν.

Χρύσεα χαλκείων διαμείβεαι, εἰ γανόωντος Ἀντὶ βίου μικρὴν καὶ ἀεικέα τέρψιν ἐδέξω. Οὐδ᾽ εἴ μοι χρυσοῖο, καὶ ἠλέκτροιο τάλαντα, Καὶ πεδία χλοάοντα καὶ εὐρέα πώεα δοίης, Καὶ δόμον αἰγλήεντα, καὶ Ἀλκινόοιο τράπεζαν, Οὐδ᾽ εἴ μοι βίον ἄλλον ἀγήραον ἀντὶ παρόντος, Οὐδέ κεν ὣς λιπόχριστον ἐγὼ βίον αἰσχρὸν ἑλοίμην.

Ἄρτος ἐμοὶ στείνοιτο, ποτὸν τὸ ὕδωρ ποθέοιτο· Φύλλα συκῆς μ᾽, ὡς πρόσθεν Ἀδὰμ Εὐάν τε, καλύπτοι Καὶ σήραγγας ἔχοιμι πετρῶν δόμον, ἤ τινα φηγοῦ Κευθμῶνα, σχέδιόν τε βίον, καὶ θηρσὶν ὁμοῖον· Ἤ τινα πὰρ πυλεῶνα βεβλημένος, ἄχθος ἀρούρης, Ἀνδρὸς ὑπερφιάλοιο, πένης, καὶ Λάζαρος ἄλλος, Ἕλκοιμι ζωήν τε λυγρὴν καὶ σῶμα πονηρόν.

Νῦν τάδε, χάσμα δ᾽ ἔπειτα, καὶ ἄντιτα πάντα τὰ τερπνά. Σοὶ κόρος, ἄλγος ἔμοιγε· μικρὸν, καὶ πάντα λέλασται. Ἓν πάντες μετὰ τύμβον, ἴη κόνις· ἶσος ὁ χῶρος Δμώεσι καὶ βασιλεῦσι. Τὸ δὲ πλέον, οὐκ ἀΐδαο;

Τοὔνεκα μήτ᾽ ἀγαθοῖσιν ἰαίνεο τοῖς παρεοῦσι, Μήτε λίην μογεροῖσιν ἄσαι φρένα τοῦδε βίοιο. Ἦ γὰρ ὁμοῦ τερπνοῖσι καὶ ἄλγεα πάντ᾽ ἀπολείψεις Οὐ μετὰ δήν. Τί δὲ μακρὸν ἐφημερίοιο βίοιο; Ξεῖνος δ᾽ ἴσθι πάροικος ἐπ᾽ ἀλλοτρίης χθονὸς ἕρπων· Ἔνθεν ἀναστήσει σε Θεὸς ἐς πατρίδα σεῖο, Μικρὸν ἀεθλεύσαντα, πόνων δέ τε μεῖζον ἄεθλον.

Καὶ σὺ φίλοις τεκέεσσιν, Ἰωναδὰβ ἔξοχε μῆτιν, Ὄλβον ἐπισπεύδων τὸν ὑπέρτατον ἐν μερόπεσσι, Τόνδε νόμον μῦθόν τ᾽ ἐφθέγξαο· «Παῖδες ἐμοῖο, Δεῦτε, πατρὸς δέξασθε τὸν οὐ πόρε πλοῦτον ἔμοιγε, Οὔτ᾽ ἄλλῳ ποτὲ παιδὶ πατὴρ φίλος, ἔμπεδον αἰεί.

Μὴ δόμον οἰκήσητε περίγραπτον μελέεσσι, Μὴ γαίην ἀρόσητε. Τί δ᾽ ἄμπελος ὔμμιν ὄνειαρ; Ἐν σκηναῖς ναίοιτε, μέθυσμά τε καὶ γλυκὺ πῶμα Μή ποτ᾽ ἐφ᾽ ὑμετέρῳ λαιμῷ, μὴ, τέκνα, χέοιτε, Ἀλλὰ Θεῷ ζώοιτε, Θεὸν δέ τε πλοῦτον ἔχοιτε Μοῦνον, ἀεὶ ζώοντα, ὁμοίϊον, ἀστυφέλικτον.» Ὣς ἄρ᾽ ἔφη· παῖδες δὲ πατρὸς ἐτέλεσσαν ἐφετμήν.

Οἶδα δ᾽ ἐγὼ καὶ λαὸν ὑποσχεσίης ἐπὶ γαῖαν Ἰέμενον, τοῦ πρόσθε πυρὸς στύλος ἡγεμόνευε, Καὶ νεφέλης ἕλκοντος ἀσημάντου δι᾽ ἐρήμης· ᾯ πόντος ὑπόειξε, καὶ οὐρανὸς εἶδαρ ἔδωκε, Καὶ πέτρη βλάστησεν ὕδωρ, ὁ δ᾽ ἐχάσσατ᾽ ὀπίσσω Εὐρὺ ῥέων ποταμὸς, καὶ ἥλιος ἔσχεθε δίφρον, Καὶ παλάμῃσι τρόπαιον ἀνὴρ ἔστησε ταθείσαις Σταυρὸν ὑποσκιάων, πίστις δ᾽ ἐπέδησεν ἀκωκάς.

Ἠλίας δὲ κόραξι τράφη, καὶ γραῖαν ἔθρεψε Σιδονίην τυτθῇσιν ἐνὶ ψεκάδεσσι βίοιο, Οὔ ποτέ γ᾽ ἐν πενιχρῇ σιπύῃ λήγοντος ἀλεύρου, Καὶ κεράμοιο βρύοντος ἀεὶ τόσον ὑγρὸν ἔλαιον, Ὅσσον ἀφύσσετο χερσὶ φιλοξείνοιο γυναικός.

Ἑβραῖοι δέ τε παῖδες ἑὴν ποθέοντες ἐδωδὴν, Ὅφρα κε μὴ βασιλῆος ἐνὶ χρανθῶσι τραπέζῃ, Ἀσσυρίης καθύπερθε φλογὸς χαίροντες ἔβησαν, Ἔνθεν ἀναψύχοντες, ἑὰ πρὸς δώμαθ᾽ ἵκοντο. Καὶ Δανιὴλ λείουσι ῥιφεὶς βορὰ μαινομένοισι, Θρέψε μὲν οὔτι λέοντας, ἐπεὶ χέρας ἐξεπέτασσεν, Ἀερίην δ᾽ ἐνὶ χερσὶν ἐδέξατο δαῖτα προφήτου.

Σπλάγχνων δ᾽ ἐκ μεσάτων ἀπερεύξατο θεῖον Ἰωνᾶν Θὴρ ἁλὸς, οἷον ἔδεκτο τριήμερον. Ὦ μέγα θαῦμα! Πίστις γὰρ συνέερκτο καὶ ἐν σπλάγχνοισι προφήτῃ. Ἀκρὶς Ἰωάννου δὲ τροφὴ καὶ κηρίον ἦεν Ἄγριον, ὑψιλόφων τε τρίχες ἔσθημα καμήλων, Καὶ δόμος οὐρανὸς εὐρὺς, ἐρημαῖαί τε χαμεῦναι.

Τίς Θέκλαν ἐσάωσεν ὑπὲκ πυρὸς, ἢ τίς ἔδησε Θηρῶν ὠμοβόρων κρατερὸν μένος; Ἦ μέγα θαῦμα! Παρθενίη καὶ θῆρας ἐκοίμισεν, οὐδ᾽ ἐτάλασσαν Παρθενικῆς δέμας ἁγνὸν ἑαῖς γενύεσσι μιῆναι. Οὐδὲ μὲν οὐδ᾽ ἁγνῆς ἐπιλήσομαι (οὐ γὰρ ἔοικε), Σωσάννης, εἰ καί μιν ὑπὸ ζυγὸν ἤγαγεν ἀνὴρ, Σωφροσύνης ἣ τόσσον ἔχεν πόθον, ὥστε φυγοῦσαν Χεῖρας ἀθεσμοτάτας, ψήφοις τ᾽ ἀδίκοισι δικαστῶν Ἐς μόρον ἑλκομένην, πόθ᾽ ὑπὲκ θανάτοιο σάωσε Πνεῦμα νέου, πολιοῖο φρένας, καὶ μήδεα πυκνὰ Ὀρθοδίκου, δήσαντος ὑπὸ σφετέροισι λόγοισι Πρεσβυτέρους Βαβυλῶνος, ἀλιτροτάτους, ἀθεμίστους.

Παύλου δ᾽ αὐτὸς ἄκουσας, ὅσης κακότητος ἄεθλον, Ὁσσατίων μόχθων τε καὶ ἀργαλέων μελεδώνων Ἐν φιλίοις, ἐχθροῖς τε, καὶ εἰν ἁλὶ, καὶ κατὰ γαῖαν Ἤρατο, καὶ τριτάτοιο πόλου πρὸς χῶρον ἱκέσθαι, Καὶ θεῖναι γλυκερῇσιν ἐν ἄρκυσι κόσμον ἅπαντα.

Κεῖνος καὶ λυπροῖσιν ἀγάλλεται, ὁππόσον οὔτις Δεξιτεροῖς. Μεσάτη δὲ κακῶν ἀρετὴ κατάκειται Ὡς ῥόδον ἐν στυγερῇσι καὶ ὀξείῃσιν ἀκάνθαις. Τῶν σὺ μνωομένη, τήρει βίον ἁγνὸν Ἄνακτι, Πάμπαν ἐν ἐλπωρῇσιν ἀμείνοσι, μή σε δολώσῃ Χρειὼ, ἥ τε τάχιστα καὶ ἔμφρονα φῶτα δαμάζει.

Τοὔνεκα καὶ δολόμητις, ἐπεὶ Χριστοῦ βασιλῆος Εἰς πεῖραν καθέηκε, Θεὸν βροτὸν ἄμμιγα λεύσσων Πεινάοντ᾽, ἐκέλευσε λίθους εἰς εἶδαρ ἀμεῖψαι, Ὥς κεν χρηΐζοντα ἐν ἄρκυσιν ᾗσιν ἕλῃσιν. Ἀλλὰ Θεοῦ μὲν ἅμαρτε, σὲ δὲ βροτὸν οὔλια σαίνει Ὡς βροτόν. Ἀλλὰ Θεοῦ γε πέλοις, καὶ τῆλε διώκοις Ἐχθρὸν, ὅλη μίμνουσα Θεοῦ, καὶ σαρκὸς ὕπερθεν.

Μηδ᾽ ὡς ἐν πλεκτοῖο χοροῦ περιηγέϊ κύκλῳ, Τὸν μὲν δεξιτερῇ κατέχοις, ἄλλον δέ τε λαιῇ, Ἶσον ἐφαπτομένη καὶ σχιζομένη θεότητος, Ἥμισυ μὲν Χριστοῖο, τόδ᾽ ἥμισυ σαρκὸς ἐοῦσα· Ἢ πέλαγος τέμνουσα θοῇ καὶ ἐπαρτέϊ νηῒ, Πνεύματος ἱσταμένοιο καὶ εὔδια κυμαίνοντος, Ἴσχειν νηοπέδῃσι ταχὺν πλόον, ἢ δ᾽ ἀπὸ γαίης Ἕλκεσθαι, νωθρήν τε δι᾽ οἴδματος οἶμον ὁδεύειν, Ἄμφω ποντοπόροις καὶ πεζοπόροισιν ὁμοίην.

Μηδὲ τεῇ ζωῇ βαλέειν ἐχενηΐδα σάρκα, Ἥτε καὶ ἱεμένην περ, ὅμως κατὰ νῆα πέδησεν. Ἀλλ᾽ ὥς τι στεινοῖο πόρου διὰ ῥεῖθρον ὁδεῦον Ῥοιζηδὸν, μολίβου περιηγέος ἐν κενεῶσιν Ὅλκοιο πλήθοντος ὅσον χάδε, καὶ πρὸς ἀνάντες Δέσμιον ἅλλεται ὦκα, βιαζόμενον κατόπισθεν, Ὣς κέλομαι σέο φίλτρον ἐνὶ πραπίδεσσι τεῇσι Σφιγγόμενον, Χριστοῖο καταντίον ὕψι φέρεσθαι, Ἠὲ καλὴν πίειραν ἐπικλύζειν τίν᾽ ἄρουραν.

Εἰ δὲ σύ γ᾽ ἔνθα καὶ ἔνθα χέοις ψαμάθοισι βαθείαις, Ἢ κατὰ πετράων, ἢ λείμακος, ἠὲ χαράδρης, Ὤλετό σοι ῥόος ἐσθλὸς ἀσύνδετος, οὐδὲν ὄνειαρ. Εἰ μέν σοί γε πατὴρ ζώει φίλος, ὅς σε φάωσδε Ἤγαγεν, ἢ μήτηρ γλυκερὴ, καὶ φίλτρον ἀμεμφὲς, Εἰ σὺ κασιγνήτοισιν ἐρείδεαι εὐμενέουσιν, Ἢ τοκέων τοκέεσσιν ἀρηγόσιν, ἢ καὶ ἀρωγῆς Δευομένοις, τούτοις μὲν ὁμὸν βίον ἀμφαγαπάζειν Οὐ φθόνος, οὐδὲ πικρὸν καὶ ἀνάρσιον ἐνθάδε Μῶμος Ὄμμα βαλεῖ, τρίζειν καὶ σάνδαλα πολλάκι φάσκων· Ἔστι δὲ καὶ τόδ᾽ ὄνειαρ ἐμοὶ, κακὸς ὄμματα βάλλων.

Κεῖνος μὲν βαλέει, τὸ δ᾽ ἐμὸν κέαρ ἔμπεδον ἔσται. Τῶν δ᾽ ἄλλων μοι τόσσον ἀλεύεσθαι φιλότητα, Ἤ τοι μὴ φιλίην γε, συνωροφίην δ᾽ ἀλεγεινὴν, Ἢ θάρσος δολερόν τε καὶ εὐθαλέεσσιν ἄπιστον, Ὁσσάτιον Χριστοῖο περιδράσσεσθαι ἔοικεν Ἔμπεδον ἐμπεφυυῖαν ἀειζώοισι πόθοισι.

Μηδὲ σὺ παρθενίης μὲν ἔχειν πόθον ἱμεροέσσης, Τοῖς δ᾽ ἄλλοις παθέεσσι τεὴν φρένα πάμπαν ἀνοίγειν, Σωφροσύνῃ κομόωσα· κακὸν δέ γε τοῦτο χέρειον, Τίκτεσθ᾽ ἐξ ἀγαθοῖο κακὸν φθονεροῖο δόλλοισιν. Οὐ γὰρ τόσσον ἔμοιγε γάμος, οὐδ᾽ ἔργα γάμοιο Φύξιμος, ᾧ γε Θεὸς θνητῶν γένος αἰὲν ἀέξει, Ὅσσον ἐμοῖς παθέεσσιν ἄκος καὶ ἄλκαρ ἀνεῦρον Παρθενίην. Ὧν εἰ μὲν ἐλεύθερον ἦμαρ ἔχοιμι, Ἔστι καὶ ἀζυγίης τις ἐμοὶ χάρις. Εἰ δὲ θύρετρα Θήρεσιν ἀμπετάσαιμι, φίλην φραγμοῖσιν ἁλωὴν Εἷρξας, ἣ φραγμοῖο τὸ μὲν πυκινῶς ἀράροιμι, Τῷ δὲ τρίβους οἴξαιμι παρατροχάουσιν ὁδίταις, Τί πλέον; Ἦ γὰρ ὁμῶς δηλήσατο ἐχθρὸς ἁλωὴν Πάντοθεν εἰσπίπτων. Καὶ γὰρ σέο πάντα δοκεύει, Ἔκτοθεν ὅττι βάλῃσι, καὶ ἔνδοθεν ὅττι λάβῃσιν, Ἀμφαδίην, λοχόων τε. Τίς ἂν κακότηθ᾽ ὑπαλύξαι Ῥηϊδίως, μὴ Χριστὸν ἔχων ἐπιτάῤῥοθον αἰεί;

Μὴ μικρὸν ἐν κακίῃ θείης ποτὲ μηδὲ τὸ μικρόν. Τυτθοῖς ἀντιόωσα, χερείοσιν οὔ ποτε κύρσοις. Ὅσσα φέριστ᾽ ἀΐοις, καὶ φθέγγεο· ὅσσα δὲ βάζεις, Λεύσσοις προφρονέως. Ὄψις δ᾽ ἐπὶ ἔργον ἐλαύνοι. Πάντα σὺν ἀλλήλοισι, τέλος, λόγος, ὄψις, ἀκουή.

Φεύγειν σπέρμα πονηρὸν, ὅπως στάχυν ἐσθλὸν ἀγείρῃς Μηδὲ σὺ μοιχιδίην κλέπτειν φιλότητα βίοιο· Κλέπτει δ᾽ ὅστις ἔδεκτο κακοῦ καὶ ῥίζαν ἐλαφρήν· Ἐκ γάρ τοι ῥίζης γε πολύσχιστοι κλαδεῶνες Ἔνθα καὶ ἔνθα χέονται ἀπ᾽ ἰκμάδος αἱματοέσσης, Καὶ τυτθὸς συνέδησεν ὀπὸς μέγα χεῦμα γάλακτος, Καὶ ψηφὶς σταθεροῖο καθ᾽ ὕδατος ἀΐσσουσα Ἐξαπίνης συνέχευεν ὅλην περικαλλέα πηγὴν, Πολλοῖσιν κύκλοισιν ἐλαυνομένην, ἀπὸ κέντρου Αἰὲν ἐπιφρίσσουσι, καὶ ἔκτοθι λυομένοισι.

Ἰδνώθη δὲ τυπέντος ὅλον δέμας ἀμφ᾽ ὀδύνῃσιν Ἑλκόμενον· γεῦσις δ᾽ ὀλίγη, καὶ νεκρὸς ἔγωγε. Τῇδε γὰρ ὡμάρτησαν ἁμαρτάδες, ὡς ὅτ᾽ ἀρίστῳ Αἰχμητῇ στρατὸς ἄλλος, ἐπὴν διὰ τεῖχος ἕλῃσιν. Ἀσπίδος οὐ μέγα τύμμα, δίδωσι δέ γ᾽ αὐτίκα πότμῳ Ὑπναλέῳ, καὶ τερπνὸς ἀποπνείουσιν ὄλεθρος.

Τῷ, μή μοι ῥυπόωσαν ἔχειν φρένα, μηδ᾽ ἐπὶ τυτθοῖς. Γαστὴρ κλεῖθρα φέρουσα, τάχ᾽ ἂν κακότητα φύγῃσι. Τὴν δ᾽ ἄθυρον τρομέω, μή τις χοὸς ὕβρις ἐπέλθῃ Σώματι δαμναμένῳ, συνδάμναται οἶστρος ἀναιδής. Οἶνος παρθενικῇσι χόλου πλέον ἐστὶν ὄνειδος, Θυμὸς δ᾽ αὖ μανίης. Οἶμος δέ τε πάντα μόροιο.

Παρθένε, θρύπτεό μοι μηδ᾽ ἐν ῥυπόωσι χιτῶσιν· Ἔστι καὶ εὐτελίης τι κακὸν, ὁρόωντας ἰαίνειν. Μηδὲ παρειάων σκιρτήμασιν ἐχθρὸν ἐγείροις. Αἴσχεϊ καγχάζοιεν, ὅσαις τέγος ἀκλήϊστον Χάρματι παλλομέναις. Σοὶ δ᾽ ἵλαος ἦκα παρειὴ Λυέσθω, τὸ δ᾽ ἔρευθος ὑπαντέλλοιτο, τάχιστα Κλέπτον ἐϋφροσύνην. Αἰδὼς δ᾽ ὁρόωσιν ἔρευθος.

Φθέγγεσθαι μὲν ἔοικε Θεοῦ πέρι παῦρα γυναιξὶ, Τόσσον, ὅσον Τριάδος σεπτὴν φύσιν ἴδμεναι οἶον, Τρισσὴν ἐν θεότητι, μίαν χάριν (οὐ γὰρ ἄμεινον Σιγᾷν εὐσεβίης καὶ ῥήματα), εἰσαΐειν δὲ Πλείονα, καὶ τρομεραῖς ἄμφω φρεσὶν εὐαγέως τε, Καὶ καθύπερθε φέρειν αἰδοῦς σκέπας. Οἱ δὲ μάχοιντο Μύθοις ἀντιθέτοισι σοφοὶ σκεδάοντες ἀπίστους.

Μή σοί γ᾽ ἁρπάζοιτο Θεὸς στυγερῇσι μερίμναις, Αἵ τε καὶ ὕψι θέοντα θοῶς ἐπὶ γαῖαν ἕηκαν, Μηδὲ νόος πλάζοιτο φερεύμενος ἔνθα καὶ ἔνθα Τέρματος, οἷά τε πῶλος ἀεθλοφόρος κ᾽ ἀδάμαστος Τῆλε θέων, Χριστοῖο μέγα κλέος. Εἰ δέ σε πικρὸς Κλέψειεν Βελία, πλάγκτης νόος, ὅττι τάχιστα Καμπτόμενος, πρὸς νύσσαν ἴοις δρόμον ἰθὺν ἐπελθών.

Κερκίς σοί γε μέλοι, καὶ εἴρια, καὶ μελεδῶναι Θείοις ἐν λογίοις, σοφίη, καὶ ᾄσματα θεῖα, Λεπταλέης φωνῆς ἔμφρων θρόος, οὐκ ἐπίδεικτος, Ἧς πλέον ἐν πραπίδεσσι, μικρὸν δ᾽ ἐπὶ χείλεσι κείσθω. Πολλάκι καὶ κωφοῖσι δι᾽ οὔατος ἔσθορεν ἐχθρός.

Μηδὲ σὺ συζυγίην τε καὶ ἄχθεα θηλυτεράων Θειοτέροισι πόθοισι φυγοῦσ᾽, ὦ πάντα σαόφρων, Ἀλλοτρίους μεθέπειν θαλάμους καὶ ἔργα γάμοιο Ἀντὶ δὲ παρθενικῆς γε, γυνὴ ζυγίη καλέεσθαι. Μηδὲ δόμοις ξείνουσι παρέζεο, μηδὲ τραπέζαις.

Μηδὲ μέση δμώων τε καὶ οἰκιδίων ὀρυμαγδῶν Στρωφᾶσθαι. Μὴ θῶπα φέρειν λόγον ἀντὶ κόροιο. Μέτρα φιλοξενίης ἀσπάζεο· εἴ τις ἄριστος, Οἶγε προφρονέως ἐλαχὺν δόμον· εἴ τις ὁμίλου, Τηλόθεν εὐμενέοι. Σοὶ δὲ κλέος οἶκος ἐρυμνός.

Λώϊον ἀξενίη πουλυξείνοιο δόμοιο Παρθενικαῖς. Αἰδὼς γὰρ ἐνὶ πλεόνεσσιν ὀλεῖται, Καὶ τοῖς παρθενίη κεν ἐφυβρίζοιτο φαεινή. Τῷ, μή μοι περάτων γαίης ἄπο πίστιν ἀγείρειν. Αἴδεό μοι πολιὴν, καὶ ἕσπερ ἤθεσι κεδνοῖς.

Πλεῖον γάρ τι φέρει πολιὴ νεότητος ἐχέφρων Μηδὲ μὲν εὐσεβέουσα περίδρομον ἔνθα καὶ ἔνθα, Πολλάκις οὐ κατὰ κόσμον, ἅμ᾽ ἀνδράσι κουφοτέροισι Σὸν πόδα δινεύειν ἱεροὺς σπεύδοντ᾽ ἐπὶ χώρους, Καί περ τηλόθ᾽ ἐόντας Ἐφέστιός ἐστιν ἅπασι Χριστὸς ἄναξ πελάων τε καὶ ἐν κραδίῃ φιλέοντος.

Ἅζεό μοι πρώτιστα Θεὸν, μετέπειθ᾽ ἱερῆα Χριστὸν ἐπιχθόνιον, ζωῆς σημάντορα σεῖο· ᾯ πελάειν πτερόεσσα, καὶ ᾧ σιγῶσ᾽ ὑποείκειν, ᾯ γήθειν ἀνιοῦσα, καὶ ᾧ ῥειουσ᾽ ὑποείκειν, Ὥς κεν ὑποτρομέουσα, παλίσσυτος ὕψι φέρηαι Ἄλλοις τέθναθι πᾶσιν, ἐπεὶ τόδε λώϊόν ἐστι Παρθενικαῖς, ἢ γυμνὸν ἔχειν βίον, ἀσκεπέα τε.

Αἰνῶ θηλυτέρων, τὰς ἄρσενες οὐδὲ ἴσασι, Ζῶσι δ᾽ ἑκὰς βιότοιο, Θεῷ δέ τε κρυπτὰ πέφανται. Λίην εὐσεβέειν, λίην δέ τε μὴ βλεμεαίνειν. Κύδεος ἱμείρουσα, τάχ᾽ ἂν κλέος ἐσθλὸν ὀλέσσαις, Ἀνδράσι τὸ περίφαντον· ὄλοιτο δὲ θήλεος αὐχήν.

Ζηλούσθω μὲν ἄριστος, ὁ δὲ στυγέοιτο κάκιστος. Τὸ φθονέειν ἀγαθοῖς ἶσον, στέργειν τε κακίστους. Μήτε κακοὺς ὁρόωσα γαληνιόωντας, ὁδοῖο Ἴσχεο, μήτ᾽ ἀγαθοῖς φρένα δάπτεο καμπτομένοισι. Πεσσοὶ ταῦτα βίοιο, τὰ δ᾽ ὕστατα δέρκεο πάντα.

Χαίρειν εὐδιόωσα· τὰ δ᾽ ἑστάμεν᾽ οὐ σάφα οἶδας, Μή πού τις βροτολοιγὸς ἐπιπνεύσειεν ἀήτης. Τοὔνεκεν ἢ τρομέειν, ἢ προτρομέειν βιότοιο Πίπτοντος δὲ κακοῖο, τεὸν πόδα μᾶλλον ἐρείδειν, Εἰ δὲ καὶ εὐδρομέοντος, ἔτι πλέον. Εἰ γὰρ ἄριστοι· Πίπτουσιν, ἀνόλιστον ἔχειν βίον, οὐ μάλ᾽ ἐλαφρόν.

Ἄνθρακές εἰσι πόδεσσιν ἅπας βίος, οὐ μάλ᾽ ἐλαφροί· Καὶ κρυπτῶν παγίδων αἰεὶ καθύπερθεν ὁδεύεις. Δείδω μὴ βιότοιο θεμείλιον ἐν ψαμάθοισι Βαλλόμενος, ὄμβρῳ, ποταμοῖς τ᾽ ἀνέμοις τε κεδασθῶ, Ἢ σπόρος ὡς ἐπὶ γαῖαν ἰὼν ξηρὴν καὶ ἄκαρπον, Ὦκα μὲν ἀντείλαιμι, τάχιστα δὲ αὖος ἔοιμι, Ἠελίοιο βολῇσι τυπεὶς, καὶ πήμασι τυτθοῖς.

Μὴ δέ μοι ὑπνώοντι κακὸν σπόρον ἐγκαταμίξῃ Ζιζανίων ἀρότης τε κακῶν, καὶ βάσκανος ἐχθρός. Ἡνίκα δ᾽ αἰθομέναις ἁγνῶν δεκὰς ἐν δαΐδεσσι Παρθένοι ἐγρήσσουσαι ἀκοιμήτοις φαέεσσι Νυμφίον ἱμερόεντα Θεὸν δοκέωσιν ἄνακτα.

Ὡς λαμπραὶ γανόωντι ὑπαντήσωσιν ἰόντι, Μή μ᾽ ἐνὶ ταῖς κενεῇσι νόον καὶ ἄφροσι θείης, Ἤδη που Χριστοῖο παρεσσομένου μογεούσαις, Μηδ᾽ ὀλιγοδρανέον δαΐδων σέλας ὄμμασι λεύσσων Ὀψὲ φάους ζωῆς ὑγρὸν ποθέοιμι ἔλαιον.

Μὴ δέ με κληϊσθέντα γάμων ὤσαιτο θύρετρα, Ἔνθα Λόγος καθαρῇσι, πόθου μεγάλοις ὑπὸ δεσμοῖς, Μιγνύμενος κραδιῇσι, σέλας καὶ κῦδος ὀπάζει. Ἔστι γάμος, τὸν παιδὶ πατὴρ φίλος ἐσθλὸς ἀρίστῳ Δαίνυσι καγχαλόων. Τοῦ δ᾽ ἀντιάσαιμι ἔγωγε.

Τοῦ δ᾽ ἐγὼ ἀντιάσαιμι, καὶ ὃς φίλος ἐστὶν ἔμοιγε. Μίμνοι δ᾽ ἔκτοθι κεῖνος, ὅ τις πρὸ γάμοιο τίθησιν Ἢ ἀγρὸν, ἠὲ βοῶν ζεῦγος νέον, ἠὲ δάμαρτα. Μηδ᾽ ἐνὶ δαιτυμόνεσσι γαμήλιον εἶδος ἔχουσιν, Εἵματ᾽ ἔχων ῥυπόωντα, δεθεὶς χεῖράς τε πόδας τε, Νυμφῶνός τε, φίλων τε, γάμων τ᾽ ἄπο τῆλε πέσοιμι.

Ἐκ δὲ γάμων παλίνορσος ἄναξ ἐμὸς εὖτ᾽, ἂν ἐπέλθῃ, Ἐξαπίνης δοκέουσι καὶ οὐ δοκέουσιν ἐπιστὰς, Εὕροι μ᾽ ἐν δοκέουσι, καὶ αἰνήσειε φόβοιο Ὡς ἀγαθὸν θεράποντα καὶ ἤπιον ἀρχομένοισι, Καὶ σίτοιο δοτῆρα, λόγου στερεοῖο, δίκαιον.

Παρθενίῃ μὲν τοῖα πατὴρ ὡς ἠπιόμητις Ἐκ θυμοῦ φιλέων ἐπιτέλλομαι. Ἀλλὰ, θύγατρες, Καὶ παῖδες, καὶ τέκνα, φίλου πατρὸς εἰσαΐοιτε, Εἴ πού τις καὶ ἔμοιγε Θεοῦ χάρις, ὥσπερ ἔολπα. Μηδ᾽ ὡς Ἡλεῖδαι πατρὸς ἀτίσητε ἐφετμὴν, Μὴ, τέκνα, μὴ κείνοισιν ὁμοίϊον οἶτον ἕλησθε.

Τοῖς δ᾽ ἄλλοις ὅδε μῦθος. Ἀπηλεγέως δ᾽ ἀγορεύσω Ἶσον ἐπ᾽ ἀμφοτέροισι λόγον καὶ σταθμὰ τιταίνων, Ἀζυγίῃ τε γάμῳ τε. Θεὸς δ᾽ ἐπιμάρτυρος ἔστω. Ὅσσον παρθενίη προφερεστέρη ἐστὶ γάμοιο, Τόσσον παρθενίης ἁγνὸς γάμος ἀμφιβίοιο.

Τοὔνεκεν ἢ καθαρὴν ἀσπάζεο πάμπαν, ἄριστε, Παρθενίην, εἴ σοί γε μένος, καὶ θυμὸς ὄρωρεν, Ἠὲ γάμον στέργειν τὸν ὁμοίϊον, ὡς ἐνέπουσι, Δεύτερον ἐκ πρώτοιο καλὸν πλόον. Ἀμφοτέρων δὲ Φεύγειν ἀζυγέος τε βίου, ζυγίου τε πρόσωπον, Μιγνύντας μέλιτί τε χολὴν, καὶ βόρβορον οἴνῳ, Καὶ Σολύμοις Σαμάρειαν ἀλιτροτάτην ἱεροῖσιν.

Οὐδὲ γὰρ ὥσπερ ὁδοῖο τιταινόμενον κατόπισθεν Ἂψ ἰέναι πόνος ἐστὶν ἐτώσιος, οὐδέ τι τάρβος, Ἠὲ βέλος πέμποντα μικρὸν προπάροιθε ποδοῖιν Ῥῖψαι, μηδ᾽ ἐπὶ τέρμα καὶ ἐς σκοπὸν ἄκρον ἱκέσθαι Οὐχ ὣς παρθενίην Χριστῷ βασιλῆϊ προθέντα, Καὶ λογικὴν θυσίην, ἱερήϊον αἵματος ἐκτὸς, Εἰς γάμον ἂψ ἰέναι, θωὴ μόνον, ἀλλὰ μέγιστον Πτῶμα πέλει, θανάτοιο πέλας, πρὸς δ᾽ αἶσχος ἄληκτον, Τῷ ἴκελον, ὡς εἴ τις ἐπ᾽ οὔρεος ἀκροτόμοιο, ᾯ πλείστοισι μόγοις προσεβήσατο χρυσὸν ὀρύσσων, Ἢ θήρης μεθέπων γλυκερὸν πόνον, ἀπροτίοπτος Ἐξαπίνης ἐπὶ γαῖαν ὀλισθήσειε πόδεσσι.

Τίς δ᾽ ἀΐων Σάπφειραν ἀτάσθαλον, Ἀνανίην τε, Κέρδεος οἳ σφετέροιο κακὸν μόρον ἠλλάξαντο, Οὐ τρομέει καὶ μικρὸν ὑποσχεσίης τι κολούειν; Καὶ γλῶσσαν χρυσέην τις, ἐπεὶ νοσφίσατο λάθρη Ἀνδράσιν ἐν προτέροισι, παρεκνόον ἡγεμονῆος, Εἷμά τε, χρῆμά τε βαιὸν, ὅλῳ δηλήσατο λαῷ.

Τοῖος παρθενίης ὀπίσω δρόμος, ἠὲ χερείων, Ὁσσάτιον προφέρει λάχος ἔμπνοον. Ὡς ἀπόλοιτο Συζυγίη, τὴν οὔτι γαμήλιος ἥρμοσε θεσμὸς, Ἀλλ᾽ ὅστις ψυχὰς αἰεὶ προπάροιθεν ἰούσας Ἂψ ἐρύει, χθαμαλοῖσιν ὅπως πλεόνεσσιν ἀνάσσῃ, Πρῶτος ἐπ᾽ οὐρανίοιο κλέους ἐπὶ γαῖαν ἑλυσθεὶς, ᾟς ὑπεροπλίῃσιν ἀτιμίης ζυγὸν ἔλκων Ἐνθάδε τοῦ περ ἀεὶ κέντρον πεφυλαγμένος εἶναι.

Ἤδη καὶ τοκέεσσιν ἐγὼ μυθήσομ᾽ ἄριστα, Ὧν βίος ἐν χείρεσσι, καὶ αἴσχεα, καὶ κλέος ἐσθλὸν Παρθενικῶν, πηοῖς τε σαόφροσι, καὶ μελεδώναις. Οὐ θέμις, οὐδ᾽ ἐπέοικε βιάζεσθαι μεγάλοιο Πλάσμα Θεοῦ. Πάντες γὰρ ἑνὸς γένος, ὅστις ἀνάσσων, Ὅστις ἀνασσομένοις ἐναρίθμιος, ὅστις ἄνολβος, Ὅστις ἐρικτήμων, ὑψίθρονος, ἐς χθόνα νεύων, Ὃς πολιῇσι πέποιθε, καὶ ὃς νεότητι γέγηθε.

Πάντες ἑνὸς, πάντεσσι πνοὴ μία, εἰς ἕνα πάντες Νεύομεν. Ὡς δὲ Θεὸς πᾶσι βροτὸς ἶσος ἐτύχθη, Καὶ θάνε, καὶ συνέγειρε, καὶ οὐρανὸν εὐρὺν ἔδωκε. Τῷ μή τις σάρκεσσι φέρων χάριν ἀφραδέεσσι, Παρθενικὴν ἀέκουσαν ἄγοι πρὸς λέκτρα καὶ εὐνὴν Δρασσομένην Χριστοῖο, πόθον βιόωσαν ἄριστον, Πούλυπον ἐκ θαλάμης πέτρην κοτύλῃσιν ἔχοντα, Ἠέ τιν᾽ ὄρνιν ἀοιδὸν ἀπ᾽ εὐτύκτοιο καλιῆς.

Ἀλλ᾽ εἰ μὲν φιλόχριστον ἔχεις κέαρ, ἢ σέ γε δεσμοῖς Θειοτέροις ἐνέδησε Θεὸς, κόσμου τ᾽ ἀνάειρε. Στήσεις προφρονέως Χριστῷ περικαλλέα νύμφην, Ἢ κοῦρον, φιλότεκνος ὅπως πάρος Ἄννα Σαμουὴλ, Σῶν καθαρῶν λαγόνων ἱερὸν γόνον, ἔμπνοον ἱρὸν, Πάντων πρωτοτόκων ἱερώτερον, ἀσταχύων τε Καὶ βοτρύων, οὓς κεῖρεν ἀπάργματα γηπόνος ἐσθλός.

Εἰ δὲ σύ γε Χριστοῖο μέσος κόσμοιό τε βαίνεις, Ἶσον συζυγίῃ τε καὶ ἀζυγίῃ ζυγὸν ἕλκειν, Ἀμφοτέρων δ᾽ ὅσα καλὰ, καὶ ὅσσ᾽ ἀντίξοα λέξας, Εὖ καὶ ἐπισταμένως, καὶ τέρματα δισσὰ χαράξας, Ἕσπεο τῇ κεν ἴοι θερμὸς πόθος ἠδ᾽ ἐπάρηγε, Τῇ μὲν δουλοσύνῃ, τῇ δ᾽ οὐρανίοισι πόθοισιν.

Ἥτις δ᾽ ὥριός ἐστι γάμῳ, καὶ σώφρονι βουλῇ (Καὶ δεσμὸς ἀλόχῳ μὲν ἀνὴρ, τοκέες δὲ θυγατρὶ, Χριστοῦ δ᾽ ἀμφοτέροισι φόβος, φίλτρον δ᾽ ἀγάμοισι). Μήτε λιλαιομένην ἀνδρὸς ἀποέργαθε κούρην, Μήτε Θεῷ πελάουσαν ἐς ἀνέρος οἶκον ἐπείγειν, Ἄχρι καὶ ἀτρεκίης, πειρᾷν γε μὲν οὔ τι μεγαίρω.

Εἰ δέ γε συζυγίῃ μὲν ὅλην φρένα χεῖρα τε δοίης, Καὶ στήσαις θαλάμους τε, χοροιτυπίας τε, πότους τε Καγχαλόων, καὶ γῆρας ἀποξύσειε μενοινὴ, Παρθενικὴ δ᾽ ἀπὸ σεῖο φυγὰς πρὸς Χριστὸν ἀνέλθοι, Ὥς τε Δίκη τοπάροιθε, βοὸς κταμένου ἀροτῆρος, Δείδια μὴ κοτέῃσι Θεὸς ψήφοις ἀνίσοισι Τῷ ὑποδάμναθ᾽ ἅπασα χοὸς φύσις, ὡς πυρὶ κηρὸς Πινόμενος. Τάρβος δὲ Θεοῦ καὶ σάρκ᾽ ἐπέδησεν.