Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Ἠθικὰ ποιήματα
Ο ασκητικός και μαρτυρικός βίος έναντι της ελληνικής αρχαιότητας
Περιγραφή των ασκητικών αγώνων και των μαρτυρίων των Χριστιανών σε αντίθεση με τη ματαιότητα των ελληνικών αθλητικών επιτευγμάτων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο ασκητικός και μαρτυρικός βίος έναντι της ελληνικής αρχαιότητας
Περιγραφή των ασκητικών αγώνων και των μαρτυρίων των Χριστιανών σε αντίθεση με τη ματαιότητα των ελληνικών αθλητικών επιτευγμάτων.
Τῆς δ᾽ ἐγκρατείας μικρὰ μὲν τὰ τῶν πάλαι Σοφῶν παρ᾽ Ἕλλησί τε καὶ τῶν βαρβάρων. Καὶ βαρβάροις γὰρ τῆς ἀρετῆς ἦν τις λόγος. Τί χρὴ δ᾽ ἀφ᾽ ἡμῶν οἷα καὶ ὅσα γράφειν; Πᾶσιν γάρ ἐστι περιφανῆ καὶ γνώριμα.
Ἤκουσα τοῦτο τῆς σοφῆς τραγῳδίας· «Γαστρὸς δὲ πειρῶ πᾶσαν ἡνίαν κρατεῖν.» Μόνη γὰρ ὧν πέπονθεν οὐκ ἔχει χάριν. Ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶσι δ᾽ οὔ. Παχεῖα γαστὴρ λεπτὸν οὐ τίκτει νόον. Πληρῶσαι δέῤῥιν κηρίων ἤ τ᾽ ἀλφίτων, Οὐδὲν διοίσει ταῦτα γαστρὸς ἐν μυχοῖς.
Πίθῳ δ᾽ ἐπαντλεῖν ἐκρέοντι, τίς χάρις; Γαστὴρ δ᾽ ἄναλτος εὗρε καὶ νεῶν δρόμους· Ἄλλους δ᾽ ἐπ᾽ ἄλλοις ἐμμανεῖς ἐξώπλισεν. Ἅπαντα δ᾽ ἕρπειν εἰς βυθὸν τὰ τίμια Τῶν γαστριμάργων σῖτα, μὴ δὲ σῖτ᾽ ἔτι Τῶν εὐτελεστάτων, λέβητος ἐξ ἑνὸς, Ὀρθῶς λέγει που Κερκιδᾶς ὁ φίλτατος, Τέλος τρυφώντων, αὐτὸς ἐσθίων ἅλας, Αὐτῆς τρυφῆς ἔθ᾽ ἁλμυρὸν καταπτύων.
Τίς δ᾽ οὐκ ἐπαινεῖ τὸν τρυφῶντι τῷ νέῳ Φήσαντα· «Παῦσαι προστιθείς σου ταῖς πέδαις, Ἐξαγριῶν τε τὸ σπαράσσον θηρίον.» Κἀκεῖνο δ᾽ οἷον Στωικῶν τῶν φιλτάτων; Ὡς ἄλλος ἄλλῳ σαρκίῳ τις προσλαλῶν· «Τί σοι χρεωστῶ, φησὶν, ἄθλιον δέρος;
Φαγεῖν; μέγιστον, ἄρτος ἐνδεῶς δοθείς. Πιεῖν; ὕδωρ σοι δώσομεν, καὶ ὀξίνην. Οὐ ταῦτά μ᾽ αἰτεῖς· τὰ τρυφῆς δὲ καὶ κόρου, Κρυσταλλίνων τε ἁβρότητ᾽ ἐκπωμάτων. Λίαν ἑτοίμως δώσομέν γ᾽, ἀλλ᾽ ἀγχόνη.» Ταῦτ᾽ οὐκ ἀμείνω τῶν πάλαι βλακευμάτων Σαρδαναπάλου τοῦ Νίνου, ὃς ὤν ποτε Πλούτῳ τε λαμπρὸς καὶ τρυφῇ διεφθορὼς, Ἐβούλεθ᾽ αὑτῷ καὶ γεράνου μηκίστερον Λαιμὸν γενέσθαι, ἡδονῆς μακρᾶς χάριν;
Ὦ θεῖε Δαβὶδ, σοὶ δὲ διψῶντι φρέαρ Γῆς ἀλλοφύλων καὶ ποτὸν κρατούμενον, Ἐπεὶ δι᾽ αἱμάτων τε καὶ μάχης τινὲς Ὑπηρετοῦντο τῷ πόθῳ, χερσὶν λαβὼν Ἔσπεισας ὕδωρ· οὐ γὰρ ἐξ ἀλλοτρίων Κακῶν ἐδέξω τὸν σὸν ἐκπλῆσαι πόθον.
Εἰ δ᾽ ἀγγέλων τις ἄρτος, ἡ Λόγου τροφὴ (Ἀσώματον φύσιν γὰρ οὐ σῶμα τρέφει), Ὅσοι παρ᾽ ἡμῖν ἀγγέλων ζῶσιν βίον, Σπινθῆρσι μικροῖς τοῦ βίου κρατούμενοι! Καὶ τοῦτ᾽ ἄκοντες, δόγματος θείου χάριν· Δεῖ γὰρ δεδέσθαι, μέχρις ἐκλύσῃ Θεός.
Ἐῶ τὰ βίβλων καὶ τὰ τῶν πάλαι λέγειν. Ὅσοι καθάρσει σωμάτων θεούμενοι, Τροφῆς ἄγευστοι ἡμέρας καὶ πλείονας Διῆλθον, ὥσπερ σωμάτων ἐλεύθεροι, Πυρὸς δ᾽ ἀπειλὴν, καὶ λεόντων χάσματα Ἤνεγκαν, ὥστε μὴ βέβηλον ἐν ξένῃ Τροφὴν προσέσθαι βαρβάρων προστάγματι.
Ἀφ᾽ οὗ δὲ Χριστῷ συμπλακεὶς ὁ δυσμενὴς Ἀπῆλθε, σαρκὸς εὐγενοῦς ἡττημένος, Ἐκ τετταράκοντ᾽ ἀσιτίας νυχθημέρων, Ὡς μᾶλλον αἰσχύνοιτο τῆς πείρας σφαλεὶς, Νόμος προῆλθε τῆς φίλης κακώσεως Ἐν τοῖς ἀγῶσιν, ὢ σοφοῦ παλαίσματος!
Καὶ τῶν ἀναίμων ἐνθέων τε θυμάτων, Ἃ πᾶς ὁ κόσμος καλλιερεῖ τῷ Δεσπότῃ, Θύοντες, οὐ μόσχους τε τῷ πάλαι νόμῳ, Οὐδ᾽ ἄρνας, οὐδ᾽ ἔξωθεν εἰσφοράν τινα Τῶν οὐ τελείων (πᾶν γὰρ ἄλογον ἐνδεὲς), Αὐτοὶ δ᾽ ἑαυτῶν τῆξιν ἐμμέτρῳ τροφῇ, Τὸ μὴ τρυφᾷν τρυφῶντες, ὢ ξένης τρυφῆς!
Ναοὺς καθαίρειν τῷ Θεῷ πειρώμενοι, Ἀγρυπνίαις τε παννύχοις θ᾽ ὑμνῳδίαις, Ἐκδημίαις τε τοῦ νοὸς πρὸς νοῦν μέγαν, Ζῶντες τοσοῦτον ἐν σκιαῖς καὶ φάσμασιν Ὅσον τὰ κρυπτὰ τοῖς ὁρωμένοις λαβεῖν. Ἐντεῦθεν οἱ μὲν δέσμιον σαρκὸς πάχος Θέντες σιδήρῳ, τὸν κόρον κατέσβεσαν· Οἱ δὲ ζόφῳ τε καὶ στενοῖς οἰκήμασιν Ἢ ῥήγμασι κλεισθέντες ἀγρίων πετρῶν, Βλάβην ἐπέσχον τῶν πλάνων αἰσθήσεων.
Ἄλλοι δ᾽ ἐρημίαις τε καὶ θηρῶν νάπαις, Τὴν θηριώδη τοῦ φυγεῖν ἁμαρτίαν, Αὐτοὺς ἔδωκαν, ἔκφυλον ζῶντες βίον, Τοῦθ᾽ ὃ βλέπουσι κόσμον εἰδότες μόνον. Σάκκῳ τις ἄλλος, καὶ σποδῷ, καὶ δακρύοις Εἵλκυσεν οἶκτον, καὶ χαμευνίας πόνῳ, Στάσει τε νυκτῶν ἡμερῶν τε πλειόνων, Μηνῶν τε, τούτου μεῖζον· εἰ δ᾽ εἴποιμ᾽ ἐτῶν, Ἄπιστον οἶμαι, πλὴν ἐμοὶ πιστὸν λίαν, Ὅσοι τ᾽ ἐπόπται τῶν φίλων τοῦ θαύματος.
Πίστις γὰρ ἐστήλωσε καὶ φόβος Θεοῦ, Τὸν νοῦν πρόωρον ἁρπάσας τῶν σωμάτων. Ξένων δ᾽ ἀκούσῃ καὶ ποτοῦ καὶ σιτίων Ὄψον, σποδόν τε καὶ δάκρυον μεμιγμένον, Ἄναρτον, ὡς ἄνυδρον οἱ δ᾽ ἄλλοι βίον. Ἅ μοι δοκοῦσι καὶ φύσεως νικᾷν νόμους, Ζήλου φέροντος ἄχρις ἐκτόπων ὁδῶν.
Τί ταῦτα; Τοῦ Λεὼ δὲ σὺ θαυμάζεις κόρας, Τὰς τῶν Ἀθηνῶν προσφαγείσας ἀσμένως, Μενοικέως τε τὴν πρόθυμον εἰσφορὰν, Θηβῶν ὑπερθανόντος ὡς σώσῃ πόλιν· Κλεομβρότου τε τοῦ σοφοῦ τὸ τίμιον Πήδημ᾽ ἀφ᾽ ὕψους, ὡς ἀπέλθοι σώματος, Ἐπεὶ Πλάτωνος τῷ περὶ ψυχῆς λόγῳ Πεισθεὶς, ἔρωτι λύσεως κατεσχέθη.
Λέγεις Ἐπικτήτου τε τὸ κλασθὲν σκέλος, Πρὶν ἤ τι ῥῆξαι ῥῆμα δοῦλον τῆς βίας· Εἶναι γὰρ, εἶναι τ᾽ ἀνδρὸς, ὡς ἀκούομεν, Τὸ σῶμα δοῦλον, τὸν τρόπον δ᾽ ἐλεύθερον· Πτισμόν τ᾽ ἐν ὅλμῳ τῶν Ἀναξάρχου χερῶν, Ὡς οὐ παρόντος, καὶ κελεύοντος σφοδρῶς Πτίσσειν τὸν αὑτοῦ θύλακον, αὐτὸν γὰρ μένειν Ἄπτιστον, ὅστις ἐστὶν, οὐχ ὁρώμενον· Καὶ Σωκράτους τὸ κώνειον, φιλοτησίαν Ξένην τοσοῦτον ἡδέως ἑσπωμένην.
Σὺ ταῦτ᾽ ἐπαινεῖς; καί τι κἀγὼ, πλὴν ὅσον Ἐν τοῖς ἀφύκτοις ἦσαν ἀνδρεῖοι κακοῖς· Τοῖς γὰρ θέλουσιν οὐχ ὁρῶ σωτηρίαν. Ἐντεῦθεν ἐλθὲ πρὸς πάλην τὴν ἔνθεον Ἐμῶν ἀθλητῶν, καί σε δινείτω φόβος, Τούτων ἀκούοντά τε καὶ μεμνημένον· Οἵοις ὅσοις τε κινδύνοις ηὐξήσαμεν Χριστοῦ τὸ σεπτὸν καὶ νέον μυστήριον, Οἱ τοῦ καλεῖσθ᾽ ἐκεῖθεν ἠξιωμένοι.
Πολλοὺς γὰρ ἡμῖν πολλάκις τε τοῦ φθόνου Ζέσαντος ἐχθροὺς καὶ διώκτας τοῦ λόγου, Θυμὸν πνέοντας, θῆρας ἠγριωμένους, Οὐ πώποθ᾽ ἡμεῖς εἴξαμεν καιροῦ ῥοπαῖς. Ἀλλ᾽ εἴ τι καὶ ῥᾴθυμον εἰρήνῃ προσῆν, Εἴ τις κακὸς καὶ τἄλλα ὢν ἐτύγχανεν, Ἐνταῦθα πάντες ἐστομώθημεν Θεῷ· Ζήλῳ δὲ πυκνωθέντες ἐμπύρῳ, θράσος Ἐχθρῶν δεδέγμεθ᾽, εὐκλεῶς ἡττώμενοι.
Οὐδεὶς γὰρ οὕτως ἡδέως σωτηρίαν Κομίζεθ᾽, ὡς ἡμεῖς γε κινδύνους καλούς. Τίς πῦρ, ξίφη, βάραθρα, λιμὸν, ἀγχόνην, Θῆρας φονῶντας, ὡς τρυφὴν ἐδέξατο; Στρεβλώματ᾽, ἐξαρθρώματ᾽, ὀμμάτων σβέσεις, Ζέσεις, σπαραγμοὺς, καὶ μελῶν λακίσματα, Κρυμοὺς, βυθοὺς, ζόφους τε καὶ κρημνίσματα, Χρόνου τε μακροῦ ποικίλην τραγῳδίαν;
Ὃ καὶ κακῶν χείριστον, εἰδόσι φράσω· Ἡ μὲν γὰρ ἀκμὴ τοῦ κακοῦ, λύσις φόβου. Τὸ προσδοκᾷν δ᾽ ἀεί τι, πάσχειν ἔστ᾽ ἀεὶ, Θνήσκειν τε πολλοὺς ἀνθ᾽ ἑνὸς πικροὺς μόρους. Ἐῶ λέγειν φυγάς τε καὶ τὰς χρημάτων Ἀλλοτριώσεις, καὶ τὸ ταῦτ᾽ ἐν ὄψεσιν Ἀνδρῶν, γυναικῶν, ἡλίκων, τέκνων, φίλων, Πάσχειν, ἃ κάμπτει καὶ τὸν ἀλκιμώτατον.
Καὶ ταῦθ᾽ ὑπὲρ τοῦ; συλλαβῆς ἴσως μιᾶς· Τί τοῦτό φημι συλλαβῆς; καὶ νεύματος Ἑνὸς, κακῶς σώζοντος ἐξ ἀρνήσεως. Θεὸς γάρ ἐστιν ἐν βραχεῖ τὸ κείμενον· Ὅν περ προδοῦσιν, ἄλλον οὐκ ἔστιν λαβεῖν. Τί δεῖ λόγων μοι πλειόνων; ἆρον κύκλῳ Τὴν ὄψιν, ἄθρει τὴν ὅλην οἰκουμένην Ὅσην κατέσχε νῦν λόγος σωτήριος, Δήσας Θεῷ τε καὶ πάθει μεμιγμένος, Μίξιν ξένην τε καὶ Θεοῦ πόῤῥω νόμων· Ταύτην καταστράπτουσιν ὥσπερ ἀστέρες Σχεδόν τι πᾶσαν αἰθρίοις αὐγάσμασιν, Ὑψωρόφοις θρόνοις τε καὶ διδάγμασιν, Ἀθροίσμασίν τε καὶ δρόμοις πανεστίοις, Ὑμνῳδίαις τε τῶν πόνων ἐπαξίαις, Οἱ τοῦ σφαγέντος εὐκλεεῖς νικηφόροι.
Τοσοῦτον δ᾽ ἐστὶν τῆς ἀθλήσεως σέβας, Ὡς καὶ κόνιν βραχεῖαν, ἤ τι λείψανον Ὀστῶν παλαιῶν, ἢ τριχῶν μικρὸν μέρος, Ἢ καὶ ῥακώματ᾽, ἤ τι καὶ ῥαντισμάτων Σημεῖον, ἀρκεῖν εἰς ὅλου τιμήν ποτε. Καὶ κλῆσιν ἔγνων, ἔστιν ὧν ἀλείψανον, Τόποις δοθεῖσαν ἀνθ᾽ ὅλου τοῦ μάρτυρος, Ἰσχύν τ᾽ ἴσην λαβοῦσαν, ὢ τοῦ θαύματος!
Σώζειν γὰρ οἶμαι καὶ τὸ μεμνῆσθαι μόνον. Τί δ᾽ εἰ λέγοιμι καὶ νόσων καὶ δαιμόνων Κάθαρσιν ἔνθεν ἄπιστον, ἄχρι σημάτων, Ἃ σωμάτων ποτ᾽ ἠξιώθη τιμίων, Ἀντιστατούντων πνευμάτων ἐπιδρομαῖς; Τοιαῦτα ἀθλητῶν τῶν ἐμῶν τὰ θαύματα.
Πίσαν δέ μοι σὺ καὶ κόνιν τὴν Δελφικὴν Αὔχεις, Νεμέαν τε καὶ πίτυν τὴν Ἰσθμίαν· Δι᾽ ὧν ἔφηβοι δυστυχεῖς ἔσχον κλέος, Ἄθλων τιθέντες μικρὰ καὶ μικρῶν γέρα, Πυγμῆς, πάλης τε καὶ δρόμου, καὶ ἁλμάτων, Ἃ μήτε νικᾷν, μήτε νικᾶσθαι μέγα.
Οὐ γὰρ Θεὸς τὸ ἆθλον, ἢ σωτηρία, Ὡς τοῖς ἐμοῖς νόμοις τε καὶ παλαίσμασι, Τυχεῖν τε δόξης τῆς ἄνω καὶ στεμμάτων. Ἐπεὶ δὲ τὴν ἀνδρείαν ἐν τούτοις ἴδες, (Ἣν καὶ μιμεῖσθαι ταῖς καθ᾽ ἡμέραν πάλαις Πρὸς τὸν διώκτην τοῦ βάθους καὶ λάθριον, Κλέπτοντα δεινῶς ταῖς πλάνοις αἰσθήσεσι, Κράτιστόν ἐστι καὶ λίαν σωτήριον), Δεῦρο σκόπει μοι καὶ τὰ τῆς αἰνουμένης Ἡμῖν μάλιστα σωφροσύνης. Ἔχει δέ πως.
Εἰσὶν μὲν, εἰσὶ καὶ παρ᾽ Ἕλλησίν τινες Ταύτης ἐρασταὶ καὶ πάλαι καὶ νῦν ἔτι. Οὐ γὰρ ἀπιστήσω γε τοῖς θρυλλουμένοις· Φθόνος γὰρ οὐδεὶς σωφρονεῖν καὶ τοὺς ξένους. Ξενοκράτην λέγουσιν, ὡς πόρνης τινὸς Οἷ προσριφείσης ἔκ τινων πειρωμένων, (Καὶ γὰρ καθεύδων νυκτὸς), ἡνίκ᾽ ᾔσθετο, Οὔτ᾽ ἐπτοήθη τῷ ξένῳ τῆς ὕβρεως, Οὔτ᾽ ἐξανέστη, ἢ φυγεῖν ἠνέσχετο· Ἄμφω γὰρ εἶναι δεύτερα Ξενοκράτους· Οὕτω δ᾽ ἀκίνητός τε καὶ ἄτρωτος ἦν, Ὥστ᾽ ἐκφυγοῦσαν ἀσμένως βοᾷν· «Τί με Νεκρῷ παρευνάσαντες ἠπατήσατε;» Ἐπίκουρος ἡδονὴν μὲν ἠγωνίζετο Εἶναι τὸν ἆθλον τῶν ἐμοὶ πονουμένων, Εἰς ἢν τελευτᾷ πάντα τ᾽ ἀνθρώπων καλά.
Ὡς ἂν δὲ μὴ δόξειεν ἡδονῆ τινι Ταύτην ἐπαινεῖν, κοσμίως καὶ σωφρόνως Ἔζη, βοηθῶν ἐκ τρόπου τῷ δόγματι. Οὐδ᾽ ὁ Πολέμων ἔμοι γε σιγηθήσεται· Καὶ γὰρ τὸ θαῦμα τῶν ἄγαν λαλουμένων. Ἦν μὲν τὸ πρόσθεν οὗτος οὐκ ἐν σώφροσι, Καὶ λίαν αἰσχρὸς ἡδονῶν ὑπηρέτης· Ἐπεὶ δ᾽ ἔρωτι τοῦ καλοῦ κατεσχέθη, Σύμβουλον εὑρὼν, οὐκ ἔχω δ᾽ εἰπεῖν τίνα, Εἴτ᾽ οὖν σοφόν τιν᾽, εἴθ᾽ ἑαυτὸν, ἀθρόως Τοσοῦτον ὤφθη τῶν παθῶν ἀνώτερος, Ὥσθ᾽ ἕν τι θήσω τῶν ἐκείνου θαυμάτων.
Ἑταῖραν εἰσεκάλει τις ἀκρατὴς νέος· Ἡ δ᾽ ὡς πυλῶνος ἦλθε, φασὶ, πλησίον, Τῆς δ᾽ ἦν προκύπτων Πολέμων ἐν εἰκόνι, Ταύτην ἰδοῦσα, καὶ γὰρ ἦν σεβασμία. Ἀπῆλθεν εὐθὺς καὶ θέας ἡττημένη, Ὡς ζῶντ᾽ ἐπαισχυνθεῖσα τὸν γεγραμμένον.
Καὶ τοῦτο πολλοῖς οἶδα τῶν λαλουμένων· Δίων ἀνέπνει, φασὶν, οὐ μάλ᾽ ἡδύ τι (Τοῦτον λέγω Δίωνα, οὗ πολὺς λόγος), Καὶ τοῦτ᾽ ἐκερτόμησε τῶν τις ἀστικῶν· Τόνδ᾽, ὡς εἶδε γυναῖκα τὴν αὑτοῦ, φράσαι· «Τί τοῦτο; οὐ γὰρ ἔφρασάς μοι τὴν νόσον.» Καὶ τὴν σὺν ὅρκῳ· «Τοῦτο πάντων ἀῤῥένων, Εἰπεῖν, τὸ σύμπτωμ᾽ ᾠόμην, οὐ σοῦ μόνου.» Τοσοῦτον ἀνδρῶν καὶ φίλων ἀποστατεῖν· Ὁ γὰρ λόγος, δήλωμα τοῦ σεμνοῦ τρόπου.
Τίς δ᾽ οὐκ ἐπαινεῖ τῶν Ἀλεξάνδρου τόδε; Ὃς τὰς Δαρείου παῖδας ὡς ἡττημένου Εἰς χεῖρας εἷλεν· εὐπρεπεῖς δ᾽ εἶναι μαθὼν, Εἰς ὄψιν οὐκ ἐδέξατ᾽· εἶναι γὰρ κακοῦ, Τ᾽ ἀνδρῶν κρατήσανθ᾽ ἥσσον᾽ εἶναι παρθένων.
Ταῦτ᾽ ἐστι τῶν ἐμῶν μὲν οὐδὲν πλησίον· Ὅμως δ᾽ ἐπαινῶ· καὶ πόθεν; λευκὴν ἰδεῖν Μορφὴν ἐν Αἰθίοψιν, ἡλίκη χάρις. Ἢ καὶ θαλάσσης ἐν μέσῳ νάμα γλυκύ! Ὣς δ᾽ ἐν πονηροῖς καὶ κακοῖς διδάγμασιν, Ἔχειν τι σῶφρον, ἦ μεγίστου θαύματος.
Ὧν γὰρ σεβάσματ᾽ ἐστὶν ἐμπαθέστατα, Τούτοις τὸ πάσχειν δηλαδὴ καὶ τίμιον. Καὶ γὰρ θεῶν τιν᾽, οὗ τὸ πάθος, προΐσταται, Κακῶν βοηθῷ τοῦ κακοῦ κεχρημένος. Τίνων ἔρωτες, εἰπέ μοι, καὶ ἀῤῥένων, Δεῖ γὰρ πλέον τι τοὺς θεοὺς ὑμῶν ἔχειν.
Τίνων Φρυγίσκοι μείρακες καὶ συμπόται, Ἥδιστον νέκταρ οἰνοχοῦντες ἐκλύτως; Αἰσχύνομαι γὰρ τοῖς Διὸς μυστηρίοις. Τίνων, γάμων κλοπαί τε καὶ δεσμῶν ὕβρεις; Θέατρον αἰσχρὸν καὶ γέλως κεκλημένοις. Πῶς πάντα ποιοῦσ᾽ αἱ γυναῖκες τὸν Δία, Ταῦρον, κεραυνὸν, κύκνον, ἄνδρα, θηρίον, Χρυσὸν, δράκοντα, τὰς ἔρωτος ἐκστάσεις, Τὸν ὕπατόν τε καὶ κακίστων μήστορα;
Τίς ἡδονῶν δέσποιναν ἡγεῖται θεὸν, Βωμούς τ᾽ ἐγείρει καὶ ναοὺς παθήμασι; Τίνων δὲ νύκτες, νυκτὸς ὄντως ἄξιαι, Σεμνῶς ἀτίμων συμβόλοις τιμώμεναι; Ἰθύφαλλοί τε καὶ Φαλλοὶ, γέλως μέσος, Θεὸν νέον μιγνύντες ἐν τοῖς πλάσμασιν· Ἃ καὶ λεγόντων ἐγκαλύπτεσθ᾽ ἦν πρέπον, Ἑρμαφρόδιτοι, Πᾶνες, ἀσχήμων γόνος· Θεοὶ τραγοσκελεῖς τε καὶ τράγοι τρόπον, Παρ᾽ οἷς γάμων χορεύτριαι καὶ παρθένοι· (Δεῖ γὰρ γάμου τι πάσχειν, εἰ καὶ μὴ γάμου).
Παρ᾽ οἷς γαμίζουσ᾽ αἱ καλαὶ τὰς οὐ καλὰς, Συνεισφέρουσαι προῖκα, πορνείας πόρον. Ἡ αἰσχρότης δὲ δαιμόνων τιμή τινος, Ὡς μηδὲ τὸ φιλάνθρωπον εὔσχημον μένειν. Ἐντεῦθεν ἔσχεν αἰσχρὰ τὴν παῤῥησίαν, Πόρνης τέγη μισθώμαθ᾽, ὕβρις ἔννομος.
Ταῖς σφῶν δ᾽ ἑταίραις τὴν Ἀφροδίτην οἱ σοφοὶ Μορφοῦσιν, ὡς θεοῖντο τῷ σοφίσματι· Καὶ Φειδία τὰ παιδικὰ ἐν τῷ δακτύλῳ Τῆς παρθένου γραφέντα· «Παντάρχης καλός.» Ἐντεῦθεν ὡς ἀνδρίαι καὶ στρατηγίαι Λαμπραὶ γραφαῖς τε καὶ κρότοις καὶ συγγραφαῖς, Ὡς καὶ τὸ κοινὸν κάλλος. Ἄθρει μοι τόσας Πόρνας ναοῖς τε καὶ θεοῖς τιμωμένας, Εὐφρὼ, Φρύνην, Λέαιναν ἐν τῷ θηρίῳ, (Σεμνὸν γὰρ ἦν καὶ τοὔνομ᾽ ἐν ναοῖς μέσοις), Τὴν Ἑλλάδος δέσποιναν, ἧς πολὺς λόγος, Ἐξ Ὑκκάρων φθαρεῖσαν αἰσχρὰν Λαΐδα, Ἄλλας τε πολλὰς, οὐ γὰρ ἀξιῶ λόγου.
Τούτων μὲν οὖν, βέλτιστε, ὥσπερ εὐφυὴς Ἀργυρογνώμων, εἴ τι μὲν καλὸν, δέχου· Ἀπεκλέγου δ᾽ ἃ μή σε ποιεῖ βελτίω· Τοῖς σοῖς δὲ πᾶσι προστρέχειν διδάγμασι, Τύποις τε ἀνδρῶν καὶ γυναικῶν σωφρόνων· Ὧν ἐλπίς ἐστι καὶ Θεὸς διδάσκαλος, Κρείσσους νόμους γράφοντες ὧν ἡ χεὶρ γράφει.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.