Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Κατὰ Ἀρειανῶν καὶ περὶ ἑαυτοῦ

Γρηγόριος ὁ Ναζιανζηνός

Το ποιμαντικό έργο, η υπομονή στις θλίψεις και το μικρό ποίμνιο

Αναφορά στην αποδοχή της ποιμαντικής ευθύνης, στην υπομονή στους διωγμούς κατά μίμηση του Χριστού και στην πνευματική υπεροχή της αληθινής Εκκλησίας έναντι του πλήθους των αιρετικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 4

ΙΓ. Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα, ἐπέστην ὑμῖν ὁ μικρὸς ἐγὼ καὶ κακόπατρις, καὶ τοῦτο, οὐχ ἑκὼν, οὐδ᾽ αὐτεπάγγελτος, κατὰ τοὺς πολλοὺς τῶν νῦν ἐπιπηδώντων ταῖς προστασίαις, ἀλλὰ κληθεὶς, καὶ βιασθεὶς, καὶ κατακολουθήσας φόβῳ καὶ Πνεύματι. Ἢ μακρότερα πολεμηθείην ἐνταῦθα διακενῆς, καὶ μηδένα τῆς πλάνης ἐλευθερώσαιμι, ἀλλ᾽ οἱ ἀτεχνίαν τῆς ἐμῆς κατευχόμενοι ψυχῆς ἐπιτύχοιεν, εἰ ψευδὴς ὁ λόγος.

Ἐπεὶ δὲ ἦλθον, καὶ ἴσως οὐ μετὰ φαύλης τῆς ἐξουσίας (ἵνα μικρόν τι καυχήσωμαι τῶν τῆς ἀφροσύνης), τίνα τῶν ἀπλήστων ἐμιμησάμην; τί τοῦ καιροῦ παρεζήλωσα, καίτοιγε τοιαῦτα ἔχων τὰ ὑποδείγματα, ὧν καὶ δίχα, μὴ κακὸν εἶναι τῶν χαλεπῶν καὶ σπανίων; Τίνων Ἐκκλητιῶν ὑμῖν ἠμφισβητήσαμεν;

Ποίων χρημάτων, καίτοιγε τοῖς ἀμφότερα πλουτοῦσιν ὑπὲρ τὴν χρείαν, οἱ δὲ ἐνδεεῖς ἀμφότερα; Ποῖον βασιλικὸν δόγμα διαπτυσθὲν ἐζηλοτυπήσαμεν; Τίνας ἀρχόντων ἐθεραπεύσαμεν καθ᾽ ὑμῶν; Τίνων θρασύτητα κατεμηνύσαμεν; Τὰ δὲ εἰς ἐμὲ, τίνα;

Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, καὶ τότε εἶπον (ἐμνήσθην γὰρ ἐν καιρῷ τῶν Στεφάνου ῥημάτων), καὶ νῦν προσεύχομαι. Λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· βλασφημούμενοι παρακαλοῦμεν.

ΙΔʹ. Εἰ δὲ, ὅτι τυραννούμενος φέρω, τοῦτο ἀδικῶ, χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην, καὶ ὑπ᾽ ἄλλων ἤνεγκα τυραννούμενος· καὶ χάρις, ὅτι τὴν ἐπιείκειαν ἐνεκλήθην, ὡς ἄνοιαν. Λογίζομαι γὰρ οὕτω, λίαν ὑψηλοτέροις ἢ καθ᾽ ὑμᾶς λογισμοῖς χρώμενος· Πόσον μέρος ταῦτα τῶν ἐμπτυσμάτων Χριστοῦ καὶ ῥαπισμάτων, ὑπὲρ οὗ καὶ δι᾽ ὃν οἱ κίνδυνοι;

Ἑνὸς οὐ τιμῶμαι πάντα τοῦ ἀκανθίνου στεφάνου, ὃς τὸν νικητὴν ἡμῶν ἀπεστεφάνωσε, δι᾽ οὗ καὶ μανθάνω τῇ τοῦ βίου τραχύτητι στεφανούμενος· ἑνὸς τοῦ καλάμου, δι᾽ οὗ τὸ σαθρὸν κράτος ἐπαύσατο· μιᾶς τῆς χολῆς, ἑνὸς ὄξους, δι᾽ ὧν τὴν πικρὰν γεῦσιν ἐθεραπεύθημεν· μιᾶς τῆς ἐν τῷ πάθει μακροθυμίας.

Ἂν φιλήματι προδοθῇ, ἐλέγχει μὲν, οὐ πλήττει δέ. Ἂν ἄφνω συλληφθῇ, ὀνειδίζει μὲν, ἕπεται δέ· κἂν μαχαίρᾳ Μάλχου τέμνῃς τὸ ὠτίον διὰ ζῆλον, ἀγανακτήσει, καὶ ἀποκαταστήσει· κἂν ἐν σινδόνι τις φεύγῃ, περιστελεῖ· κἂν πῦρ αἰτήσῃς Σοδομιτικὸν ἐπὶ τοὺς ἄγοντας, οὐκ ἐπικλύσει· κἂν λῃστὴν λάβῃ διὰ κακίαν κρεμάμενον, εἰς τὸν παράδεισον εἰσάγει διὰ χρηστότητα. Πάντα ἔστω τὰ τοῦ φιλανθρώπου φιλάνθρωπα, ὡς δὲ καὶ τῶν Χριστοῦ παθημάτων, οἷς τί τῶν μειζόνων ἂν δοίημεν, εἰ Θεοῦ καὶ θανατωθέντος ὑπὲρ ἡμῶν, αὐτοὶ τοῖς ὁμοίοις μηδὲ τὰ σμικρὰ συγχωρήσαιμεν;

ΙΕʹ. Πρὸς δὲ καὶ ταῦτα ἐλογιζόμην τε καὶ λογίζομαι, καὶ σκοπεῖτε, εἰ μὴ καὶ λίαν ὀρθῶς, ἃ καὶ πολλάκις ὑμῖν ἐφιλοσόφησα. Ἔχουσιν οὗτοι τοὺς οἴκους, ἡμεῖς τὸν ἔνοικον· οὗτοι τοὺς ναοὺς, ἡμεῖς τὸν Θεόν· καὶ τὸ ναοὶ γενέσθαι Θεοῦ ζῶντος καὶ ζῶντες, ἱερεῖα ἔμψυχα, ὁλοκαυτώματα λογικὰ, θύματα τέλεια, θεοὶ διὰ Τρίαδος προσκυνουμένης. Οὗτοι δήμους, ἡμεῖς ἀγγέλους· οὗτοι θράσος, πίστιν ἡμεῖς· οὗτοι τὸ ἀπειλεῖν, ἡμεῖς τὸ προσεύχεσθαι· οὗτοι τὸ βάλλειν, ἡμεῖς τὸ φέρειν· οὗτοι χρυσὸν καὶ ἄργυρον, ἡμεῖς λόγον κεκαθαρμένον. Ἐποίησας σεαυτῷ διώροφα καὶ τριώροφα (γνῶθι τὰ ῥήματα τῆς Γραφῆς), οἶκον ῥιπιστὸν, διεσταλμένον θυρίσιν; ἀλλ᾽ οὔπω ταῦτα τῆς ἐμῆς πίστεως ὑψηλότερα, καὶ τῶν οὐρανῶν πρὸς οὓς φέρομαι. Μικρόν μοι τὸ ποίμνιον; Ἀλλ᾽ οὐκ ἐπὶ κρημνῶν φερόμενον. Στενή μοι ἡ μάνδρα, πλὴν λύκοις ἀνεπίβατος, πλὴν οὐ παραδεχομένη λῃστὴν, οὐδὲ ὑπερβαινομένη κλέπταις καὶ ξένοις. Ὄψομαι ταύτην, εὖ οἶδα, καὶ πλατυτέραν. Πολλοὺς τῶν νῦν λύκων, ἐν προβάτοις ἀριθμῆσαί με δεῖ, τυχὸν καὶ ποιμέσιν.

Τοῦτο εὐαγγελίζεταί μοι ὁ ποιμὴν ὁ καλὸς, δι᾽ ὃν ἐγὼ τίθημι τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων. Οὐ φοβοῦμαι τὸ μικρὸν ποίμνιον, εὐσύνοπτον γάρ· ὅτι γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Τοιαῦτα τὰ Θεὸν γινώσκοντα, καὶ Θεῷ γινωσκόμενα.

Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, ἧς ἤκουσα παρὰ τῶν θείων λογίων, ἣν ἐδιδάχθην παρὰ τῶν ἁγίων Πατέρων, ἣν ἐδίδαξα κατὰ πάντα καιρὸν ὁμοίως, οὐ συμμορφούμενος τοῖς καιροῖς, καὶ διδάσκων οὐ παύσομαι, μεθ᾽ ἧς ἐγεννήθην, καὶ ᾗ συναπέρχομαι.