Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Κατὰ ἀστρονόμων

Γρηγόριος ὁ Ναζιανζηνός

Η σχέση ψυχής και σώματος και η φυσιολογία του θανάτου

Εξετάζεται η σύνδεση της ψυχής με το σώμα μέσω της θερμότητας του αίματος και αναλύεται η φυσική διαδικασία του θανάτου και του χωρισμού τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 3

Τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐκ τοῦ πρὸς ἀστρονόμους λόγου. Ὥσπερ οἱ ἰχθύες οἱ ἐν τοῖς ὕδασι ζῶντες διὰ τῶν ἐν μήτρᾳ συνεπικλυζομένων χυμῶν καὶ ὑδάτων εἰς ζωογονίαν ψυχαγωγοῦνται, μετὰ μέντοι τὸν τόκον οὐ κατ᾽ ἐκπνοὴν, ἀλλὰ κατ᾽ εἰσπνοὴν καὶ ἀναπνοὴν τῆς ζωῆς τοῦ ἀέρος πᾶν ἔμψυχον ἀπολαύει ζῶον· καὶ δεσμὸς μὲν τῆς ψυχῆς ἐστι τὸ σῶμα, δεσμὸς δὲ τοῦ σώματός ἐστι τὸ αἷμα, μᾶλλον δὲ ἡ τοῦ αἵματος ἐνυπόστατος θέρμη, ἧς ἀποψυχωμένης, ὁ τῆς ψυχῆς χωρισμὸς ἐκ τοῦ σώματος γίνεται, ἀποπηγνυμένου τοῦ αἵματος. Ὅθεν τὰ αὐθωρὰ καὶ αὐθήμερα τῶν ἀνθρώπων νεκρὰ σώματα ἀνατεμνόμενα, χολὴν μὲν ἴσως ἔτι ἔχουσιν ἔνδον, ὡσαύτως καὶ φλέγμα καὶ χυμὸν, αἷμα δὲ οὐδαμῶς· κατ᾽ ἔλλειψιν γὰρ, ὡς ἤδη εἶπον, τοῦ θερμοῦ στοιχείου ὁ τῆς ψυχῆς χωρισμὸς ἐκ τοῦ σώματος γίνεται. Καὶ τούτου χάριν τὰ πλεῖστα τῶν βρεφῶν νυκτὶ καὶ τίκτονται, ἀποψυχωμένης τῆς μήτρας καὶ ἐξωδούσης διὰ τῆς νυκτερινῆς ψύξεως τὸ βρέφος· τὸν αὐτὸν δὴ τρόπον καὶ τὰ πλεῖστα τῶν σωμάτων νυκτὶ τελευτῶσιν, ὡς ἀντιδιωκομένης τῆς θέρμης τοῦ αἵματος καὶ δη... ούσης ὑπὸ ψύχους τῆς νυκτός. Καὶ οὗτος μὲν ὁ λόγος τοῦ χωρισμοῦ τῶν ψυχῶν. Ἀναγκαῖον δέ σε καὶ τὸν ἴδιον τῶν στοιχείων τοῦ σώματος χωρισμὸν ἐπίστασθαι, ἵνα καὶ τὸν τῆς ἀναστάσεως ἐν βεβαίῳ κατέχῃς λόγον. Ἀποχωριζομένης γὰρ τῆς ψυχῆς ἐκ τοῦ σώματος, τὰ τέσσαρα στοιχεῖα ἐξ ὧν συνῆλθον ...