Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Κατὰ ἀστρονόμων

Γρηγόριος ὁ Ναζιανζηνός

Αναίρεση της αστρολογίας και ιατρική ερμηνεία των ιδιοσυγκρασιών

Στηλιτεύεται η πεπλανημένη άποψη περί της επιδράσεως των άστρων στον ανθρώπινο χαρακτήρα και αντιπαραβάλλονται οι ορθές ιατρικές αιτίες, όπως η κληρονομικότητα και η κυκλική κίνηση των σωματικών χυμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 3

Ζητήσεις δὲ, σοφὲ, κατὰ τὸν τόπον γενόμενος ἐπιμελῶς τὸν περὶ ...χῆς (forte ψυχῆς) λόγον. Τὸ διὰ τοῦτο καὶ τοῖς πολλοῖς ἄληπτον ὁμοῦ τε καὶ ἄλυτον ... τε καὶ πῶς ψυχὴ ἀσώματος χωρίζεται τοῦ σώματος, καὶ ἐν τῷ τῆς ψυχῆς χωρισμῷ θάνατος οὐ γίνεται· εἷς γάρ ἐστι καὶ μόνος ψυχῆς χωρισμὸς ἀπὸ σώματος. Ἐπίστησον δὲ μετὰ πάντων τοῦτο· πόθεν καὶ τίνος χάριν οἱ μὲν τῶν ἀνθρώπων φυσικῶς, καὶ οὐκ ἔκ τινος ἀσκήσεως, ἐξ αὐτῆς τῆς νεαρᾶς αὐτῶν νηπιότητος οἱ μὲν ὀξεῖς, οἱ δὲ πραεῖς, οἱ δὲ φιλήδονοι, καὶ ἄλλοι σώφρονες, καὶ ἄλλοι ἥσυχοι, ἕτεροι δὲ ταραχώδεις· καὶ οἱ μὲν φρόνιμοι, οἱ δὲ ἀκεραιότεροι, καὶ οἱ μὲν δόλιοι, οἱ δὲ ἄφρονες, καὶ ἄλλα πλεῖστα Ἕλληνες. Φιλοσόφων ἀπαίδευτοι οἱ τὴν πολυθρύλλητον τῶν μετεώρων ἄστρων ἀστρολογίαν μυθευσάμενοι, τήν τε εἱμαρμένην δεινῶς δογματίσαντες, τῇ διοικήσει τῶν ἄστρων, καὶ οὐ Θεῷ πάμπαν τὰ καθ᾽ ἡμᾶς οἰακίζεσθαι δεινῶς ἐδογμάτισαν.

Οἱ δὲ τὰς εὐσυνέτους καὶ θεοσδότους ἐπιστημονικῶς καταλαβόντες ποιότητάς τε καὶ ἀληθεῖς οὐσιώδεις περὶ τῆς ἀνθρώπου φυσικῆς πραότητός τε καὶ ὀξύτητος, ἁπαλότητός τε καὶ δεινότητος, σωφροσύνης τέ φημι καὶ ἀκολασίας καὶ τῶν τοιούτων ἁπάντων φυσικῶν πλεονεκτημάτων, εὐσόφως ἔφησαν οὕτως· ὡς οὐκ ἀφ᾽ ἑνὸς καὶ μόνου τρόπου αἱ τοιαῦται τῇ φύσει φυσικαὶ συνεπιγίνονται καὶ συναποτίκτονται γνῶμαι καὶ καταστάσεις, ἀλλὰ καὶ ἀπὸ δευτέρας τινὸς καὶ τρίτης καὶ τετάρτης καὶ πέμπτης καὶ ἕκτης καὶ ἑβδόμης αἰτίας· καὶ πρῶτον μὲν ἀπὸ γονικῆς τῶν πατέρων ὁμοιότητος, δεύτερον ἐκ τῆς διαφορᾶς τῶν στοιχείων ἡμερινῆς καὶ νυκτερινῆς κινήσεως. Γνῶθι γὰρ, ὦ φιλόσοφε, ὡς τρεῖς κινήσεις ἐκ τῶν διαστημάτων τῶν τριῶν ὡρῶν τοῖς στοιχείοις ὑπάρχουσιν· ἀπὸ μὲν πρώτης ὥρας ἡμερινῆς ἄχρι τρίτης κινουμένης τῆς χολῆς, ὡς μαρτυροῦσι πολλάκις ἕωθεν ὀφθαλμοί τινων .....δέστεροι ὁρώμενοι· ἀπὸ δὲ τρίτης ἕως ἕκτης σὺν τῇ θέρμῃ τοῦ ἡλίου ..... αἵματος κινήσεις καὶ ἀναζέσεις, ὀξύτεραι καὶ πικρότεραι .....ότεραι δὲ μετὰ βρῶσιν· ἀπὸ δὲ ἕκτης ὥρας ἕως ἐνάτης, εἴωθεν ἡ τοῦ ...ματος κίνησις γίνεσθαι, καὶ οὕτω λοιπὸν ἡ τοῦ χυμοῦ ἕως ἑσπέρας.