Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Κατὰ Ἰουλιανοῦ βασιλέως βʹ

Γρηγόριος ὁ Ναζιανζηνός

Η απαλλαγή της Εκκλησίας και η κατάρρευση της ειδωλολατρίας

Η λύτρωση των χριστιανών από τους διωγμούς και τα μιάσματα, η σύγκριση της καθαρότητας της χριστιανικής λατρείας με τις παγανιστικές τελετές, η σίγηση των μαντείων και η κατάρριψη της αρχαίας μυθολογίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 6 από 8

Ἐμοὶ δὲ πάλιν πρὸς τὸν αὐτὸν ἐπινίκιον ἀναδραμεῖται ὁ λόγος· Ἔπεσε Βὴλ, συνετρίβη Δαγὼν, ἕλη ἐγένετο ὁ Σαρὼν, κατῃσχύνθη ὁ Λίβανος. Οὐκ ἔτι εἴπωσι τῷ μωρῷ ἄρχειν, τῷ ἀκινήτῳ καὶ ἀναισθήτῳ τῶν εἰδώλων συντάγματι· οὐδὲ ζητήσουσι μυῖαν θεὸν Ἀκκαρὼν, ἢ εἴ τι ταύτης ἐστὶ γελοιότερον· οὐκ ἔτι τὰ ἄλση περινοήσουσι καὶ τὰ ὑψηλὰ, καὶ πᾶν ὄρος εὔκομον καὶ κατάσκιον· οὐκ ἔτι θύσουσι τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας τοῖς δαιμονίοις, ὅπερ πάλαι ὁ Ἰσραὴλ ὑπὸ τῶν προφητῶν ὠνειδίζετο. Ἀλλὰ τί τούτων ἐμοί; Πρὸς τὰ παρόντα καὶ ἡμέτερα τρέψομαι.

Οὐκ ἔτι τοῖς ἱεροῖς οἴκοις ἡμῶν πονηρὸν ἐμβλέψουσιν· οὐκ ἔτι μιανοῦσιν αἵματι μιαρῷ τὰ τῆς καθαρωτάτης καὶ ἀναιμάκτου θυσίας ἐπώνυμα θυσιαστήρια· οὐδὲ βωμοῖς ἀθέοις τὰ ἄβατα καταισχυνοῦσιν· οὐκ ἔτι συλήσουσι καὶ βεβηλώσουσιν ἀναθήματα, πλεονεξίαν ἀσεβείᾳ μίξαντες· οὐκ ἔτι καθυβρίσουσι πολιὰν ἱερέων, σεμνότητα διακόνων, αἰδὼ παρθένων· οὐκ ἔτι σπλάγχνοις ἁγίων ἀνατμηθέντων ἐπαφήσουσι συῶν μιαρίαν, ἵν᾽ ὁμοῦ τε τῆς τροφῆς καὶ τῶν σπλάγχνων ἐμφορηθῶσιν· οὐκ ἔτι προσάξουσι πῦρ μαρτύρων μνήμασιν, ὡς ἄλλων ἐφέξοντες ἄθλησιν ταῖς κατ᾽ αὐτῶν ἀτιμίαις· οὐκ ἔτι πυρὶ καταναλώσουσιν ἁγίων λείψανα, ὀστοῖς ἀτιμοτάτοις συνατιμάσαντες, καὶ τοῖς ἀνέμοις δώσουσιν, ἵνα καὶ τῆς ὀφειλομένης τιμῆς τοῖς τοιούτοις ἀποστερήσωσιν· οὐκ ἔτι καθέδραν λοιμῶν συγκροτήσαντες, ταῖς κατ᾽ ἐπισκόπων, καὶ πρεσβυτέρων, ἔτι δὲ καὶ προφητῶν, καὶ ἀποστόλων, καὶ αὐτοῦ τοῦ Χριστοῦ βλασφημίαις ἐντρυφήσουσιν· οὐκ ἔτι πανηγυρίσουσι καθ᾽ ἡμῶν, νόμῳ τῆς κιβδήλου παιδεύσεως ἀποκλείσαντες, ὡς ὁμοῦ τούτῳ καὶ τὰς γλώσσας ἡμῶν ἐμφράξοντες.

Λʹ. Δός μοι τοὺς λόγους σου τοὺς βασιλικούς τε καὶ σοφιστικοὺς, τοὺς ἀφύκτους συλλογισμούς σου καὶ τὰ ἐνθυμήματα· ἴδωμεν οἷα καὶ παρ᾽ ἡμῖν οἱ ἁλιεῖς καὶ ἄγροικοι φθέγγονται. Μετάστησον ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου, διακελεύεταί σοι προφήτης ἐμός· ᾀδέτω δὲ αὖθις σὺν ἐλευθερίᾳ Δαβὶδ, ὁ τὸν ὑψηλὸν Γολιὰθ λίθοις μυστικοῖς καταβαλὼν, ὁ διὰ τῆς πραότητος νικήσας πολλοὺς, καὶ διὰ τῆς πνευματικῆς ἁρμονίας θεραπεύσας Σαοὺλ τὸν τῷ πονηρῷ δαίμονι συμπνιγόμενον. Σβεσάτω τὸ πῦρ ὁ δᾳδοῦχος· ἁπτέτωσαν τῷ νυμφίῳ αἱ φρόνιμοι καὶ ἱεραὶ παρθένοι τὰς ἑαυτῶν λαμπάδας· ἀποθέσθω τὴν πορνικὴν ἱεροφάντης στολήν· ἱερεῖς ἐνδύσασθε δικαιοσύνην, καὶ καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας, καὶ τὸν μέγαν καὶ ἄσπιλον χιτῶνα Χριστὸν, τὸ ἡμέτερον κόσμημα.

ΛΑʹ. Σιγάτω σὸς κῆρυξ τὰ ἄτιμα· φθεγγέσθω κῆρυξ ἐμὸς τὰ ἔνθεα. Παῦσόν σου τὰς γοητικὰς καὶ μαντικὰς βίβλους· αἱ προφητικαὶ δὲ καὶ ἀποστολικαὶ μόναι ἀνελιττέσθωσαν. Ἐπίσχες σου τὰς αἰσχρὰς καὶ σκότους γεμούσας νύκτας· ἀντεγερῶ τὰς ἱερὰς ἐγὼ καὶ λαμπρὰς παννυχίδας. Φρᾶξον τὰ ἄδυτά σου καὶ τὰς εἰς ᾅδου φερούσας ὁδούς· ἐγὼ τὰς φανερὰς καὶ φερούσας πρὸς οὐρανὸν ἐξηγήσομαι. Πόσαι ταῦτα κατέπραξαν ἂν ὅπλων παρασκευαὶ καὶ μηχανημάτων ἐπίνοιαι; πόσαι μυριάδες ἀνδρῶν καὶ φάλαγγες, ὅσα ἱκετεύοντες μόνον ἡμεῖς, καὶ Θεὸς βουληθεὶς κατειργάσατο; Λόγῳ τὸ σκότος ἔλυσε, λόγῳ τὸ φῶς ὑπεστήσατο, ἥδρασε γῆν, ἐγύρωσεν οὐρανὸν, ἀστέρας ἔταξεν, ἔσπειρεν ἀέρα, θάλασσαν ὥρισε, ποταμοὺς εἵλκυσε, ζῶα ἐψύχωσεν, ἄνθρωπον πρὸς ἑαυτὸν ἐμόρφωσε, κόσμον τοῖς ἅπασι περιέθηκε· λόγῳ καὶ τὴν νῦν σκοτόμηναν λύσας, εἰς φῶς ἅπαντα καὶ τάξιν καὶ ἁρμονίαν τὴν αὐτὴν ἐπανήγαγεν.

Οὐκ ἔτι μὲν λίχνοι καὶ ἀπατηλοὶ δαίμονες δυναστεύουσιν· οὐκ ἔτι δὲ καθυβρίζεται κτίσις ἐν σχήματι τιμῆς ἀντὶ Θεοῦ προσκυνουμένη. Κατάβαλε τοὺς Τριπτολέμους σου, καὶ τοὺς Κελεοὺς, καὶ τοὺς μυστικοὺς δράκοντας· αἰσχύνθητί ποτε ταῖς τοῦ Θεολόγου σου βίβλοις Ὀρφέως· δέξαι τοῦ καιροῦ τὸ δῶρον, τὴν ἀσχημοσύνην σοι συγκαλύπτοντος. Εἰ δὲ ταῦτα μῦθοι καὶ πλάσματα, ἐγώ σου τὰ τῆς νυκτὸς ἀποκαλύψω μυστήρια.

ΛΒʹ. Οὐκ ἔτι φθέγγεται δρῦς· οὐκ ἔτι λέβης μαντεύεται· οὐκ ἔτι Πυθία πληροῦται, οὐκ οἶδ᾽ ὧντινων, πλὴν μύθων καὶ ληρημάτων. Πάλιν ἡ Κασταλία σεσίγηται, καὶ σιγᾷ, καὶ ὕδωρ ἐστὶν οὐ μαντευόμενον, ἀλλὰ γελώμενον· πάλιν ἀνδριὰς ἄφωνος ὁ Ἀπόλλων, πάλιν ἡ Δάφνη φυτόν ἐστιν μύθῳ θρηνούμενον· πάλιν ἀνδρόγυνος ὁ Διόνυσος, καὶ χορὸν μεθυόντων ἐξηρτημένος, καὶ τὸ μέγα σου μυστήριον ὁ φαλλὸς, καὶ Προσύμνῳ τῷ καλῷ θεὸς παθαινόμενος· πάλιν Σεμέλη κεραυνῷ βάλλεται· πάλιν ἀμφιγυήεις Ἥφαιστος, ἀλλὰ ταχὺς εἰς μοιχῶν εὕρεσιν, καὶ θεὸς κατῃθαλωμένος, εἰ καὶ κλυτοτέχνης, καὶ Θερσίτης Ὀλύμπιος· πάλιν δεσμώτης Ἄρης διὰ μοιχείαν μετὰ τοῦ δείμου, καὶ τοῦ φόβου, καὶ τῶν κυδοιμῶν, καὶ τραυματίας διὰ θρασύτητα· πάλιν Ἀφροδίτη πόρνη γενομένη τε αἰσχρῶς, καὶ γάμων αἰσχρῶν ὑπηρέτις· πάλιν Ἀθηνᾶ παρθένος τέ ἐστι, καὶ τίκτει δράκοντα· πάλιν Ἡρακλῆς μαίνεται, μᾶλλον δὲ μαινόμενος πέπαυται· πάλιν τὰ πάντα γίνεται δι᾽ ἀσέλγειαν καὶ ἀκαθαρσίαν ὁ Ζεὺς, ὁ τῶν θεῶν μήστωρ καὶ ὕπατος, καὶ μόνος μὲν πάντας σὺν πᾶσι τοῖς οὖσιν ἀνέλκων θεοὺς, αὐτὸς δὲ ὑπὸ πάντων οὐ καθελκόμενος. Πάλιν τοῦ Διὸς τάφος ἐν τῇ Κρήτῃ δείκνυται.

Ἂν ἴδω σου τὸν Κερδῷον, καὶ τὸν Λόγιον, καὶ τὸν Ἐναγώνιον, συγκρύπτω τοὺς ὀφθαλμοὺς, καὶ παρατρέχω σου τὸν θεὸν αἰδοῖ τοῦ θεάματος· σὺ δέ μοι προσκύνει τὸ σύντονον τοῦ λόγου καὶ τὸ σακέλλιον· ἕν σου μόνον αἰδέσιμον, αἱ παρ᾽ Αἰγυπτίοις δι᾽ ἀνδρογύνων τιμαὶ τοῦ Νείλου, αἵ τε Ἴσιδες, καὶ οἱ Μενδήσιοι θεοὶ, καὶ οἱ Ἄπιδες, τἆλλά τε ὅσα πλάττεις, ἢ γράφεις, θηρία σύνθετα καὶ ἀλλόκοτα. Γελῶ σου τὸν Πᾶνα, καὶ τὸν Πρίαπον, καὶ τὸν Ἑρμαφρόδιτον, καὶ τοὺς ὑπὸ μανίας περικεκομμένους ἢ διεσπασμένους θεούς. Ἀλλὰ ταῦτα μὲν τῇ σκηνῇ παρήσω, καὶ τοῖς κοσμοῦσιν αὐτοὺς ποιηταῖς· ἐγὼ δὲ εἰς παραίνεσίν τινα καταλύσω τὸν λόγον.