Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Κατὰ Ἰουλιανοῦ βασιλέως βʹ

Γρηγόριος ὁ Ναζιανζηνός

Η αντίσταση των Πατέρων, η κριτική των συγγραμμάτων του διώκτη και ο επίλογος

Η μαρτυρική ανδρεία των πιστών, η ανυποχώρητη στάση των Πατέρων ενάντια στα εκπαιδευτικά διατάγματα, η στηλίτευση της υποκρισίας του Ιουλιανού και η ανάδειξη του παρόντος λόγου ως αιώνιου μνημείου αποτροπής της ασέβειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 8 από 8

ΛΘʹ. Τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὦ λῷστε καὶ συνετώτατε, ἵνα σε προσείπω τοῖς σοῖς· ταῦτα οἱ τῶν λόγων ἀποκλεισθέντες ἡμεῖς, κατὰ τὴν μεγάλην καὶ θαυμαστήν σου νομοθεσίαν. Ὁρᾷς, ὡς οὐκ εἰς τέλος ἐμέλλομεν σιωπήσεσθαι, οὐδὲ ἀλογίαν κατακριθήσεσθαι τοῖς σοῖς δόγμασιν, ἀλλὰ ῥήξειν φωνὴν ἐλευθέραν, καὶ τῆς σῆς ἐλεγκτικὴν ἀλογίας;

Οὔτε τοὺς Νειλῴους καταῤῥάκτας ἐπισχεῖν μηχανή τις, τοὺς ἀπ᾽ Αἰθιοπίας ὑπὲρ Αἰγύπτου πίπτοντας, οὔτε ἡλιακὴν ἀκτῖνα, κἂν πρὸς ὀλίγον νέφει καλύπτηται· οὔτε Χριστιανῶν γλῶσσαν πεδῆσαι, τὰ ὑμέτερα στηλιτεύουσαν. Ταῦτά σοι Βασίλειος καὶ Γρηγόριος, οἱ τῆς σῆς ἐγχειρήσεως ἀντίθετοι καὶ ἀντίτεχνοι, ὡς αὐτός τε ᾤου, καὶ τοὺς ἄλλους ἔπειθες, ἀποσεμνύνων ἡμᾶς οἷς ἠπείλεις, καὶ θήγων πλέον πρὸς τὴν εὐσέβειαν, οὓς καὶ βίῳ, καὶ λόγῳ, καὶ τῇ πρὸς ἀλλήλους ὁμονοίᾳ περιφανεῖς, καὶ γνωρίμους ἔτ᾽ ἀπὸ τῆς Ἑλλάδος εἰδὼς, τὴν Κυκλώπειον ἐτίμας τιμὴν, καὶ τελευταίους ἐταμιεύου τῷ διωγμῷ, καὶ δῶρον ἐπινίκιον ἴσως ἐπενόεις τοῖς δαίμοσι μέγα τι καὶ μεγαλοπρεπὲς, εἴ σε ἀπὸ τῆς Περσίδος ὑποδεξώμεθα ἐπανήκοντα, ἢ καὶ συναρπάσειν πρὸς τὸ σὸν βάραθρον ἤλπισας, κακῶς οἰόμενος.

Μʹ. Οὐ γὰρ ἀγεννέστεροι τῶν νεανίσκων ἐκείνων ἡμεῖς, τῶν ἐν πυρὶ δροσισθέντων καὶ θῆρας νικησάντων ἐκ πίστεως, καὶ μητρὶ γενναίᾳ, καὶ ἱερεῖ γενναιοτέρῳ προθύμως συγκινδυνευσάντων, καὶ δειξάντων, ὅτι μόνον τῶν ἁπάντων πίστις ἀνάλωτον· ἢ τούτων δὴ τῶν ἐπὶ σοῦ νεανίσκων, ὧν ὁ μὲν τὴν μητέρα τῶν σῶν θεῶν καθυβρίσας, καὶ βωμὸν διασπείρας, προσήχθη μὲν ὡς κατάκριτος, εἰσῆλθε δὲ ὡς νικηφόρος, καὶ πολλά σου τῆς ἁλουργίδος καὶ τῶν λόγων καταγελάσας, ὡς ψηφολογικῶν καὶ γελοίων, μετὰ πλείονος ἐξῆλθε τῆς παῤῥησίας, ὡς εἴ τις ἀπὸ δείπνου ἐπαναστρέφων καὶ λαμπρᾶς ἑστιάσεως· ὁ δὲ πᾶν τὸ σῶμα δορκαλίσι καταξανθεὶς εἰς βάθος, καὶ μικρὰ πνέων ἔτι τοῖς τραύμασι, τοσοῦτον ἀπεῖχεν ἐνδιδόναι πρὸς τὰς βασάνους, ἢ δεινόν τι τῶν παρόντων νομίζειν, ὥστε, ἐπειδή τι τοῦ σώματος εἶδεν ἀνεπηρέαστον ταῖς πληγαῖς, καὶ προσῃτιᾶτο τοὺς βασανιστὰς, ὡς ὑβριστὰς, καὶ οὐ πᾶν τὸ σῶμα τιμήσαντας, ἀλλά τι παρέντας ἄξαντον καὶ ἀνίερον· παραδεικνὺς ἅμα τὴν κνήμην, ὡς μόνην διαφυγοῦσαν τοὺς ὄνυχας, καὶ μηδὲ ταύτης φείδεσθαι διακελευόμενος.

ΜΑʹ. Οὗτος ὁ λόγος σοι τῶν Πορφυρίου ψευσμάτων καὶ ληρημάτων, οἷς ὑμεῖς ὡς θείαις φωναῖς ἀγάλλεσθε, ἢ τοῦ σοῦ Μισοπώγωνος, εἴτ᾽ οὖν Ἀντιοχικοῦ (ἀμφότερα γὰρ ἐπιγράφεις τῷ λόγῳ), οὗ τι Χριστιανοῖς ἀτιμότερον· ὃν τότε μὲν ἡ πορφυρὶς μέγαν ἐποίει, καὶ οἱ πάντα τὰ σὰ θαυμάζοντες κόλακες· νῦν δὲ πώγων ἐστὶ περιφερόμενος καὶ περισυρόμενος, καὶ τοῖς συμπεπονηκόσιν ὁμοῦ γελώμενος, ἐν ᾧ σὺ μὲν ἀπερίττῳ τοῦ σώματος, καὶ τῷ μηδεπώποτε τυχεῖν ἀπεπτήσας ἐξ ἀπληστίας, μέγα φυσᾷς, ὡς δή τι θαυμάσιον λέγων· ὅτι δὲ Χριστιανοὺς ἤλασας οὕτω πικρῶς, καὶ τοσοῦτον ἔθνος καὶ οὕτως ἱερὸν παρανάλωσας, ἑκὼν παρατρέχεις. Καίτοι γε ἑνὸς μὲν ἀνδρὸς ἀπεπτήσαντος, ἢ ἐρυγὰς φυσικὰς ἀφέντος, τί παρὰ τοῦτο τῷ κοινῷ βλάβος; τοσούτου δὲ διωγμοῦ κινηθέντος, καὶ τοσαύτης καινοτομηθείσης συγχύσεως, πῶς οὐκ ἀνάγκη πᾶσα τὰ Ῥωμαίων ἔχειν κακῶς, ὥσπερ οὖν καὶ ἐσχηκότα φαίνεται;

ΜΒʹ. Αὕτη σοι παρ᾽ ἡμῶν στήλη, τῶν Ἡρακλείων στηλῶν ὑψηλοτέρα τε καὶ περιφανεστέρα· αἱ μὲν γὰρ ἐφ᾽ ἑνὸς τόπου πεπήγασι, καὶ μόνοις εἰσὶ θεαταὶ τοῖς ἐκεῖσε ἀφικνουμένοις· τὴν δὲ οὐκ ἔστι μὴ πανταχοῦ καὶ πᾶσι γνωρίζεσθαι κινουμένην, ἣν καὶ ὁ μέλλων ὑπολήψεται χρόνος, εὖ οἶδα, σέ τε καὶ τὰ σὰ στηλιτεύουσαν, καὶ τοὺς λοιποὺς πάντας παιδεύουσαν, μή τινα τοιαύτην κατὰ Θεοῦ τολμᾷν ἐπανάστασιν, ἵνα μὴ, τὰ ὅμοια δράσαντες, τῶν ἴσων καὶ ἀντιτύχωσιν.