Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ διαθηκῶν καὶ τῆς τοῦ Χριστοῦ παρουσίας

Γρηγόριος ὁ Ναζιανζηνός

Η πτώση στην ειδωλολατρία και η έξοδος από την Αίγυπτο

Περιγραφή της κυριαρχίας της ειδωλολατρίας, των αρχικών θείων παιδαγωγικών επεμβάσεων και της απελευθέρωσης του λαού διά του Μωυσή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 3

οἱ δὲ θεὸν προσέειπον, ὅσ᾽ ἔπλετο, ἀφραδίῃσιν· ὣς τότε καὶ λαῷ κενεόφρονι πιστὸς Ἀαρών, μόσχον ὅτ᾽ ἐξανέηκε μέσου πυρὸς ὕβριν ἐλέγχων, ἄλλος δ᾽ ἄλλον ἔτευξε θεὸν νέον ἡμερίοισιν, πλάσμα νόου—τέχνη δ᾽ ἄρ᾽ ἐφωμάρτησεν ἀλιτρὴ καὶ πλοῦτος κακόχαρτος, ὁ δὲ χρόνος αἶσχος ἔπηξεν πλάσμασι καὶ θυέεσσι καὶ εἰλαπίνῃσιν ἀέξων— παῦροι μὲν διάλυξαν, ὅσοις νόος ἦεν ἀμύντωρ, οἳ θεὸν οὐδὲν ἔειπον, ὃ μὴ νόος ἔδρακεν οἶος, οἱ πλέονες δὲ † ἔπεσσιν δῆθεν † ἐπισπόμενοι φαέεσσιν. ὄφρα μὲν ἦν κακίης ὀλίγος δρόμος, ὄφρα δ᾽ ἔμοιγε καὶ νόμος ἡγεμόνευεν, ὃς ἄγραφος ἔνδον ἔκειτο, ἐσθλοῦ τ᾽ ἠδὲ κακοῖο διάκρισις αὐτοδίδακτος. αὐτὰρ ἐπεὶ κόλποι τε καὶ εὐρέα πείρατα γαίης πλῆσθεν ἀτασθαλίης, ὕβριν δ᾽ ἐξέζεσεν ἰλὺς καὶ πολλοῖσι πάρος παιδεύμασι πλάσμα δαμασθέν, γλώσσαις τεμνομένῃσι καὶ ὕδασι καὶ πυρὸς ὄμβροις, οὐκ ἔθελεν πρώτης κακίης ἀπὸ δεσμὰ τινάξαι, ἀλλ᾽ αἰεὶ κρατεροῖσιν ἐν ἅμμασιν εἴχετο σαρκός, μαχλοσύναις τε μόθοις τε καὶ εἰδώλοισι μεμηλός, δὴ τότε—μητιέταο λόγου τόδε θαῦμα μέγιστον— Μωσῆος θεράποντος ἀγακλέος ἐν παλάμῃσι λαὸν ἀπ᾽ Αἰγύπτοιο θεὸς 〈⏑ ⏑〉 ῆγε πορείης θαύμασι σὺν μεγάλοισι, τινάσσετο δ᾽ ἔθνεα πάντα· ἐρχομένου τοῦ πρόσθε πυρὸς στύλος ἡγεμόνευεν, καὶ νεφέλης ἕλκοντος ἀσημάντου δι᾽ ἐρήμης.