Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ ἑαυτοῦ ποιήματα

Γρηγόριος ὁ Ναζιανζηνός

Καθημερινές δεήσεις, υπομονή και η ματαιότητα του βίου

Εωθινές και εσπερινές προσευχές, αυτοβιογραφικοί απολογισμοί για τον αγώνα κατά των αιρέσεων και στοχασμοί για την παροδικότητα της ζωής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 6 από 13

ΚΔʹ. Εὐχὴ ἑωθινή. Ὄρθρος δίδωμι τῷ Θεῷ μου δεξιὰς, Μηδὲν σκοτῶδες ἢ δράσειν ἢ αἰνέσειν, Ἀλλ᾽ ὡς μάλιστά σοι θύσειν τὴν ἡμέραν, Μένων ἄσειστος, καὶ παθῶν αὐτοκράτωρ. Αἰσχύνομαι τὸ γῆρας, ἂν κάκιστος ὦ, Καὶ τὴν τράπεζαν ἧς παραστάτης ἐγώ.

Ὁρμὴ μὲν αὕτη, Χριστέ μου· σὺ δ᾽ εὐόδου.

ΚΕʹ. Πρὸς ἑσπέραν θρῆνος. Ἐψευσάμην σε. τὴν ἀλήθειαν, Λόγε, Σοὶ τὴν παροῦσαν ἡμέραν καθαγνίσας. Οὐ πάντα φωτεινόν με νὺξ ἐδέξατο. Ἦ μὴν προσηυξάμην τε καὶ τοῦτ᾽ ᾠόμην· Ἀλλ᾽ ἔστιν οὗ μοι καὶ προσέπταισαν πόδες.

Ζόφος γὰρ ἦλθε βάσκανος σωτηρίας. Λάμποις τὸ φῶς μοι, Χριστὲ, καὶ πάλιν φανείς.

Κϛʹ. Δέησις πρὸς Χριστὸν τῇ ἐπαύριον. Ἐζημίωμαι, Χριστὲ, τὴν χθὲς ἡμέραν. Χόλος προσῆλθε, καί μ᾽ ἔκλεψεν ἀθρόον. Τὴν σήμερον λάβοιμι φωτὸς ἡμέραν. Μέμνησο σαυτοῦ· μὴ λάθῃς Θεὸν βλέπων. Ὀμώμοκας· μέμνησο τῆς σωτηρίας.

ΚΖʹ. Θρῆνος. Αἲ αἲ τῶν παθέων! Τίπτ᾽ ἤλιτον; ἢ ἄρα μοῦνος Σῶν καθαρῶν θυέων ἅπτομαι οὐχ ὁσίως; Ἦ με πυροῖς παθέεσσι, καθάρσιε, ἢ τύφον ἄλλων Ἴσχεις, ἤ με φέρεις γυμνὸν ἐπ᾽ ἀντιπάλῳ; Ταῦτα μὲν αὐτὸς, ἄναξ, νωμᾷς, Λόγε. Αὐτὰρ ἔγωγε Βαιὸν ὑπὲρ γαίης ἆσθμα φέρω πύματον.

Δάκρυα πάντ᾽ ἐκένωσα, γόος δέ μοι ἔργον ἐτύχθη. Μέχρι τίνος παλάμαις κείμεθ᾽ ἐν ἀσεβέων; Ἀλλὰ, μάκαρ, στῆσόν με, καὶ εἰ κακὸν, ἀλλ᾽ ἱερῆα, Μή τις ὀλισθήσῃ πήμασιν ἡμετέροις. Ὤλετο εὖχος ἔμοιγε, καὶ ἄλγεα σαρκὸς ὄλοιτο.

Οἴχετ᾽ Ἀναστασίη, λῆγε καὶ, ἀμπλακίη. Αἲ αἲ δάκρυά μοι καταλείβεται, ἔνδοθεν ἦτορ Παχνοῦται· διπλὴν νοῦσον ἐπίσχες, ἄναξ· Νοῦσον ἐπίσχες, ἄναξ, διολώλαμεν. Ἦ ἄρα μούνῳ Οἶκτος ἀπεκλείσθη σῷ λάτρι Γρηγορίῳ;

Τέτρωμαι πολλοῖσι κακοῖς καὶ ἄλγεσι σαρκός· Σοὶ δὲ, Χριστὲ, χάρις, ὅς με πυροῖς πάθεσιν. Ἢ στῆσον κακότητα, καὶ ἵλαθι σῷ θεράποντι, Ἢ τὸ δίδου θυμῷ τλήμονι πάντα φέρειν.

ΚΗʹ. Ἐλεγειακόν. Ὄλβιος ὅστις ἄσαρκον ἔχει βίον, οὐδ᾽ ἐπίμικτον Εἰκόνι τῇ μεγάλῃ βόρβορον ἀμφέθετο. Παῦρα μὲν οὐρανίοισι νοήμασιν ἕσπετ᾽ ἀνάγκῃ, Πλείονα δ᾽ ἀντιάει, καὶ ζόφος ἐστὶ νόου. Εἰ ῥοίης γένος εἰμὶ, τί μ᾽ ἀθανάτοισιν ἐΐσκεις, Εἰ πνεύσθην θεόθεν, τίπτε με πηλόδετον, Χριστὲ, φέρεις; γῆρας μὲν ἔβη, καὶ ἅψε᾽ ἀκιδνά· Ἡ δ᾽ ἔτι λύσσαν ἔχει σὰρξ ἐπανισταμένη Ἀμφαδὸν, ἢ λοχόωσα· τὸ δ᾽ ἄλγιον, ὁππότε μύστην Οὐρανίων θυέων μὴ καθαρὸν παρέχει.

Ὁρκίζω σε Θεοῖο μέγα κράτος, ἠδὲ κελαινὸν Ἦμαρ ἀλιτροβίων, ἴσχεο μαργοσύνης.

ΚΘʹ. Εἰς τὴν ὑπομονήν. Ἐπεί με βάλλεις τῇ νόσῳ πονούμενον, Μικροῖς λόγοις ἄκουε, καὶ παίδευμ᾽ ἔχε. Ἐμοὶ τὸ κάμνειν κρεῖσσον, ἢ σοὶ τὸ σθένειν. Ἐγὼ μὲν οἶδα τῇ νόσῳ πυρούμενος, Καίπερ καθαίρειν τοὺς κακοὺς τεταγμένος, Κἂν ᾖ τι μεῖζον τοῦ πάθους μυστήριον.

Φρονεῖν γὰρ οὕτω λῷον, ἢ ῥυπῶντά τι Βλάπτειν ἐμαυτὸν ἐν κενῷ φρυάγματι. Σὺ δ᾽ ὢν κάκιστος, οὐδ᾽ ἐπίστη τὴν νόσον· Ἦ πόλλ᾽ ἔδει σε δάκρυα σπεῖσαι Θεῷ, Ἵν᾽ ἐκτέμῃς σου τὴν νόσον, πρὶν ἂν θάνῃς. Εἰ γὰρ τὸ φῶς τοιοῦτο, τὸ σκότος πόσον;

Λʹ. Εἰς ἑαυτόν. Ἦ πολλὰ, πολλὰ γίνεται Μακρῷ βίῳ βροτοῖς. τλητὸν δ᾽ ἄπαν, ὅ κεν φέροι Βίον στρέφων Θεός. Ἐγὼ γὰρ, ἃς μὲν ἔσχον ἐν Ξένῃ πόλει πάλας, Λόγῳ πεσόντι σύμμαχον Γλῶσσαν φέρων ἐμὴν, Ἄλλους λέγοντας αἰνέσω.

Πολλοὶ λέγουσι δὲ, Ξένοι, φίλοι τε πίστεως Ἐμοὶ σεβασμίας. Οὐδὲν γὰρ οὕτως οὔποτε Ὅλην ἔσεισε γῆν Ὡς Πνεύματος παῤῥησία Θεοῦ βοωμένου· Ὃ καὶ προσάντη τοῖς φίλοις Τέθεικεν, οἴδαμεν. Καὶ σοὶ, Μάκαρ, πλείστη χάρις Καλῆς ἀτιμίας.

Ταύτης γὰρ αὐκλεέστερον Τί ἂν πάθοι βροτός; Ἃ δ᾽ ἐνθάδ᾽ εὗρον οὐ δοκῶν, Αὐτὸς φράσω φίλοις, Ὡς ἂν μάθωσιν εὐκόλως Φέρειν φθόνου πάλας. Θεοῦ μὲν ἦν λόγος πάλαι Κάλλιστος, ὡς Θεοῦ, Πάντα προφήτην τίμιον Ξένοις μόνοις δοκεῖν, Τὸ γνώριμον δὲ ἄτιμον Ὡς πολλὰ τυγχάνειν.

Ἐγὼ δὲ τοῦτο, καὶ πλέον, Πέπονθα νῦν σαφῶς. Ἐπεὶ γὰρ ἡκόμην, ξένης Λιπὼν ἕδος χθονὸς, Καὶ γῆν πατρῴαν ἀσμένως Λαόν τε τὸν γλυκὺν Ὡς εἶδον, ὦχ᾽ ὑπέδραμε Κιβωτὸς, ἡ μόνη Κόσμου φυγοῦσ᾽ ἐπίκλυσιν Καλῶς ὀλωλότος.

Καὶ τὸν γὰρ, ἐκλελοιπότος Ὀρθοῦ λόγου σχεδὸν, Ὑπεξέκλεψε τῷ ξύλῳ Μέγας πατὴρ ἐμὸς, Ὅλης ὅλον τῆς Τριάδος Λάτριν καταστήσας. Τοῦτον κάμνοντ᾽ ἀναρχίᾳ, Ναῦν ὥς τιν᾽ ἐν βυθοῖς Ἔρημον οἰακοστρόφου, Σερεβλούμενον ζάλῃ Κακῶν μεγίστων, ἤθελον (Λιθαζέτω με πᾶς, Ὡς ἐκ παλαιοῦ τοῖς λίθοις Ἄριστ᾽ ἡρμοσμένον), Ὦσαι βυθοῦ γὰρ ἤθελον Κυβερνήτου χερὶ, Ὃν ταῖς πνοαῖς ἠπιστάμην Μάλιστ᾽ ἀντιστάτην, Καίπερ νεωστὶ χρημάτων Κράτος δεδεγμένον.

Τάδ᾽ ἤθελον μέν· ὁ φθόνος Δ᾽ ἀντίξοος καλοῖς, Ὃς ἀντέπνευσε τοῖς καλῶς Ἄγαν δεδογμένοις. Πρῶτον μὲν οἱ τὰ δεύτερα Θρόνων λελογχότες, Λαοῦ πρόεδροι πρεσβύται, Σεμνὴ γερουσία, Πεφήνασ᾽ ἡμῖν οὐ καλοί. Τίς ἤλπισε τόδε;

Οἱ μὲν γὰρ αἰδοῦς λειψάνῳ Βραχεῖ κρατούμενοι, Δισώματοι καὶ δίχροοι, Χιτῶνες ὥς τινες, Ἐκτὸς πρὸς ἡμῶν, ἔνδοθεν Κακῶς πεπηγότες, Οἷς καὶ χάρις τοῦ λανθάνειν, Ὡς ἄφρονας, θέλειν Ἡ γὰρ πρόδηλος δουλεία Χείρων ἀπιμίας.

Οἱ δ᾽ οὐ λάθρα δυσμενεῖς, Ἀλλ᾽ ἐκφανεῖς ἄγαν, Ἐρυθριῶντες, εἰ κακοὶ Δοκοῖεν εὐτελεῖς. Ὦ σαρκολάτραι, καὶ Θεοῦ Περίφρονες σαφῶς, Βεελφεγὼρ σέβοντες, οὐ Τὸν ὄντα Δεσπότην. Ποῦ δὲ τράπεζα μυστική; Καλῶς δικαζέτω.

Ποῦ δ᾽ ἄρτος, ἢ ποῦ χεῖρες, αἳ Τὸ Πνεῦμ᾽ ἐφείλκυσαν Ὑμῶν καρήνοις; Θρύψατε, Κακοὶ, καὶ τὴν χάριν. Λαὸν δ᾽ ἀφήσω μέμψεως. Τί γὰρ ξένον τόδε, Τὸν ὄντα τοίων προστατῶν Τοιαῦθ᾽ ἁμαρτάνειν; Μόγις γὰρ ἂν, ἡγουμένων Σοφῶν, εἶεν καλοί.

Πλὴν οὐ τάδ᾽ ὑμᾶς, ὦ τέκνα, Ἐδίδαξ᾽ ἐγώ ποτε (Εἰ καὶ χρόνον βραχὺν ξένην Νώμησα ἡνίαν), Περιφρονεῖν διδασκάλου Νόμους τε καὶ λόγους. Ταῦτ᾽ ἦν ἔτι σθένος μοι καὶ Πάσχοντι καρτερεῖν. Τὸ γὰρ παθεῖν ὡς πλεῖστα τοῦ Φέρειν διδάσκαλον.

Ὃ δ᾽ ἐξέτηξε καρδίαν Μάλιστα τὴν ἐμὴν, Ἔκ μ᾽ ἠπάτησαν οἱ σοφοὶ Λαῶν ἐπίσκοποι, Λόγῳ μὲν ὄντες ἐν φίλοις, Ψήφου τε τῆς ἐμῆς Ὡς ἀῤῥεποῦς τε καὶ φίλης, Εἴπερ τινὸς, λόγῳ, Ἔργῳ δ᾽ ὅπου νενευκότες, Λέγειν τόδ᾽ οὐκ ἐμόν.

Πλὴν ἠπατήθην, ὦ Τριὰς Ἐμοὶ λαλουμένη. Ὢ βήματ᾽, ὢ λιθασμάτων Τε καὶ πόνων ὅλων, Οὓς ἐκ νέας ἀσκήσεως Διήνυσ᾽ εἰς τόδε! Ὄλωλε πίστις εἰς Θεὸν, Ὄλωλε δ᾽ ἐκ βροτῶν. Ποῦ τις μεταστῇ, καὶ τίνων Γένηται πλησίον;

Εἰ ταῦτα λύχνοι, καὶ τὸ φῶς, Σκόπει σὺ τὸ σκότος. Δὶς ἐμπέπαιγμαι, τοῦτο καὶ Παθὼν ἐπίσταμαι, Εἴπερ τι κἀμοὶ τοῦ φρονεῖν Μέτεστιν ἐκ Θεοῦ. Ἀλλ᾽ ἐνδακὼν ἤνεγκα (τίς Τόδ᾽ οἶδεν ἢ Θεός;), Θεοῦ τὸ χρηστὸν, εἰ θέμις Φράσαι, μιμούμενος.

Μήτ᾽ οὖν ἀκούειν, μήθ᾽ ὁρᾷν Ὅλως δοκῶ μόνος Τὰ πᾶσι δῆλα καὶ σαφῆ, Κόσμῳ προκείμενα, Ὡς ἂν τὸ χρῶμα γοῦν μένῃ Τοῦ πρόσθε σώματος, Ἤδη παρειμένου τε, καὶ Πεσόντος ἀθλίως. Εἰ ταῦτ᾽ ἀρεστὰ τῷ λόγῳ, Διδάξατ᾽, ὦ σοφοί.

Ἐμοὶ γὰρ οὐκ ἀρεστὰ, καὶ Λίαν δοκεῖ κακά. Ἐντεῦθεν, ὥσπερ τειχίου Ῥαγέντος, ἢ ῥόου, Ἅπας κακῶν εἰσεῤῥύη Ξένων λόγων σπορεύς· Ὧν εἰσι καὶ νέαι πλάκες Κακῶς γεγραμμέναι. Οἳ τὸν Θεόν μου τὸν μέγαν Οὐκ ἐνδίκοις τομαῖς Τέμνουσιν· οἴμοι! τὴν μίαν Πάντων ὑπερβολὴν Ἄνω τιθέντες, καὶ μέσον, Κάτω τε τὸ τρίτον.

Τέμνουσι δ᾽, ὡς Θεόν μου, καὶ Θεοῦ μέγαν βροτὸν, Ἄνουν τιθέντες, ὡς ἄνου Ἀδὰμ πεπτωκότος, Ἣ, μὴ τελείως τῷ πάθει Σωθῶ, δεδοικότος. Χρὴ γὰρ τὸ δέρμα μου μόνον Τυχεῖν σωτηρίας, Τὰ δ᾽ ἄλλ᾽ ἄτιμα τυγχάνειν Θεῷ παρειμένα.

Ὧν καὶ τόδ᾽ ἐστὶ, δεύτερος (Οὐκ οἶδ᾽ ὅθεν, καὶ τίς) Ἰουδαϊσμὸς, χιλίων Τ᾽ ἐτῶν ληρήματα, Ἑλληνικῆς ἀμβλώματα Μέθης τε καὶ πλάνης· Οἳ καὶ τὸ καλὸν ποίμνιον, Ὥσπερ λύκοι βαρεῖς, Ἐπεισπεσόντες, νηλεῶς Ἔρημον ποιμένος Κλέπτουσιν, ἁρπάζουσιν εἰς Πόνον ψυχῆς ἐμῆς· Ὃς, καίπερ ἄλλου ποιμνίου Βακτηρίαν λαβὼν, Ὅμως ἀσῶμαι, πατρικῶν Ὁρῶν μόγων λύσιν.

Πῶς δ᾽ οὐχί; καὶ τίς μετρίως Ταῦτ᾽ ἂν πάθοι φρονῶν; Οὐ γάρ τις δρῦς, τὶς ἢ λίθος Μόνον μ᾽ ἐθρέψατο. Ψεύστης μὲν εἴην καὶ κακὸς, Ἐρῶ δ᾽ ὅμως λόγον. Οὐδ᾽ αὐτὸς, οἶδα, τῆς νόσου Μένεις ἐλεύθερος, Ὁ νῦν ἔποφρυς τοῖς ἐμοῖς Κακοῖς, ὦ φίλτατε, Κἂν ἀσφαλῶς βεβηκέναι Καὶ καιρίως δοκῇς.

Πῦρ γεῖτον οὖν, καὶ τῇ πέλας Ἄπιστον οἰκίᾳ. Κέδρος τινάσσεται, πίτυς Τρόπον τίν᾽ ἀσφαλής; Πόῤῥωθεν εἶργε τὴν μάχην, Εἰ μὴ πέλας ποθεῖς. Μεμνήσεταί τις τῶν ἐμῶν Τούτων λόγων ποτὲ, Ὅτ᾽ οὐδὲν ἔσται πλεῖον, ἢ Τὸ δάκνεσθαι μάτην.

Πλὴν νῦν ἐμοὶ περιζέει Πολὺς κλύδων κακῶν. Τί χεῖρον οἴσεις, Χριστέ μου; Πυροῖς δὲ τί πλέον; Πάντα προθύμως δέξομαι, Πλὴν ἵλαος πέλοις. Μικρόν τι, καὶ παρήλθομεν Τὸ τοῦ βίου τραχύ. Κἀκεῖσε δ᾽ οἷα; χρηστά μοι, Κἂν ᾖ λίαν κακά.

Οὐ γάρ τις κἀκεῖ διπλόη· Μόνη γὰρ ἁπλότης.

ΛΑʹ. Πόθος τοῦ θανάτου. Δὶς, οἶδα τοῦτο, φεῦ! δὶς ἐπτερνισμένος· Εἰ μὲν δικαίως, προσδέχοιθ᾽ ὑμᾶς Θεός· Εἰ δ᾽ οὐ δικαίως, προσδέχοιθ᾽ ὅμως Θεός· Οὐδὲν γὰρ ὑμῶν οὐδὲ ὣς καθέξομαι. Πλὴν ἐκλέλοιπα, καὶ ποθῶ λύσιν κακῶν.

Τῶν μὲν παρόντων εἰμὶ πάντων ἔμπλεως, Πλούτου, πενίας, χαρμονῶν, οὐ χαρμονῶν, Δόξης, ἀτιμίας τε, δυσμενῶν, φίλων· Τῶν δ᾽ οὐ παρόντων εὔχομαι πεῖραν λαβεῖν. Πέρας λόγου· τολμῶ δὲ, καὶ δέχου λόγον· Εἰ μηδέν εἰμι, Χριστέ μου, τίς ἡ πλάσις;

Εἰ τίμιός σοι, πῶς τόσοις ἐλαύνομαι;

ΛΒʹ. Περὶ τῆς τοῦ βίου ματαιότητος καὶ ἀπιστίας, καὶ κοιποῦ πάντων τέλους. Ἤθελον ἠὲ πέλεια τανύπτερος, ἠὲ χελιδὼν Ἔμμεναι, ὥς κε φύγοιμι βροτῶν βίον, ἤ τιν᾽ ἔρημον Ναιετάειν θήρεσσιν ὁμέστιος (οἱ γὰρ ἔασι Πιστότεροι μερόπων), καὶ ἠμάτιον βίον ἕλκειν, Νηπενθῆ, νήποινον, ἀκηδέα· ἓν τόδ᾽ ἄθηρον Μοῦνον ἔχειν, θεότητος ἴδριν νόον, οὐρανοφοίτην, Ὥς κε γαληνιόωντι βίῳ φάος αἰὲν ἀγείρων.

Ἤ τινος ἠερίης σκοπιῆς καθύπερθεν ἀερθεὶς, Βρονταῖον πάντεσσιν ἐπιχθονίοισιν ἀΰσω· Ἄνθρωποι θνητοὶ, ῥοιῆς γένος, οὐδὲν ἐόντες, Οἳ θανάτῳ ζώοντες, ἐτώσια φυσιόωμεν, Μέχρι τίνος ψεύστῃσι καὶ ἠματίοισιν ὀνείροις Παιζόμενοι, παίζοντες, ἐπὶ χθονὶ μὰψ ἀλάλησθε;

Ἄθρει δὴ πραπίδεσσι τεαῖς, ἐπὶ πάντας ὁδεύων, Ὡς καὶ ἐγώ· δὴ γάρ με Θεὸς μέγαν ἴδριν ἔθηκεν Ἐσθλῶν τε, στυγερῶν τε, νόος δ᾽ ἐπὶ πάντα φορεῖται. Οὗτος ἔην θαλερός τε καὶ ἄλκιμος, εὖχος ἑταίρων, Ὑψιβιβὰς, μελέεσσιν ἐριζώοισι τεθηλώς.

Οὗτος κάλλιμος ἦεν, ἑωσφόρος, ὄμματα πάντων Ἕλκων, εἴαρος ἄνθος ἐν ἀνδράσιν. Οὗτος ἀγῶσι Κύδιμος· ἔντεσιν οὗτος Ἀρήϊος· οὗτος ἄριστος Θηροφόνων σταδίοισι, καὶ οὔρεσι κάρτος ἐγείρων. Οὗτος δ᾽ αὖ θαλίῃσι καὶ εἰλαπίνῃσι μεμηλὼς, Γαίῃ, καὶ πελάγεσσι, καὶ ἠέρι γαστέρα φέρβων, Νῦν ῥικνὺς, καὶ ἄναλκις (ἀπήνθησεν γὰρ ἅπαντα) Γῆρας ἔβη, τὸ δὲ κάλλος ἀπέπτατο· νεκρὰ τὰ γαστρός.

Βαιὸν ἔτ᾽ ἐν μερόπεσσι· τὸ δὲ πλέον, εἰν ἀΐδαο. Οὗτος δ᾽ αὖ μύθοις πνείων μέγα παντοδαποῖσιν· Οὗτος δ᾽ εὐγενέτης τύμβοις φρονέων μεγάλοισιν, Ἢ δέλτοις ὀλίγῃσι νεόγραφον αἷμα λελογχώς. Οὗτος καρτερόμητις, ἐνὶ πτολίεσσι μέγιστος, Πανδήμοις στομάτεσσι βοώμενος· οὗτος ἄμετρον Πλοῦτον, τὸν μὲν ἔχων, τὸν δὲ φρεσὶν ἔνδον ἀέξων.

Οὗτος δ᾽ ὑψιθρόνοιο δίκης πλάστιγξι γέγηθεν. Οὗτος δ᾽ αἱματόεντι ῥάκει, δεσμῷ τε καρήνου Γαίης κάρτος ἔχων, καὶ οὐρανὸν αὐτὸν ἀτίζει Θνητὸς, ἐν οὐ θνητῇσι μετήορος ἐλπωρῇσι. Νῦν τάδε, μικρὸν ἔπειτα κόνις, καὶ πάντες ὁμοῖοι, Δμῶες, σκηπτροφόροι, θῆτες, πλούτῳ κομόωντες· Εἷς ζόφος, εἷς δὲ δόμος· τόσσον πλέον ὀφρυόεσσιν, Ὅσσον κλεινοτέροιο γόου, τύμβου τε τυχῆσαι, Οὔνομά τ᾽ ἐν λάεσσι λιπεῖν ἐπικήδειον οἰκτροῖς· Ὀψὲ μὲν, ἔμπα δὲ πᾶσιν ἴσον θνητοῖσι τάλαντον.

Ὀστέα πάντες ἀφαυρὰ, σεσηρότα, γυμνὰ κάρηνα. Λῆξε τύφος. Πενίην δὲ μόγος λίπε· νοῦσος ἄϊστος, Ἔχθος, ἀτασθαλίη, πλεόνων πόθος, ὕβρις ἀτειρὴς, Πάντ᾽ ἔθανε φθιμένοισιν ὁμοῦ, καὶ πάντα μέμυκεν, Ἄχρις ἂν ἐγρομένοισι συνέμπορα ἔνθεν ἵκηται.

Ταῦτ᾽ οὖν εἰσορόωντες, ἐμοῖς πείθεσθ᾽ ἐπέεσσι, Παῖδες ἐμοὶ (παῖδες γὰρ, ὅσον πλέον εἴρυσα πνεῦμα), Δεῦρ᾽ ἄγε, κόσμον ἅπαντα, καὶ ὁππόσα τῇδ᾽ ἀλάληται, Ῥίψαντες, κακότητας ἐπιχθονίου βασιλῆος, Ἅρπαγος ἀλλοτρίων, δηλήμονος ἀνδροφόνοιο, Πλοῦτον, ἐϋκλείην, θώκους, γένος, ὄλβον ἄπιστον, Προτροπάδην φεύγωμεν ἐς οὐρανὸν, ᾗχί τε πολλὰ Κάλλεα μαρμαίροντα φάος περὶ τρισσὸν ἄφραστον.

Οἱ δ᾽ ἄλλοι πεσσοῖσιν ἐοικότες ἔνθα καὶ ἔνθα Πίπτοιεν, πεσσῶν τε κυλίσματι τέρψιν ἔχοιεν, Ἢ δνοφερὴν σκοτόμαιναν ἑοῖς ἐπικείμενοι ὄσσοις, Τοίχους ἀμφαφόωντες, ἐπ᾽ ἀλλήλοισι δ᾽ ἴοιεν.

ΛΓʹ. Πρὸς Χριστόν. Οἴμοι κέκμηκα, Χριστέ μου, πνοὴ βροτῶν! Οἴμοι μάχης τε καὶ ζάλης τοῦ συζύγου! Οἴμοι μακρᾶς ζωῆς τε καὶ παροικίας, Τῶν τ᾽ ἔνδοθεν, τῶν τ᾽ ἔκτοθεν παλαισμάτων, Ὑφ᾽ ὧν τὸ κάλλος φθείρεται τῆς εἰκόνος!

Τίς δρῦς τοσαύτην πνευμάτων φέρει βίαν; Τίς ναῦς τοσούτοις κύμασι συνεῤῥάγη; Πόνῳ τέτρυμμαι, πραγμάτων τ᾽ ἐπιδρομαῖς. Οἶκον πατρῷον οὐχ ἑκὼν ἐδεξάμην. Ἐπεὶ δ᾽ ὑπέστην, εἶδον ἐσκεδασμένον. Φίλοι μ᾽ ἔκαμψαν, νοῦσος ἐτρύχωσέ με.

Λίθοις ἐδέχθην ὥς τις ἄλλος ἄνθεσι. Λαοῦ κεχήρωμ᾽, ᾧ τὸ Πνεῦμ᾽ ἐνίδρυσε. Τέκνων τὰ μὲν λέλοιπα, τῶν δ᾽ ἀπεζύγην, Τοῖς δ᾽ οὐ τετίμημ᾽. Ὢ πατρὸς παναθλίου! Οἱ συνθύται μου δυσμενεῖς ἐχθρῶν πέρα, Οὐδὲ τράπεζαν μυστικὴν δεδοικότες, Εἰ μή τί γ᾽ ἄλλο, καὶ πόνους τοὺς εἰς τόδε, Οὓς καὶ πονηροῖς πολλάκις τιμᾷν ἔθος· Οὔθ᾽ ὕβρεως δόξαν τιν᾽ ἐξιώμενοι· Ἀλλ᾽ ἓν πνέοντες, τὴν ἐμὴν ἀτιμίαν.