Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ ἑαυτοῦ ποιήματα
Υπεράσπιση της ποιητικής τέχνης και δογματικοί ύμνοι
Απολογία του Γρηγορίου για τη χρήση του μέτρου στη συγγραφή, δοξολογικός ύμνος για το Πάσχα και πολεμική κατά του Μαξίμου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Υπεράσπιση της ποιητικής τέχνης και δογματικοί ύμνοι
Απολογία του Γρηγορίου για τη χρήση του μέτρου στη συγγραφή, δοξολογικός ύμνος για το Πάσχα και πολεμική κατά του Μαξίμου.
ΛΕʹ. Ἄλλο. Τείχη, πυλῶνες, κλεῖθρα, συγκλείοιτέ με· Μή τις παρελθὼν ἢ λόγος φὼρ, ἢ βίος Κλέψῃ λαθών τι τῶν ἐμῶν κειμηλίων, Ἢ καὶ τύραννος ἁρπάσῃ βίᾳ χερός. Θεὸς τὸ θησαύρισμα, καὶ Θεοῦ φόβος, Ἐλπίς τε κουφίζουσα τὰς ἀκηδίας· Αἳ πολλὰ πολλαὶ δή με καὶ παρ᾽ ἀξίαν Δεδήχασίν τε καὶ σπαράξουσι πλέον, Ἢν μὴ σὺ τοῖς κέρκωψιν ἠρεμεῖν φράσης Καίπερ δὲ πάσχων δεινὰ, καὶ δεινῶν πέρα, Τοῦθ᾽ ἓν δέδοικα, μή τι τοῖς πολλοῖς κακοῖς Χείρων γενοίμην· καὶ τὸ γὰρ βλάπτει φρένας.
Λϛʹ. Ἄλλο. Φθέγγοισθ᾽ ἅπαντες· εὐδρομεῖτε τοῖς λόγοις Στροφὰς πλέκοιτε· ἰσχύοιτ᾽ ἀραχνίοις Δεσμεῖν τὰ κοῦφα καὶ περιπλανώμενα. Βροντᾶτε βύρσαις· ἀστραπὰς ἐλλυχνίους Πέμποιτ᾽· ἐγὼ ἔδησα καὶ πάντη λόγον.
Κόρον λάβοιτε, ὦ σκοποὶ, καὶ σὺ, φθόνε. Ἔνδον λαλήσω, νοῦν Θεοῦ μυστηρίοις Γράφων, σπίλων τε καὶ πλάνων αἰσθήσεων Σμήξας, ἔσοπτρον τῷ Λόγῳ παραστήσομαι, Ἕως τελείας ἐμφάσεις εἴσω λάβῃ Καὶ ταῦτα σιγῆς γράμματ᾽. Εἰ δὲ μὴ θέλεις Πολλοῖς λαλεῖν με, Νοῦς μέγας, τί χρὴ δρᾶσαι;
ΛΖʹ. Ἄλλο. Οὐ μ᾽ οὔθ᾽ ἁμαρτὰς εἷλεν, οὔτε τις νόμος Τέκνων πόνων τε τῶν ἐμῶν διέσπασε. Τριὰς τόδ᾽ οἶδεν, ἣν ἐκήρυξα πόλει, Σπινθῆρ᾽ ἀνάψας τὸν πρὶν ἐγκεκρυμμένον. Φθόνος δὲ, καὶ γλώσσην ἔδησαν οἱ σοφοί.
Τί γὰρ, μάταιε, καίπερ ἐσκοτισμένος Νόσῳ βαρείᾳ, τόσσον ἤγειρας κλέος; Οὐκ οἶσθ᾽, ὅσον νῦν τῶν ἀπαιδεύτων κράτος, Οἷς συγγενὲς θράσος τε καὶ μοχθηρία; Χορεύετ᾽, εὐδρομεῖτε, δυσσεβὴς ἅπας. Βάλλοιτε, τοξεύοιτε μὴ πεφραγμένους.
Σιγὴ βαθεῖα· Γρηγόριος ποῤῥωτάτω.
ΑΗʹ. Ὕμνος εἰς Χριστὸν μετὰ τὴν σιωπὴν, ἐν τῷ Πάσχα. Χριστὲ ἄναξ, σὲ πρῶτον, ἐπεὶ λόγον ἠέρι δῶκα, Δηναιὸν κατέχων, φθέγξομ᾽ ἀπὸ στομάτων, Ἁγνοτάτου ἱερῆος ἁγνὸν θύος, εἰ θέμις εἰπεῖν, Τόνδε λόγον προχέων ἡμετέροιο νόου.
Πατροφαὲς, μεγάλοιο νόου Λόγε, φέρτερε μύθου, Φωτός τ᾽ ἀκροτάτου φῶς ἄκρον, Οἰόγονε, Εἰκὼν ἀθανάτοιο Πατρὸς, καὶ σφρηγὶς ἀνάρχου, Πνεύματι τῷ μεγάλῳ συμφαὲς, εὐρυμέδων, Αἰῶνος πείρημα, μεγακλεὲς, ὀλβιόδωρε, Ὑψίθρον᾽, οὐράνιε, πανσθενὲς, ἆσθμα νόου, Νωμητὰ κόσμοιο, φερέσβιε, δημιοεργὲ Ὄντων, ἐσσομένων. Σοὶ γὰρ ἅπαντα πέλει, Ὃς κόσμοιο θέμεθλα, καὶ ὁππόσα ἐστὶ θέλοντος, Δησάμενος φορέεις νεύμασιν ἀπλανέως.
Σοὶ μὲν, ἄναξ, Φαέθων ὑψίδρομος ἄστρα καλύπτει, Κύκλον ὑπερτέλλων ἔμπυρον, ὡς σὺ νόας. Σοὶ ζώει, φθινύθει τε ἀμοιβαδὶς, ὄμμα τὸ νυκτὸς, Μήνη, πλησιφαὴς αὖθις ἐπερχομένη. Σοὶ δὲ ζωοφόρος τε κύκλος καὶ μέτρα χορείης, Ὥραις μέτρα φέρει ἤπια κιρναμέναις.
Ἀπλανέες τε πλάνοι τε παλίμπορον ἀΐσσοντες Ἀστέρες ἠγαθέης εἰσὶ λόγος σοφίης. Σὸν φάος εἰσὶν ἅπαντες, ὅσοι νόες οὐρανίωνες Μέλπουσι Τριάδος δόξαν ἐπουρανίης. Σὸν βροτὸς αὖ κλέος ἐστὶν, ὃν ἄγγελον ἐνθάδ᾽ ἔθηκας Ὑμνοπόλον τῆς σῆς, ὦ φάος, ἀγλαΐης.
Ἄμβροτέ μοι βροτέει τε, παλιγγενὲς, ὕψος ἄσαρκον, Ὑστάτιον θνητῶν πήμασι σαρκοφόρε, Σοὶ ζῶ, σοὶ λαλέω, σοὶ δ᾽ ἔμπνοός εἰμι θυηλὴ, Ἣ μούνη κτεάνων λείπετ᾽ ἀφ᾽ ἡμετέρων. Σοὶ καὶ γλῶσσαν ἔδησα, καὶ οὔασι μῦθον ἔλυσα· Λίσσομαι ἀλλὰ πόροις ἀμφότερ᾽ εὐαγέως.
Φθέγξομαι, ἅσσ᾽ ἐπέοικεν· ἃ δ᾽ οὑ θέμις, οὐδὲ νοήσω. Ῥεύσω μαργάρεον, βόρβορον ὠσάμενος, Χρυσὸν ἀπὸ ψαμάθοιο, ῥόδον κραναῆς ἀπ᾽ ἀκάνθης· Λέξομ᾽ ἀπ᾽ ἀσταχύων σῖτον, ἀφεὶς καλάμην. Ταῦτά σοι ἡμετέροιο θαλύσια, Χριστὲ, πόνοιο Γλῶσσ᾽ ἀπερευγομένη πρῶτον ἀνῆψεν ἔπος.
Σήμερον ἐκ νεκύων Χριστὸς μέγας, οἷσιν ἐμίχθη, Ἔγρετο, καὶ θανάτου κέντρον ἀπεσκέδασε, Καὶ ζοφεροὺς πυλεῶνας ἀμειδήτου ἀΐδαο Ῥήξατο, καὶ ψυχαῖς δῶκεν ἐλευθερίην. Σήμερον ἐκ τύμβοιο θορὼν, μερόπεσσι φαάνθη, Οἷς γένεθ᾽, οἷσι θάνεν, οἷς ἔγρετ᾽ ἐκ νεκύων, Ὥς κε παλιγγενέες τε καὶ ἐκ θανάτοιο φυγόντες, Σοὶ συναειρώμεσθ᾽ ἔνθεν ἀνερχομένῳ.
Σήμερον αἰγλήεις σε μέγας χορὸς ἀμφιγέγηθεν Ἀγγελικὸς, μέλπων ὕμνον ἐπιστέφιον. Σήμερον ἦχον ἔπνευσα, μεμυκότα χείλεα σιγῇ Λύσας, ἀλλά μ᾽ ἔχεις ὑμνοπόλον κιθάρην. Νῷ νόον ἔνδον ἔρεξα, λόγῳ Λόγον· αὐτὰρ ἔπειτα Ῥέξω καὶ μεγάλῳ Πνεύματι, ἢν ἐθέλῃ.
ΛΘʹ. Εἰς τὰ ἔμμετρα. Πολλοὺς ὁρῶν γράφοντας ἐν τῷ νῦν βίῳ Λόγους ἀμέτρους, καὶ ῥέοντας εὐκόλως, Καὶ πλεῖστον ἐκτρίβοντας ἐν πόνοις χρόνον, Ὧν κέρδος οὐδὲν ἢ κενὴ γλωσσαλγία· Ἀλλ᾽ οὖν γράφοντας καὶ λίαν τυραννικῶς, Ὡς μεστὰ πάντα τυγχάνειν ληρημάτων, Ψάμμου θαλασσῶν ἢ σκνιπῶν Αἰγυπτίων· Πάντων μὲν ἂν ἥδιστα καὶ γνώμην μίαν Ταύτην ἔδωκα, πάντα ῥίψαντας λόγον, Αὐτῶν ἔχεσθαι τῶν θεοπνεύστων μόνον, Ὡς τοὺς ζάλην φεύγοντας ὅρμων εὐδίων.
Εἰ γὰρ τοσαύτας αἱ Γραφαὶ δεδώκασι Λαβὰς, τὸ, Πνεῦμα, τουτί σοι σοφώτερον, Ὡς καὶ τόδ᾽ εἶναι παντὸς ὁρμητήριον Λόγου ματαίου τοῖς κακῶς ὁρμωμένοις. Πότ᾽ ἂν γράφων σὺ, τοῖς κάτω νοήμασιν Ἀναμφιλέκτους, ὦ ᾽τὰν, ἐκτείναις λόγους;
Ἐπεὶ δὲ τοῦτο παντελῶς ἀμήχανον, Κόσμου ῥαγέντος εἰς τόσας διαστάσεις, Πάντων τ᾽ ἔρεισμα τῆς ἑαυτῶν ἐκτροπῆς Τούτους ἐχόντων τοὺς λόγους συμπροστάτας· Ἄλλην μετῆλθον τῶν λόγων ταύτην ὁδὸν, Εἰ μὲν καλήν γε, εἰ δὲ μή γ᾽, ἐμοὶ φίλην· Μέτροις τι δοῦναι τῶν ἐμῶν πονημάτων.
Οὐχ, ὡς ἂν οἰηθεῖεν οἱ πολλοὶ βροτῶν, Τῶν πάντα ῥᾴστων, δόξαν ἐκκαρπούμενος Κενὴν, ὃ δὴ λέγεται. Τοὐναντίον μὲν οὖν Τρέχοντας οἶδα τοῖς ἐμοῖς, οὕτω γράφειν, Ἀνθρωπαρεσκεῖν μᾶλλον· οἱ γὰρ πλείονες Τοῖς σφῶν μέτροις μετροῦσι καὶ τὰ τῶν πέλας, Οὔτε προτιμῶν τοῦτο τῶν θείων πόνων· Μή μοι τοσοῦτον ἐκπέσοι Θεοῦ λόγος!
Τί οὖν πέπονθα, τοῦτ᾽ ἴσως θαυμάσετε. Πρῶτον μὲν ἠθέλησα, τοῖς ἄλλοις καμὼν, Οὕτω πεδῆσαι τὴν ἐμὴν ἀμετρίαν· Ὡς ἂν γράφων γε, ἀλλὰ μὴ πολλὰ γράφω, Καμὼν τὸ μέτρον. Δεύτερον δὲ τοῖς νέοις, Καὶ τῶν ὅσοι μάλιστα χαίρουσι λόγοις, Ὥσπερ τι τερπνὸν τοῦτο δοῦναι φάρμακον, Πειθοῦς ἀγωγὸν εἰς τὰ χρησιμώτερα, Τέχνῃ γλυκάζων τὸ πικρὸν τῶν ἐντολῶν.
Φιλεῖ δ᾽ ἀνίεσθαί τε καὶ νευρᾶς τόνος· Εἴ πως θέλεις καὶ τοῦτο· εἰ μή τι πλέον, Ἀντ᾽ ᾀσμάτων σοι ταῦτα καὶ λυρισμάτων. Παίζειν δέδωκα, εἴ τι καὶ παίζειν θέλεις, Μή τις βλάβη σοι πρὸς τὸ καλὸν συλωμένῳ.
Τρίτον πεπονθὼς οἶδα· πρᾶγμα μὲν τυχὸν Μικροπρεπές τι, πλὴν πέπονθ᾽· οὐδ᾽ ἐν λόγοις Πλέον δίδωμι τοὺς ξένους ἡμῶν ἔχειν· Τούτοις λέγω δὴ τοῖς κεχρωσμένοις λόγοις Εἰ καὶ τὸ κάλλος ἡμῖν ἐν θεωρίᾳ. Ὑμῖν μὲν οὖν δὴ τοῖς σοφοῖς ἐπαίξαμεν.
Ἔστω τις ἡμῖν καὶ χάρις λεόντιος. Τέταρτον εὗρον τῇ νόσῳ πονούμενος Παρηγόρημα τοῦτο, κύκνος ὡς γέρων, Λαλεῖν ἐμαυτῷ τὰ πτερῶν συρίγματα, Οὐ θρῆνον, ἀλλ᾽ ὕμνον τιν᾽ ἐξιτήριον. Πρὸς ταῦτα νῦν γινώσκεθ᾽ ἡμῖν, οἱ σοφοὶ, Τῶν ἔνδον. Εἰ δ᾽ ἥττησθε, τῶν αὐτῶν λόγων Πλεῖστον τὸ χρῆμα· καὶ τὰ παιζόντων λόγοι, Χωρεῖτε· μακρὸν δ᾽ οὐδὲν οὐδ᾽ ὑπὲρ κόρον, Ἀλλ᾽ οὐδ᾽ ἄχρηστον, ὡς ἐγῷμαι παντελῶς.
Αὐτοὶ διδάξουσ᾽ οἱ λόγοι θέλοντά σε. Τὰ μὲν γάρ ἐστι τῶν ἐμῶν, τὰ δ᾽ ἔκτοθεν. Ἢ τῶν καλῶν ἔπαινος, ἢ κακῶν ψόγος, Ἢ δόγματ᾽, ἢ γνώμη τις, ἢ τομαὶ λόγων, Μνήμην ἔχουσαι τῇ δέσει τοῦ γράμματος. Εἰ μικρὰ ταῦτα, σὺ τέλει τὰ μείζονα.
Μέτρον κακίζεις· εἰκότως, ἄμετρος ὢν, Ἰαμβοποιὸς, συγγράφων ἀμβλώματα. Τίς γὰρ βλέποντα, μὴ βλέπων, ἐγνώρισεν; Ἢ τίς τρέχοντι, μὴ τρέχων, συνέδραμε; Πλὴν οὐ λέληθας, ὃ ψέγεις, ὠνούμενος. Ὃ γὰρ κακίζεις, τοῦτό σοι σπουδάζεται, Καὶ σφόδρ᾽ ἀμέτρως, τὸ γράφειν ποιήματα.
Ὅτ᾽ ἂν δ᾽ ἐλέγχῃ, πίστις ἀντεισέρχεται, Καὶ πεζὸς ἡμῖν ναυαγῶν ὁ φίλτατος. Τοιαῦτα τεχνάζεσθε, ὑμεῖς οἱ σοφοί. Ταῦτ᾽ οὐ πρόδηλον ψεῦδος, οὐχὶ διπλόη; Πίθηκος ἡμῖν ἀρτίως, λέων δὲ νῦν. Οὕτως ἁλίσκετ᾽ εὐπετῶς δόξης ἔρως.
Πλὴν ἴσθι πολλὰ καὶ Γραφαῖς μετρούμενα, Ὡς οἱ σοφοὶ λέγουσιν Ἑβραίων γένους. Εἰ μὴ μέτρον σοι καὶ τὰ νεύρων κρούματα, Ὡς οἱ πάλαι προσῇδον ἐμμελεῖς λόγους, Τὸ τερπνὸν, οἶμαι, τοῦ καλοῦ ποιούμενοι Ὄχημα, καὶ τυποῦντες ἐκ μελῶν τρόπους.
Σαούλ σε τοῦτο πεισάτω, καὶ πνεύματος Ἐλευθερωθεὶς τοῖς τρόποις τῆς κινύρας. Τίς οὖν βλάβη σοι, τοὺς νέους δι᾽ ἡδονῆς Σεμνῆς ἄγεσθαι πρὸς Θεοῦ κοινωνίαν; Οὐ γὰρ φέρουσιν ἀθρόαν μετάστασιν. Νῦν μέν τις ἔστω μίξις εὐγενεστέρα.
Πῆξιν δ᾽ ὅταν τὸ καλὸν ἐν χρόνῳ λάβῃ, Ὑποσπάσαντες, ὡς ἐρείσματ᾽ ἀψίδων, Τὸ κομψὸν, αὐτὸ τἀγαθὸν φυλάξομεν. Τούτου τί ἂν γένοιτο χρησιμώτερον; Σὺ δ᾽ οὐ τὰ ὄψα τῷ γλυκεῖ παραρτύεις, Ὦ σεμνὲ, καὶ σύνοφρυ καὶ συνηγμένε;
Τί οὖν κακίζεις τὴν ἐμὴν εὐμετρίαν, Τοῖς σοῖς μέτροις σταθμώμενος τὰ τῶν πέλας; Χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα Χωρὶς κολοιῶν κ᾽ ἀετῶν ὑψώματα.
Μʹ. Πρὸς τοὺς φθονοῦντας. Δίκη, δικασταὶ, καὶ νόμοι, καὶ βήματα, Ῥομφαία καὶ σὺ τοῖς κακοῖς στιλβουμένη, Καὶ πάντ᾽ ἐλέγχουσ᾽ ἡμέρα στυγνηγόρε, Σκώληξ ἄπαυστε, παμφάγου πηγαὶ πυρὸς, Ἀκούσαθ᾽ ἡμῶν τῶν κριτῶν, ἀκούσατε.
Πᾶσι θανοῦσι καὶ φθόνος συνθάπτεται. Πρὸς γὰρ τὸ τεῖνον ἡ μάχη· τὸ δ᾽ ἐκ ποδῶν Οὔτ᾽ ἀντιπίπτει, καὶ τετίμητ᾽ ἀφθόνως. Ἐγὼ δὲ καὶ τέθνηκα, καὶ βασκαίνομαι. Ὁ πάντ᾽ ἀνατλὰς ἐν βίῳ παλαίσματα. Πῶς τοῦτ᾽ ἐλέγχω, καὶ τίσι τεκμηρίοις;
Πάντες βοῶσι, κἂν ἐγὼ δήσω στόμα. Ὡς εἴθ᾽ ἄφωνος ἦν ἐμὴ δυσπραξία! Τὸ τῶν κακῶν κάκιστον, ὡς ἂν μὴ χράνω Τὴν γλῶσσαν, εἴρων ἐν λόγῳ καὶ τοὔνομα. Τὸ πλῆρες ἰοῦ θηρίον, τὸ τοῦ φθόνου Δεινόν τε καὶ φρικῶδες ἐργαστήριον, Τὴν τῶν, ὅσ᾽ ἐστὶ, σύντομον στήλην κακῶν ᾯ μηδὲ θείας πρὸς θύρας φοιτητέον, Ἐμῶν ἁγνισμῶν, καὶ πόνων τῆσδε τριχὸς Ἐμῶν λιθασμάτων τε καὶ καθαρμάτων Προὔθηκαν. Οἴμοι! τίς τάδ᾽ αἰνέσει σοφῶν;
Ὦ καρδίας κευθμῶσιν ἐμβεβὼς ἐμῆς! Ὦ πάντα νωμῶν, καὶ φέρων ἄλλῳ βίῳ! Οὗτοι κακῶν με δεύτερον τεθείκασι Καὶ τῶν δ᾽ ἐκεῖθεν οἱ κακοὶ σταῖεν πρόσω; Αὐτοὶ συνασπίζουσιν ἀλλήλοις κακῶς. Πρὸς ἓν βλέποντες, τῶν θρόνων τὸ ἀσφαλές.
Ἐγὼ δ᾽ ἔχοιμι μοῖραν ὧνπερ ἄξιον. Εἰ δ᾽ ἐνθάδ᾽ οὐδεὶς, Χριστέ μου, σύ μου μερὶς, Ὃν κρεῖσσον, ἢ τὰ πάντα καὶ πάντων, ἔχειν. Μόνον βέβαιον κτημάτων κ᾽ ἐλεύθερον. Τούτου μὲν ἡμᾶς οὔ τις ἐκβαλεῖ φθόνος.
ΜΑʹ. Πρὸς Μάξιμον. Τί ταῦτα; τολμᾷς καὶ σὺ, Μάξιμε, γράφειν; Γράφειν σὺ τολμᾷς; τῆς ἀναιδείας ὅση! Τουτὶ μὲν ἤδη καὶ κυνῶν ἀνώτερον. Τολμητὰ πάντα πᾶσιν. Ὢ καιροῦ φορᾶς! Ὥσπερ μύκητας, ἀθρόως ἀνατρέχειν Σοφοὺς στρατηγοὺς, εὐγενεῖς ἐπισκόπους, Μηδὲν προμοχθήσαντας εἰς μοῖραν καλοῦ.
Ἐξ ὧν τί γίνετ᾽; ἀρετὴ κολούεται, Μηδὲν πλέον φέρουσα, τῆς ἀγροικίας Θάρσος λαβούσης οὐ καλῶς ἀζήμιον, Ἂν μικρὰ ἄττα σπερμολογήσῃ ῥήματα. Κυβιστάτω τις μὴ μαθὼν, τοξευέτω, Πτεροῖς φερέσθω πρὸς νέφη μετάρσιος.
Ἀρκεῖ τὸ βούλεσθ᾽, οὐδαμοῦ τὸ εἰδέναι. Μὴ καὶ σὺ μουσόπνευστος ἡμῖν ἀθρόως, Ὥσπερ λέγονται τῶν πάλαι σοφῶν τινες; Μὴ καὶ σὲ δάφνης ἐξέμηνέ τις κλάδος· Ἦ μαντικῶν πέπωκας ὑδάτων ἄφνω, Ἔπειτα μέτρων ἔβλυσας, ἄμετρος ὤν;
Ὢ τῶν ἀπίστων καὶ νέων ἀκουσμάτων! Σαοὺλ προφήτης, Μάξιμος λογογράφος! Τίς οὐ προφήτης; τίς καθέξει τὴν χέρα; Πάντων ὁ χάρτης, ἡ γραφὶς καὶ γρᾳδίων. Λέγειν, γράφειν, θέατρα συλλέγειν, σύγε Κρότους ἐγείρειν μηδὲν εὐλαβούμενος.
Βραχεῖς μέν εἰσι τῶν ἀκουόντων σοφοί· Πολλοὶ δὲ Μάξιμοί τε καὶ παράφοροι. Τούτοις ἀρέσκειν, τοὺς δὲ σοφοὺς χαίρειν ἐᾷν, Τοὺς ἐσμιλευμένους τε καὶ συνηγμένους. Αὐτοὺς γελώντων. Ἂν δ᾽ ἀμύνασθαι δέῃ, Τολμητὰ πάντα. Τοὺς σοφοὺς ἔχει θράσος.
Τὸν Μάξιμον γνώτωσαν ἐκ παῤῥησίας. Καὶ ἡμῖν ἐστι τοῦ γελᾷν ἐξουσία. Τούτου τι ῥᾷον ἄρτι γελᾷν καὶ πλουσίως; Ῥήτωρ μὲν ἴσθι, τοῖς δ᾽ ὑβρίζουσι κύων. Οὕτως ὑπάρξει τὸ κρατεῖσθαι μηδενός. Πάλιν βοήσομ᾽, ὦ λόγοι, καὶ πολλάκις.
Οὕτω κενώσω τοῦ πάθους, ἀλλὰ βραχύ. Γράφειν σὺ τολμᾷς; εἰπέ μοι, ποῦ καὶ πόθεν Μαθών; τίνος δὲ χειρὸς ἔργον τὸ γράφειν; Ἀλλ᾽ οὐ χθὲς οὕτως. Ἠγάπας δ᾽, εἴ σοι στενὴν Μάζαν πορίζοι τὸ λευκὸν τριβώνιον, Τό θ᾽ ὑλακόμωρον τοῦ βίου καὶ τοῦ τρόπου.
Λόγοι δέ σοι τότ᾽ ἦσαν, ὡς ὄνῳ λύρα, Καὶ βουσὶ κῦμα, καὶ ζυγὸς θαλασσίοις. Νῦν δ᾽ Ὀρφεὺς ἡμῖν πάντα κινῶν δακτύλοις, Ἢ τειχοποιὸς Ἀμφίων ἐκ κρουμάτων. Τοιοῦτόν εἰσιν, ἢν τρυφῶσιν, οἱ κύνες. Ἦ σοί γε μαῖαι τοῦτ᾽ ἐνέπνευσαν θράσος, Αἱ σαὶ συνεργοὶ, καὶ λόγων συμπαίστορες, Ὧν εἶ σὺ κύκνος, αἷς ἐνηχεῖς μουσικὸν, Ὅταν ῥέωσιν, ὡς ζέφυρος κατὰ πτερῶν Αὔραις πραείαις ἀσμένως ἁπλωμένων;
Γράφεις δέ· δὴ τί; καὶ κατὰ τίνος, κύων; Γράφεις κατ᾽ ἀνδρὸς, ᾧ γράφειν ἐστὶ φύσις, Ὡς ὕδατι ῥεῖν, καὶ τὸ θερμαίνειν πυρί· Ἐῶ γὰρ εἰπεῖν, οὐδὲν ἠδικηκότος, Ὅσον δ᾽ ἐφ᾽ ὑμῖν, καὶ μάλισθ᾽ ὑβρισμένου. Φεῦ τῆς ἀνοίας! ὡς ἀπαίδευτον θράσος!
Ἵππον καλεῖς, βέλτιστε, πρὸς λεῖον δρόμον· Λέοντα νύσσεις ἀσθενεστάτῃ χερί. Πλὴν εἴ σε τοῦτο θῶμεν ἐσκέφθαι μόνον, Ὡς οὐδ᾽ ὑβρίζων ἀξιωθήσῃ λόγου, Ἓν τοῦτ᾽ ἔχειν γε καὶ σοφὸν δοκεῖς ἐμοί. Τίς γὰρ κυνὶ πλέκοιτ᾽ ἂν, εὖ φρονῶν, μάχην;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.