Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ ἑαυτοῦ ποιήματα

Γρηγόριος ὁ Ναζιανζηνός

Η μετάβαση στην Κωνσταντινούπολη και οι πρώτες ποιμαντικές μέριμνες

Ποιήματα σχετικά με τους όρκους του, την πορεία του προς τη Βασιλεύουσα, την αγάπη για το ποίμνιο της Αναστασίας και τον αποχαιρετισμό προς τους εχθρούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 13

Βʹ. Ὅρκοι Γρηγορίου. Ὥμοσα τὸν Λόγον αὐτὸν, ὅ μοι Θεός ἐστι μέγιστος, Ἐξ ἀρχῆς ἀρχὴ, Πατρὸς ἀπ᾽ ἀθανάτου, Εἰκὼν ἀρχετύποιο, φύσις γεννήτορος ἴση, Ὃς φθάσε καὶ μερόπων ἐς βίον οὐρανόθεν· Ὤμοσα, μήτε νόῳ γε νόον μέγαν, ἐχθρὰ νοήσας, Ῥίψειν, μήτε λόγῳ τὸν Λόγον ἀλλοτρίῳ.

Εἰ Τριάδος θεότητα διατμήξαιμι φαεινῆς, Ἑσπόμενος καιρῶν νεύμασιν ἀντιπάλων· Εἰ δ᾽ ἕδρη μεγάλη ποτ᾽ ἐμὸν νόον οἰστρήσειεν, Ἠὲ πόθῳ δοίην ἀλλοτρίῳ παλάμην· Εἰ δὲ Θεοῦ προπάροιθε βροτὸν θείμην ἐπίκουρον.

Πέτρης ἠπεδανῆς πείσματ᾽ ἀναψάμενος· Εἰ δέ ποτ᾽ ἐσθλὰ φέροντος ἀγήνορα θυμὸν ἔχοιμι, Ἠὲ κακοῖς κύρσας, ἔμπαλιν ἀδρανέα· Εἰ δὲ δίκην δικάσαιμι παρακλίνας τι θέμιστος, Εἰ δὲ λάβοι τιμὴν ὀφρὺς ὕπερθ᾽ ὁσίων· Εἰ δὲ κακοὺς ὁρόων τι γαληνιόωντας ὁδοῖο Σταίην δεξιτερῆς, ἢ ἀγαθῶν σκοπέλους· Εἰ φθόνος ἐκτήξειεν ἐμὴν φρένα· εἰ γελάσαιμι Πτῶμα καὶ οὐχ ὁσίων, ὡς πόδα πηγὸν ἔχων· Εἰ δὲ χόλῳ πλήθοντι πέσοι νόος, εἰ δ᾽ ἀχάλινος Γλῶσσα θέοι, μάχλον τ᾽ ὄμμα φέροι κραδίη· Εἰ δέ τιν᾽ ἐχθαίροιμι μάτην, εἰ δ᾽ ἐχθρὸν ἐμεῖο Τισαίμην δολίως, ἠὲ καὶ ἀμφαδίην· Εἰ κενεὴν πέμψαιμι δόμων ἄπο χεῖρα πένητος, Εἰ φρένα διψαλέην οὐρανίοιο λόγου· Ἄλλῳ Χριστὸς ἔοι πλέον ἵλαος, αὐτὰρ ἐμοῖο Τοὺς ἄχρι καὶ πολιῆς αὖρα φέροι καμάτους.

Τοῖσδε νόμοισιν ἔδησα ἐμὸν βίον. Εἰ δὲ πόθοιο Ἐς τέλος ἱκοίμην, Ἄφθιτε, σεῖο χάρις.

Γʹ. Ἐνόδια Κωνσταντινουπόλεως. Ἐν σοὶ μὲν ἠρεμοῦμεν, ὦ Θεοῦ Λόγε, Μένοντες οἴκοι· σοὶ δ᾽ ἀνάπτομεν σχολήν. Σὴ μὲν καθέδρα, σὴ δ᾽ ἔγερσις, καὶ στάσις, Σὴ δ᾽ αὖ πορεία, σοῖς δὲ καὶ νῦν νεύμασιν Εὐθυποροῦμεν. Ἀλλά μοί τιν᾽ ἀγγέλων Πέμποις ὁδηγὸν, δεξιὸν παραστάτην, Ὅς με στύλῳ πυρός τε καὶ νέφους ἄγοι, Τέμνοι δὲ πόντον, ῥεῖθρα δ᾽ ἱστάῃ λόγῳ, Τρέφοι δ᾽ ἄνωθεν καὶ κάτωθεν πλουσίως.

Σταυρὸς δὲ χερσὶν ἐκτυπούμενος θράσος Ἐχθροῦ κατείργοι· μηδ᾽ ἐν ἡμέρᾳ μέσῃ Καύσων φλέγοι με, μηδὲ νὺξ φόβον φέροι. Τὴν δὲ τραχεῖαν καὶ προσάντη μοι τρίβον Λείαν τιθείης, εὔπορόν τε σῷ λάτρῃ, Ὡς πολλάκις με καὶ τὸ πρὶν χειρὶ σκέπων Γῆς καὶ θαλάσσης ἐξέωσας κινδύνων, Νόσων τε δεινῶν, δυσμενῶν τε πραγμάτων.

Ὡς δεξιῶς ἅπαντα, καὶ κατ᾽ ἐλπίδας, Πράξαντες, αἴσιόν τε τῆς ὁδοῦ τέλος Εὑρόντες, αὖθις πρὸς φίλους καὶ συγγενεῖς Παλινδρομῶμεν, ἀσμένοισιν ἄσμενοι Φανέντες οἴκοι, καὶ πόνων πεπαυμένοι. Σὲ προσκυνοῦμεν, τῆς τελευταίας ὁδοῦ Χρῄζοντες εὐμενοῦς τε καὶ ῥᾴστης τυχεῖν.

Δʹ. Εἰς αὐτόν. Τριὰς λαλοῖτο, καὶ καταρτίζοι λόγον Ἄλλος τις, ὅσπερ ἄξιος. Θρόνων δ᾽ ἐγὼ Εἴξω. Θεῷ γὰρ προσλαλῶν οὐ παύσομαι.

Εʹ. Πρὸς τὸν Ἀναστασίας λαόν. Ποθῶ, ποθῶ σε, φίλτατ᾽, οὐκ ἀρνήσομαι· Ποθῶ λόγων γέννημα τῶν ἐμῶν τέκων, Ἀναστασίας ὦ λαὲ τῆς ἐμοὶ φίλης, Ἣ τὴν πάλαι θανοῦσαν ἐν νεκροῖς λόγοις Πίστιν παλαιὰν ἐξανέστησεν νέοις· Ὅθεν προελθὼν οὑμὸς, ὡς σπινθὴρ, λόγος, Πάσας κατέσχε φωτὶ τὰς Ἐκκλησίας.

Τίς σου τὸ κάλλος, τίς θρόνους ἐμοὺς ἔχει; Πῶς εἰμ᾽ ἄτεκνος, ζῶσι δ᾽ οἱ παῖδες; Πάτερ, Σοὶ δόξα, κἄν τι τοῦδε χεῖρον συμπέσοι. Ἴσως κολάζεις τὴν ἐμὴν παῤῥησίαν. Τίς ἐκβοήσει γνησίως τὸ σὸν, Τριάς;

ϛʹ. Πρὸς τοὺς αὐτούς. Σιὼν ὁδοὶ πενθοῦσι, τὸν νόμου λάτρην Λαὸν ποθοῦσαι ἡμέραις ἑορτίοις. Πενθῶ δ᾽ ἔγωγε λαὸν οὐχ ὁρώμενον Ἐμοὺς ῥέοντα πρὸς λόγους, ὡς ἦν ποτε Κωνσταντινούπολίς τε καὶ ξένων ὅσον Ἔνδημον, οἷς ἤστραπτεν ἡ φίλη Τριάς.

Καὶ νῦν ἐγὼ μὲν ὡς λέων βρυχώμενος Μακρὰ στενάζω. Τῶν δ᾽ ἐμῶν τέκνων τυχὸν Ἄλλοι κατασκιρτῶσι, πιθανοῖς λόγοις Συναρπάσαντες. Εἰ γὰρ ἔλθοι μοι σθένος, Ὡς πρὶν, Τριὰς, σὸν, καὶ βρυχησαίμην πάλιν Ἐν σοὶ, τάχ᾽ ἄν τι θῆρες εἴξειαν πάλιν.

Ζʹ. Πρὸς τοὺς ἀφίλους ἐξιτήριον. Οἱ συνθύται, τέθνηκα τῷ φθόνῳ μόγις. Ἑῴα λήξει καὶ δύσις, φθόνος τ᾽ ἐμὸς Ἐχθροῖς, φίλοις· ἀπῆλθον· εὐφημήσατε. Πλὴν ἐξιτήριόν τι πᾶσι φθέγξομαι. Ἂν ἄλλον εὕρητ᾽ ἀντ᾽ ἐμοῦ, τιμήσατε.

Τὸ σεπτὸν ἡμῖν Πνεῦμα, τῷ συνηγορῶ. Νῦν δ᾽ οὐκέτ᾽ εἰμὶ τῆς μάχης μεταίχμιον.

Ηʹ. Πρὸς τοὺς φθονοῦντας. Τριὰς, σάου με· καὶ πάλιν καλῶ, Τριάς. Σὲ γὰρ προφαίνων ἠμπολησάμην φθόνον. Λαὸς, νόμοι, τράπεζα, βήματα, θρόνοι, Λόγοι τ᾽ ἀληθῶν δογμάτων συνήγοροι. Πῶς ταῦτα, καὶ τί ταῦτα; καὶ πόθεν ῥέων Ταῖς τοῦ Θεοῦ μου τοῦ κρατίστου Πνεύματος Ῥοαῖς, ξένον τε λαὸν ἐντρέφων καλῶς, Ἔπειτα σάρκας ἐκτακεὶς ἀθλήμασι Πολλοῖς ἀπῆλθον; ὦ σκοποὶ, κροτήσατε.

Τέθνηχ᾽ ὅ τ᾽ ἄρδων, οἵ τε πεινῶντες λόγον. Εἰ μέν τι τούτων ἀντιδώσεις, Χριστέ μου, Μέγ᾽ ἀντιδοίης· εἰ δὲ μὴ, καὶ τῶν χάρις.

Θʹ. Πρὸς τοὺς αὐτούς. Μετῆλθον, ἦλθον, ἔρχομαι· μίξις μ᾽ ἔχει Τρόμου χαρᾶς τε· τοὐμὸν ἐτάζω βάθος, Μήτι χρεωστῶ, Χριστέ μου· πλὴν ἔρχομαι Ζῶον διωχθὲν ἐν βίῳ, μάλιστα δὴ Ἐχθροῖς φίλοις τε, συνθύταις, ἀντιστάταις.

Τὰς σὰς πεσεῖν εἰς χεῖρας αἱρετώτερον, Ἢ τῇδε μοχθεῖν τοῖς φθόνου παλαίσμασι. Τῶν μὲν καλῶν γὰρ οὐδὲν ἐλπίζειν ἔχω. Τοῖς δ᾽ αὖ κακίστοις συνθανεῖν κέρδος μέγα Χαίροιτε, γαστρίζοισθε, τοῖς ἐνυπνίοις Μεγαφρονεῖτε· μικρὰ γὰρ χαρήσετε.

Κἀγὼ μετέσχον τῆς πλάνης· ἀλλ᾽ οἴχομαι.

Ιʹ. Πρὸς τοὺς τῆς Κωνσταντινουπόλεως ἱερέας, καὶ αὐτὴν τὴν πόλιν. Ὦ θυσίας πέμποντες ἀναιμάκτους, ἱερῆες, Καὶ μεγάλης μονάδος λάτριες ἐν Τριάδι· Ὦ νόμοι, ὦ βασιλῆες ἐπ᾽ εὐσεβίῃ κομόωντες, Ὦ Κωνσταντίνου κλεινὸν ἕδος μεγάλου, Ὁπλοτέρη Ῥώμη, τόσσον προφέρουσα πολήων, Ὁσσάτιον γαίης οὐρανὸς ἀστερόεις· Ὑμέας εὐγενέας ἐπιβώσομαι, οἷά μ᾽ ἔοργεν Ὁ φθόνος; ὡς ἱερῶν τῆλε βάλεν τεκέων, Δηρὸν ἀεθλεύσαντα, φαεσφόρον οὐρανίοισι Δόγμασι, καὶ πέτρης ἐκπροχέοντα ῥόον.

Ποία δίκη, μόχθον μὲν ἐμοὶ καὶ δεῖμα γενέσθαι, Ἄστεος εὐσεβίῃ πρῶτα χαρασσομένου, Ἄλλον δ᾽ αὖ μόχθοισιν ἐμοῖς ἔπι θυμὸν ἰαίνειν, Ἀρθέντ᾽ ἐξαπίνης θῶκον ἐπ᾽ ἀλλότριον, Οὗ με Θεός τ᾽ ἐπέβησε, Θεοῦ τ᾽ ἀγαθοὶ θεράποντες;

Ταῦτα νόσος στυγερὴ, ταῦτα Θεοῦ θέραπες, Οἳ δῆριν στονόεσσαν ἐπ᾽ ἀλλήλοισιν ἔχοντες, Χριστὲ ἄναξ, οὔ μοι ταῦτα νοοῦσι φίλα. Οὐ γὰρ ἴης γενόμην μοίρης θρασὺς ἀσπιδιώτης, Οὐδ᾽ ἔθελον Χριστοῦ ἄλλο τι πρόσθε φέρειν.

Ἁμπλακίη δ᾽ ὅτι μηδὲν ὁμοίϊον ἤμπλακον ἄλλοις, Μηδ᾽ ὡς νηῦς ὀλίγη φορτίδι συμφέρομαι. Ὣς καὶ κουφονόοισιν ἀπέχθομαι, οἵ ῥ᾽ ἀνέηκαν Βῆμα τόδ᾽ οὐχ ὁσίως καιροθέοισι φίλοις. Ἀλλὰ τὰ μὲν λήθης κεύθοι βυθός. Αὐτὰρ ἔγωγε Ἔνθεν ἀφορμηθεὶς, τέρψομαι ἀτρεμίῃ, Πάνθ᾽ ἄμυδις, βασίλεια, καὶ ἄστεα, καὶ ἱερῆας Ἀσπασίως προφυγὼν, ὡς πόθεον τοπάρος, Εὖτε Θεός μ᾽ ἐκάλεσσε καὶ ἐννυχίοισιν ὀνείροις, Καὶ πόντου κρυεροῦ δείμασιν ἀργαλέοις.

Τοὔνεκα καγχαλόων φθόνον ἔκφυγον, ἐκ μεγάλου δὲ Χείματος, ἐν σταθερῷ πεῖσμα βάλον λιμένι, Ἔνθα νόου καθαροῖσι νοήμασι θυμὸν ἀείρων, Θύσω καὶ σιγὴν, ὡς τοπάροιθε λόγον. Οὗτος Γρηγορίοιο λόγος, τὸν θρέψατο γαῖα Καππαδοκῶν, Χριστῷ πάντ᾽ ἀποδυσάμενον.

ΙΒʹ. Εἰς ἑαυτὸν καὶ περὶ ἐπισκόπων. Ἴσως μὲν ἐχρῆν, ὡς κακούμενον φέρειν Ταῖς τοῦ παθόντος ἐντολαῖς τυπούμενον, Οὕτω παθόντα καρτερεῖν καὶ τὸν λόγον, Ὡς, ἂν πλείως ὦμεν ἠγωνισμένοι, Καὶ μισθὸν ἐλπίζωμεν ἐντελέστερον.

Ὧν γὰρ τέλειος μόχθος, ἐντελέστερος· Ὧν δ᾽ οὐ τέλειος, καὶ τὸ ἆθλον ἐλλιπές. Ὡς ἂν δὲ μὴ δόξαιεν οἱ κακοὶ κρατεῖν Τὰ πάντα, μηδ᾽ ᾖ λεῖος αὐτοῖς ὁ δρόμος, Ἀντιστατοῦντος οὐδενὸς, τὸ μὲν πέρας Τούτων παρήσω τῷ τελευταίῳ πυρὶ, Ὃ πάντ᾽ ἐλέγχει καὶ καθαίρει σὺν δίκῃ, Κἂν λανθάνωμεν ἐνθάδε πλοκαῖς τισιν.

Αὐτὸς δὲ μικρῷ τοὺς ἐμοὺς λόγῳ πλήξω Φονεῖς· φονεῖς γὰρ οἱ κρίνοντες ἔκτοπα, Ψυχῶν ἀθώων ἐκχέοντες αἵματα, Πάντων, ὅσους ἔπλαττον, οὓς ᾠκονόμουν. Ἐρῶ δ᾽ ἃ λέξω, μηδὲν εὐλαβούμενος Τὸ λοιδορεῖσθαι, πρᾶγμ ἀπηγορευμένον Πᾶσιν μὲν, ἐμοὶ δὲ καὶ πλέον μισούμενον.