Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ ἑαυτοῦ ποιήματα

Γρηγόριος ὁ Ναζιανζηνός

Ο αγώνας για την Ορθοδοξία και η παραίτηση από τον θρόνο

Περιγραφή των θλίψεων από τις εκκλησιαστικές έριδες, το όραμα για τον ναό της Αναστασίας και η απόφαση του ποιητή να αποσυρθεί από τα αξιώματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 13

ΙΔʹ. Εἰς ἑαυτὸν, καὶ πρὸς τοὺς φθονοῦντας, ἡ δὲ ἀκροστιχὶς οὕτως. Γρηγορίου ἱερῆος ἀθύρματά τε στοναχαί τε. Τέρπεσθ᾽, οἷσι φίλον, πήμασιν ἡμετέροις. Ἔχει τι κομψὸν ἡμῖν ἡ ληρῳδία. Ἐκ τῶν ἰάμβων ἄλλο μέτρον τίκτεται.

Ἀκροστίχοις πρόσελθε, καὶ γνώσῃ σαφῶς. Γέρων μέν εἰμι, καὶ κακῶν πολλῶν ἴδρις. Ῥυτὶς γάρ ἐστι πραγμάτων ἐμπειρία, Ἣ δὴ φρόνησιν ὡς τὰ πόλλ᾽ ἐργάζεται. Γῆρας δὲ τοὐμὸν οὐδέπω τόσον κακὸν, Ὅσον τονῦν, εἰσεῖδεν ἐν μακρῷ χρόνῳ.

Ῥᾷστον δ᾽ ἂν εἴη καὶ μαθεῖν βραχεῖ λόγῳ. Ἵσταντ᾽ ἀθέσμως ἀντίοι λαοῦ πρόμοι, Ὄπλοις χόλῳ τε καὶ φθόνῳ πεφραγμένοι, Ὕβρει ζέοντες, ἀγρίου πυρὸς δίκην, Ἵστανθ᾽, ὅλη δὲ συσχιδὴς οἰκουμένη. Ἐγὼ δ᾽ ὁ κομψὸς (οὐ γὰρ ἐφρόνουν μικρὰ), Ῥάβδῳ μὲν εἶχον οὐδαμῶς πλήσσειν κακούς· (Ἦ παντὸς ἂν τόδ᾽, ἴστε, καὶ νῦν ἐπριάμην·) Ὃ δ᾽ ἦν, ἔπραττον· εἰχόμην ἀμφοῖν λίθοιν, Σωτῆρα τὸν ἀκρόγωνον ἐκμιμούμενος.

Ἀλλ᾽, ὡς λέουσιν ἢ συσὶ πεφρικόσι Θυμὸν διαιτῶν, ἐν μέσῳ συῤῥήξεως, Ὕβριν τε οὐκ ἔπαυσα, καὶ συνετρίβην. Ῥᾷον παθεῖν γὰρ, ἤ τι τῶν καλῶν δράσαι. Μάρτυς μὲν, ἀκμὴ τοῦ παθεῖν κάμνων πλέον Ἀπηλλάγην τάχιστα δισσοῦ κινδύνου.

Τὴν δ᾽ ὕβριν οὐκ ἔνεστιν εὐπετῶς φέρειν, Ἀεὶ παροῦσαν ἡμέραν μηκιστάτην. Ταῦθ᾽ ὅστις οὐκ ἐπίστατ᾽, οὐδ᾽ ἡμῶν πέλας. Ἓν ἔργον αὐτοῖς, αἱ καθ᾽ ἡμῶν διπλόαι Στήτωσαν εἰς ἕν. Εἰ μὲν ἐξέστην θρόνων, Τούτου τί μεῖζον; εἰ δ᾽ ἀπεῤῥίφην ἄκων, Οἱ ταῦτα τολμήσαντες οἵων ἄξιοι;

Νῦν ἐνθρονίζομ᾽, αὔριον δ᾽ ἀπόθρονος. Ἄρ᾽ ἄν τις εὕροι τοῦδε καὶ ψευδῆ λόγον; Χριστὲ, φράσαι τολμῶ τι τῶν ἐν καρδίᾳ. Ἀγῶσι βασκαίνουσι καὶ λίθοις ἐμοῖς· Ἴσως τὸ Πνεῦμα βάλλεται, φέρω σαφῶς, Τὸ Πνεῦμ᾽ (ἀκούσαθ᾽), ὡς Θεὸς, πάλιν λέγω.

Ἐμοὶ Θεὸς σὺ, καὶ τρίτον βοῶ, Θεὸς Τοῦτ᾽ ἔστι, Βάλλετ᾽, εὐστοχεῖτε τοῖς λίθοις. Ἕστηκ᾽ ἄτρεπτος τῆς ἀληθείας σκοπὸς, Ῥοῖζον λόγων τε καὶ βελῶν διαπτύων. Πατὴρ μὲν ἡμῖν ῥίζα καὶ πηγὴ καλῶν· Ἐκ τοῦδε φῶς γεννητὸν, Υἱὸς καὶ Λόγος, Σφράγισμ᾽ ἀνάρχου· Πνεῦμά τ᾽ ἄχρονος φύσις· Θεὸς, Θεός μου, καὶ Θεὸς, τρισσὴ μονάς.

Οὐκ ἔστιν ὅς με ταῦτα κωλύσει λέγειν. Ἴστω Τριάς μου· καιρὸς οὐ τρέψει λόγον. Σείοιτο πάντα· μὴ τρέποιτ᾽ ἐμοὶ Θεός. Ἴσον γὰρ ἕν τι, καὶ τὸ πᾶν ἀτιμάσαι. Φωνὴν ἔχω, πόλεις σὺ καὶ λαμπροὺς θρόνους. Ἵστημι γλῶσσαν· (ὢ καλῆς τυραννίδος!) Λάμποιμι λύχνος λυχνίας ὑπερτεθείς.

Ὅλην καταστράπτοιμι τὴν οἰκουμένην. Νῦν ταῦτα· μικρὸν ὕστερον καινοὶ θρόνοι, Πρώτων τε δευτέρων τε τάξις ἔννομος. Ἢ δεινὸν ἦν ἂν ἡ τῇδε δυσπραξία, Μὴ τοῦ Θεοῦ στρέφοντος ὕστερον κύβους. Ἀπαξιῶ τοῖς τῇδε προσκεῖσθαι καλοῖς, Σπένδῃ σὺ κόσμῳ τῷδε, τῷ Θεῷ δ᾽ ἐγὼ, Ἵν᾽ εὐκόλως φέροιμι τὰς ἀηδίας.

Νὺξ πάντα κρύπτει, ἡμέρα φωτίζεται. Ἦ πόλλ᾽ ἐμόχθησ᾽, ἀλλ᾽ ὅμως οὐκ ἄξια Μισθῶν, ὅσοι μένουσι τοὺς Θεῷ φίλους. Ἐπρίζεθ᾽ Ἡσαΐας, ἀλλ᾽ ἐκαρτέρει. Τὸ πῦρ ἐδεξιοῦτο τοὺς τρεῖς ἐν ξένῃ. Ἔῤῥιπτο θηρσὶν ὁ Δανιὴλ ὥσπερ φίλοις.

Ῥώμῃ δὲ Παῦλος καὶ Πέτρος νικηφόροι. Ὁ Πρόδρομος δ᾽ οὐ θῦμα τῆς παῤῥησίας; Ἴσασιν, ὡς τέθνηκα. Ὡς δ᾽ ἐγὼ, Πάτερ, Σός εἰμι, κἄν με χείροσι στροβεῖν θέλοις.

ΙΕʹ. Εἰς ἑαυτὸν μετὰ τὴν ἀπὸ τῆς Κωνσταντίνου πόλεως ἐπάνοδον. Ἔρχομαι ἐκ βιότοιο λιπὼν μέγα λαῖτμα θαλάσσης, Τῇ καὶ τῇ χαλεποῖς πνεύμασι βρασσόμενον. Ἔρχομ᾽ ἔχων ὅσ᾽ ἔρεξα, καὶ ὅσ᾽ ἐμόγησ᾽ ἀπολείψας, Τοῖς μὲν ὑποτρομέων, τοῖσι δὲ γηθόσυνος.

Οὐδὲν τερπνὸν ἔλειψα, τό κεν ποθέων ἀκαχοίμην· Τοῖσι μὲν οὐκ ἐθέλων, τοῖς δ᾽ ἐθέλων ἐδάμην. Οἶον ἐμοὶ κτέαρ ἔσκεν ἐράσμιον, οἶος ἀπ᾽ ἄλλων Πλοῦτος, θαλπωρὴ λησμοσύνη καμάτων, Τῆς μεγάλης Τριάδος ξυνὸν σέλας, ἣν ἀναφαίνων, Ἄχρι καὶ ἀλλοδαπῶν ἤλυθον εὐπατριδῶν· Οὐ μὴν πάμπαν ἄτρωτος, ἐπὴν λάεσσιν ἐδέχθην, Ὥς τις ἀλιτήμων. Σὴ, Τριὰς, ἥδε χάρις.

Ἔμπαγε μὴν ἀνέφηνα, καὶ ὡς κύκλον περὶ κέντρῳ Πάντας ἐτορνύμην ῥήμασιν εὐσεβίης. Ἦν δρόμος, ἀλλά μ᾽ ἔπεμψε φθόνος καὶ νοῦσος ὀπίσσω, Πολλὰ μάλα φθονερῷ δαίμονι μεμφόμενον, Ὅστις ἐμῆς ὠδῖνος ἁγνὸν τόκον ἐξετίναξεν, Ἀρτιπαγῆ, ζωῆς ἑσταότ᾽ ἐν προθύροις.

Ἡ δ᾽ ἄρ᾽ ἐμὴ Τριὰς αὖθις ἀπὸ στομάτων ἀθεμίστων Τέμνεται, ἔν τ᾽ ἀγοραῖς, ἔν τε χοροστασίαις, Καὶ πόρνοι κραταίουσι λόγοι. Τὸ δὲ φάσγανον, αἳ αἳ! Τίς πήξει Φινεὲς πορνοφόνῳ παλάμῃ Ζηλήμων ψυχήν τε καὶ οὔνομα, ἢ τίς ἀρήξει Δόγμασιν Ἑβραίοις πλησσομένοις ἀδίκως Μωσῆς, ἐκ δ᾽ ὀλέσας Αἰγύπτιον αὐτίκα μῦθον, Λαῷ πὰρ μεγάλῳ κῦδος ἔχῃσι μέγα;

Τίς μὲν ὅλην θεότητα μετὰ φρεσὶν ᾗσι βάληται, Μηδὲν ὑποστέλλων τῆς μεγάλης Τριάδος Ἠὲ νόῳ πυκινῷ τε καὶ εὐσθενέεσσι λόγοισιν, Ἀντιπάλων ἐπέων θυμὸν ἀποσκεδάσει; Τίς δὲ βελῶν καιροῖσιν ἀκαμπέα πίστιν ἐρύξει, Ἄτροπος ἐν τρεπτοῖς κάρτεσιν ἱστάμενος;

Μὴ δ᾽ ὡς εὐρίποιο πολυπλάγκτοιο ῥέεθρον, Τήνδε μετακλίνοι ἔνθα καὶ ἔνθα ῥέων; Τίς δὲ μόθον κρυόεντά τ᾽ ἐρισθενέων ἱερήων Στήσει, τοὺς φιλίης εἰς ἐν ἄγων προμάχους; Τοῦ μὲν ἐμοὶ πόθος ἦεν, ἐπεὶ Θεὸς ὧδε κελεύει, Χριστὸς ἄκος μερόπων οἷσι νόμοις παθέων, Οἷς σταυρῷ συνέδησεν ὁμῶς ἀγαθούς τε κακούς τε, Ὅστις ἀνακτορίης τηλόθεν, ὅς τε πέλας.

Τοὔνεκα καὶ λίθος ἐστὶν ἐπ᾽ ἀμφοτέροις ἀκρόγωνος, Λαοὺς εἰς ἓν ἄγων ἁρμονίῃ φιλίης. Ἦν πόθος· οἱ δέ με πρόσθεν ἀπεχθήραντες ἅτισαν, Οὔ τιν᾽ ἐμῆς αἰδὼ θέντο παραιφασίης. Αἴθε δέ μοι Τριὰς ἦεν ἀδήριτος, ἣν βελέεσσι Βάλλουσιν πυκινοῖς! Ὦ Τριὰς, ἴσχε μόθον· Μηδέ μ᾽ ἀθρήσειε κακὸς φθόνος, ἀλλὰ μόγοισι Δὸς τέλος ἡμετέροις ἐσθλὸν, ἀεξομένη.

Κλεινὸν Ἀναστασίης χαίροις ἕδος, ἥ ῥα θανοῦσαν Πίστιν ἔθηκας ἄνω αὖθις ἐμοῖσι λόγοις. Σεῖο μὲν οὐδὲ θανὼν ἐπιλήσομαι, ἀλλ᾽ ἅμ᾽ ἀρίστοις Στήσομ᾽, ὑπὲρ τεκέων λισσόμενος Τριάδα.

Ιϛʹ. Ἐνύπνιον περὶ τῆς Ἀναστασίας ἐκκλησίας, ἣν ἐπήξατο ἐν Κωνσταντίνου πόλει. Εὗδον δὴ γλυκὺν ὕπνον· Ἀναστασίαν δέ τ᾽ ὄνειρος Στῆσεν ἐμοῖσι φέρων ἠματίοισι πόθοις· Ἣ πρώτη λόγον αἰπὺν ἐνὶ προπόδεσσι μένοντα Ἤγαγεν ἐς κορυφὴν οὔρεος ἀκροτάτην· Τοὔνεκ᾽ Ἀναστασίαν μιν ἐπίκλησιν καλέουσι Νηὸν, ἐμῆς παλάμης ἔργον ἀριστοπόνου.

Ἕζεσθαι δοκέεσκον ὑπέρθρονος, οὐχ ὑπέροφρυς, Οὐδὲ γὰρ οὐδὲ ὄναρ τῖον ἀγηνορίην Οἱ δέ μοι ἀμφοτέρωθεν ὑφεδριόωντο γεραιοὶ, Ποίμνης ἡγεμόνες, ἔγκριτος ἡλικίη. Οἱ δ᾽ ἄρ᾽ ὑποδρηστῆρες ἐν εἵμασι παμφανόωσιν Ἕστασαν, ἀγγελικῆς εἰκόνες ἀγλαΐης.

Λαοὶ δ᾽ οἱ μὲν ἔχυντο περισταδὸν, ὥστε μέλισσαι, Κιγκλίδος· ἦν γὰρ ἀγὼν ἀσσοτέρω πελάσαι. Οἱ δ᾽ ἱεροῖς προθύροισι περιστείνοντο ῥέοντες, Οὔασιν ἠδὲ ποσὶν ἴσον ἐπειγόμενοι. Ἄλλους δ᾽ αὖτ᾽ ἀγοραί τε πολυσχιδέες θ᾽ ἅμ᾽ ἀγυιαὶ, Ποσσὶ κροαινόμεναι, πέμπον ἐμοῖσι λόγοις.

Αἱ δ᾽ ἄρ᾽ ἀφ᾽ ὑψηλῶν τεγέων εὔκοσμον ἀκουὴν Ἁγναὶ παρθενικαὶ κλῖνον ἅμ᾽ ἐσθλογάμοις. Καὶ τόδε νυκτὸς ἄθυρμα· διακριδὸν ἵστατο λαὸς Μύθων ἡμετέρων εἰσαΐειν ποθέων. Ὃς μὲν δὴ χθαμαλὸν καὶ ἐπίδρομον ᾔτεε μῦθον· Οὐ γὰρ ἄνω νεύειν ἤθελεν, οὐδ᾽ ἐδάη· Αὐτὰρ ὅγ᾽ ὑψιθέοντα καὶ εὔστροφον, οἷσι μεμήλει Βένθε᾽ ἀνιχνεύειν ἀμφοτέρης σοφίης, Ξείνης θ᾽ ἡμετέρης τε. Βοὴ δ᾽ ἑκάτερθεν ὀρώρει Ἑλκομένοιο λόγου μαρναμένοισι πόθοις.

Αὐτὰρ ἐμοὶ στομάτων Τριὰς ἔῤῥεεν ἡ μονόσεπτος Λαμπομένη τρισσοῖς κάλλεσιν οἰγομένοις, Φωνῇ τε στιβαρῇ, καὶ πνεύματος αἰθομένοιο Οἴδματι, καὶ μύθων ἅλμασιν ἀντιπάλων. Καί ῥ᾽ οἱ μὲν πάλλοντο, καὶ ᾔνεον, οἱ δὲ σιωπῇ Θάμβεον, οἱ δὲ λόγῳ τρύζον ἔθ᾽, οἱ δὲ νόῳ, Θνησκούσης ὠδῖνος ἀναυδέος, οἱ δὲ μάχοντο Οἷα καθισταμένου κύματος ἐξ ἀνέμων.

Πάντας δ᾽ εὐεπίη κατεκήλεεν, εὐφραδέας τε Καὶ μύθων ἱερῶν ἴδμονας εὐσεβέων, Ἡμετέρους τε νόθους τε, καὶ οἳ μάλα τηλόθι μάνδρης Τλήμονες εἰδώλων λάτριες ἀδρανέων. Ὡς δὲ βότρυς λιαρῇσιν ὑπ᾽ ἀκτίνεσσι μελαγχθεὶς, Οὔτ᾽ ὄμφαξ καθαρῶς ἠρέμα λυόμενος, Οὔθ᾽ ὅλος ὥριός ἐστι, τὸ μὲν μέλας, ἄλλο δ᾽ ἐρυθρὸς, Ἄλλο δ᾽ ἄρ᾽ αἰθαλόεις, ὄμφακα δ᾽ ἄλλο ἔχει· Ὣς οἳ δηριόωντο πεπαινομένης κακότητος, Ἤδη καὶ ληνοῖς γήθεον εὐρυτέραις.

Ταῦτ᾽ ἔχον· ἐκ δέ μοι ὕπνον ἀπὸ βλεφάρων ἐτίναξε Γῆρυς ἀλεκτρυόνων, τῷ δ᾽ ἅμ᾽ Ἀναστασίαν. Φάσμα δὲ φάσματος εἶχον ἐπὶ χρόνον, αὐτὰρ ἔπειτα Καὶ τὸ φύγε κραδίην ἦκα μαραινόμενον, Μοῦνον δ᾽ ἄλγος ἔμεινεν ἐμοὶ, καὶ γῆρας ἀνιγρόν.

Ὤ μοι ἐμῆς Τριάδος! ὤ μοι ἐμῶν τεκέων! Ὦ φθόνε, τίπτε μ᾽ ἔοργας; ἔχεις τόσον· ἄλλο χέρειον Μή τι βάλῃς ἐπ᾽ ἐμῷ δυσθανέϊ βιότῳ. Ἡ μὲν δὴ πολλοῖσιν ἀγαλλομένη μεγάλοις τε Κάλλεσι δαιδαλέοις ἡ βασίλεια πόλις, Νηοῖς οὐρανίοισιν ἀγάλλεται ἔξοχον ἄλλων, Νηοῖς, τοῖς ποτ᾽ ἐμοῖς, νῦν γε μὲν ἀλλοτρίοις· Σὺν τοῖς καὶ μεγάλαυχον ἕδος Χριστοῖο μαθητῶν, Πλευραῖς σταυροτύποις, τέτραχα τεμνόμενον.

Ἀλλ᾽ οὐ τόσσος ἔμοιγε πόθος καὶ ἄλγος ἐκείνων, Ὅσσος Ἀναστασίης, Βηθλεὲμ ὑστατίης. Ἦ μὴν πόλλ᾽ ἐμόγησα καὶ εἰν ἁλὶ, καὶ κατὰ γαῖαν, Ἐχθροῖς, καὶ φιλίοις, ποιμέσιν, ἠδὲ λύκοις, Νούσῳ τε στυγερῇ, καὶ γήραϊ καμπυλόεντι· Οὔτι δὲ πρόσθεν ἐμοὶ τοῖον ἐπῆλθεν ἄχος.

Οὐ τόσον Ἀσσυρίοισιν ὅτ᾽ ἤγετο τηλόθι πάτρης Λαὸς δουριαλὴς, νηὸν ἔκλαυσε μέγαν, Οὐδὲ μὲν οὐδὲ κιβωτὸν, ὅτ᾽ ἀλλοφύλοισιν ἐμίχθη· Οὔτ᾽ Ἰακὼβ τοπάρος υἷα κλαπέντα φίλον· Οὐδὲ λὶς ἠϋγένειος ἐπακτήρεσσι δαμέντας Σκύμνους, οὐδ᾽ ἀγέλην βουκόλος ὀλλυμένην· Οὐδὲ φιλοξείνοιο φυτοῦ καθύπερθε καλιὴν Ὄρνις ἀφεὶς ἀέκων, οὐ πολύπους θαλάμην, Ὅσσον ἐγὼ νεόπηκτον ὀδύρομαι εἰσέτι καὶ νῦν Νηὸν, ὃν ἄλλος ἔχει καρπὸν ἐμῶν καμάτων.

Εἴ ποτε σεῖο λάθοιτο ἐμὸν κέαρ, εἴτε τι γλῶσσα Πρόσθε φέροι παρ᾽ ἐμοὶ, Χριστὸς ἐμοῖο λάθοι. Πολλάκι καὶ μεγάλων θυέων δίχα, ἠδὲ τραπέζης Λαὸν Ἀναστασίης ἥγνισα τῆλε μένων, Στήσας ἐν πραπίδεσσιν ἀσώματον ἔνδοθι νηὸν, Δάκρυ ἐπισπένδων φάσμασι θειοτέροις.

Ἄζυγες, ὑμνοπόλοι τε, χοροστασίαι τ᾽ ἐρατειναὶ Ξείνων, ἡμεδαπῶν, ἐξ ὀπὸς ἀντιθέτου, Χῆραί τ᾽ ὀρφανικοί τε, ἀλήμονες, ἀδρανέοντες, Λεύσσοντες πρὸς ἐμὰς, ὥστε Θεοῦ, παλάμας, Οἶκοί τε γλυκεροὶ, γηροτρόφοι, οὔ ποτ᾽ ἔγωγε Λήσομαι, οὐδ᾽ ἐθέλων, ὑμετέρης φιλίης.

Εἰ δέ τί που καὶ ἐμεῖο πολυτλήτοιο λέλειπται Μνῆστις ἐν ὑμετέροις, ἥδε χάρις Τριάδος Πολλοὶ γὰρ καιροῖσιν ἐπίῤῥοπον ἦτορ ἔχουσιν, Ἐν δὲ μόνοις αἰδὼς ὄμμασι κουφοτέρων. Κεῖνό γε μὴν ποθέω, σεπτὴ Τριὰς, αἰὲν ἄληστος Ψυχαῖς ἀρτιφύτοις σεῖο μένοι θεότης.

Χαίρετε, ὦ βασιλῆες, ἐμῶν παθέων ἐπαρωγοί· Χαῖρέ μοι, ἀντολίη καὶ δύσι μαρνάμεναι· Χαίρετέ μοι, ἱερῆες, ἐπ᾽ ἀλλήλοισιν ἰόντες· Χαῖρε, πρόεδρε τύφε· χαῖρε, πόλις μεγάλη. Αὐτὰρ ἐγὼ χθονίων μὲν ὑπέρτερός εἰμι θοώκων, Ἱμείρω δὲ μόνου κύδεος ἀθανάτου.

Ἀλλὰ σάω με, σάω με, φίλη Τριάς· ὑστάτιον δὲ Ὀψόμεθ᾽, οὗπερ ἁγνῆς θῶκος Ἀναστασίης. Γρηγορίου γόος οὗτος Ἀναστασίην ποθέοντος, Τῆς ποτέ μιν φθονερὴ νόσφισεν ἀδρανίη.

ΙΖʹ. Περὶ τῶν τοῦ βίου διαφορῶν, καὶ κατὰ ψευδιερέων. Ζωγράφος ἐστὶν ἄριστος, ὃς ἐν πινάκεσσι χαράσσει Μορφὰς ἀτρεκέας, ἔμπνοα δερκομένας· Οὐχ ὃς χρώματα πολλὰ καὶ εὔχροα μὰψ ἐπιμίξας, Λειμῶνα γραπτὸν δείκνυσιν ἐκ πινάκων.

Νῆα δὲ ποντοπόρειαν ἐπῄνεσα, οὐ παρασήμοις Κάλλεσιν, οὐ πρύμνης ἄνθεσι λαμπομένην· Ἀλλ᾽ ἢν ναυπηγοῖο χέρες γόμφοισιν ἄριστα Δῶκαν πηξάμεναι κύμασι θαρσαλέην. Καὶ στρατός ἐστιν ἄριστος, ἀρήϊος ἀντὶ καλοῖο, Καὶ δόμος αἰγλήεις δεύτερος εὐπαγέος.

Ὣς δὲ βίων βροτέων. Ὁ μὲν ἄμβροτος, ὅν τινα Χριστῷ Τάρβος ἄγει, πλεκτῆς ἀλλότριον κακίης, Ἔμπεδον, ἀστυφέλικτον, ἀπενθέα. Ὃς δὲ κάκιστος, Ἔνδοθεν ἀδρανέων, ἔκτοθε κάρτος ἔχων, Ὠκύμορον, φρενοπλῆξιν ὁμοίϊον, οἷσιν ἅπαντα Δινήεντα πέλει ἀστατέουσι νόον.

Τοῖος καὶ Χριστοῖο μεγακλέος ἀρητῆρσι Θυμός. Ὁ μὲν βροτέου λάτρις ἀεισθενέος, Κλινόμενος καιροῖσι, δόναξ πολύκαμπτος ἀήταις, Παντοίης κακίης οὐκ ἄκος, ἀλλὰ τύπος Αὐτὰρ ὅ γε τρομερῇσι καὶ εὐαγέσιν παλάμῃσι Δῶρον ἄγει, Χριστοῦ σαρκὶ χαριζόμενος, Καὶ μεγάλοις παθέεσσιν, ἅπερ Θεὸς ἐνθάδ᾽ ἀνέτλη, Ῥύσιον ἀρχεγόνων ἡμετέρων παθέων· ᾯ ζώει μούνῳ καὶ τέρπεται· ᾧ ῥα κεάζει Θυμὸν ἀπὸ χθονίων ἔνθεν ἀνιστάμενος.

Ἀνθρώπων δ᾽ ἀγαθοῖσι διδοῖ φρένα, τοῖς δὲ κακοῖσι Κάμπτεται, ὅσσα λίθος ὀκρυόεις ἀδάμας· Οὐδ᾽ ὅ γ᾽ ἐπιστρέφεται πλούτου μεγάλων τε θοώκων, Οὐ δόξης βροτέης ἐνθάδε συρομένης· Οὐδὲ δορὴν βασιλῆος ἔχων βριαροῖο λέοντος, Κεύθει κερδῴην ἔνδοθι δουλοσύνην, Νεκροβόρος, δολόμητις, ἀτάσθαλος, ἄλλος ἐν ἄλλοις Παντοδαποῖς κακίης εἴδεσι κλεπτόμενος.

Ἀλλὰ νόον καθαροῖσι νοήμασιν αἰὲν ἀέξων, Ἤδη καὶ Τριάδος ἅπτεται οὐρανίης, Ἧς τύπον ἐστήριξεν ἐνὶ πραπίδεσσιν ἑῇσι, Κῦδος ἓν ἐν τρισσοῖς κάλλεσι δερκόμενος, Καὶ λαὸν θυέεσσιν ἁγνοῖς θεοειδέα τεύχων, Ὑστάτιον ψυχῆς θύματ᾽ ἄναιμα φέρει.

Τῶν μὲν ἐγὼ ποθέων εἷς ἔμμεναι (οὐκ ἐπικεύσω), Ἤδη καὶ προθύρων ἔνδοθι ταρσὸν ἔχων, Ὡς ἴδον αἴσυλα ἔργα, κακοῤῥαφίην τ᾽ ἀλεγεινὴν, Ἂψ ἀναχασσάμενος ἐκτὸς ἔθηκα πόδα, Ἦ μὴν πόλλ᾽ ἐμόγησα καὶ εἰν ἄλλοισιν ἀπίστοις, Οἷσιν ἔνι γλώσσης ἦχος ἔθ᾽ ἡμετέρης.

Λᾶες ἐμοὶ, κείνων δὲ Τριὰς, θεότης νεόπηκτος· Τοίοις ἀλλήλους ξεινίσαμεν ξενίοις. Ἀλλὰ καὶ ὣς ὑπόειξα, λιπὼν λόγον οὐκέτ᾽ ἄπιστον, Πάντοθεν ἡμετέροις κύμασι βαλλόμενος. Κεῖμ᾽· ἐπίβαιν᾽, ἐπίβαινε, κακὲ φθόνε. Ἦ τάχα δή σε Σχήσω, καὶ πυμάτοις πείρασι κευθόμενος, Καὶ θηρὸς ζοφεροῖσιν ἐνὶ σπλάγχνοισιν ἐερχθεὶς, Κήτεος εἰναλίου, ὥς ποτ᾽ Ἰωνᾶς ἔδυ.

Σῶμα μὲν ἐν σπλάγχνοισι· νόος δ᾽ ἀδέτοισιν ἐρωαῖς Βήσεται, οἷ κ᾽ ἐθέλει, καί περ ἐεργόμενος. Τοῦτ᾽ ἀγαθῶν μόνον ἔσται ἐλεύθερον, οὔτε καθεκτὸν, Οὔθ᾽ ἑλετὸν, Χριστῷ νοῦς ἀναειρόμενος. Οὐ θνητοῦ βασιλῆος ὁμέστιος, ὡς τοπάροιθεν, Γρηγόριος, θυλάκῳ ἦρα φέρων ὀλίγην, Κείμενος ἐν μέσσοισι, κατηφιόων καὶ ἄναυδος, Ἄπνοον ἆσθμα φέρων, δούλια δαινύμενος.

Οὐχ ἕδρῃ τίσει με δικασπόλος, ἠὲ συνέδρῳ, Ἠὲ χαμαιπετέϊ, πνεύματι μέτρα νέμων. Οὐδὲ χέρας φονίους προσπτύξομαι, οὐδὲ γενείου Δράξομαι, ὥστ᾽ ὀλίγης ἀντιτυχεῖν χάριτος· Οὐδ᾽ ἱερὴν ἐπὶ δαῖτα, γενέθλιον, ἠὲ θανόντος, Ἤ τινα νυμφιδίην σὺν πλεόνεσσι θέων, Πάντα τὰ μὲν γναθμοῖσιν ἑλώρια, τὰ δ᾽ ἄρ᾽ ὀπηδοῖς Θήσομαι, ἁρπαλέαις Βριαρέω παλάμαις· Ὀψὲ δὲ φορτίδ᾽ ἄγων, τάφον ἔμπνοον, ἂψ ἐπὶ δῶμα Ἕλξω, τὴν μογερὴν γαστέρα τειρόμενος, Ἆσθμα κόροιο φέρων, ἄλλην ἐπὶ δαῖτα παχείην Σπεύδων, πρὶν προτέρην ὕβριν ἀποσκεδάσαι.

Οὐδὲ μὲν οὐδὲ πρόεδρος ἐὼν ἱεροῖς ἐνὶ χώροις, Ἢ μόνος, ἢ πλεόνων εἰς ἓν ἀγειρομένων, Φθέγξομαι οὔασι τερπνὰ, τὰ Πνεύματος ἔκτοθι ῥίψας, Ὥς κεν ἔοιμι πρόφρων, φίλτρον ἔχων πλεόνων, Τερπόμενός τε κρότοισι, καὶ ἐν θεάτροισι χορεύων, Κρημνοβάτης ἐπέων ἀντικορυσσομένων, Ἀθλοφόροισιν ὁμοῖα, πολυγνάμπτοισί τε λώβαις, Ἢ καὶ μαινομένοις ἀντίπαλ᾽ ἡνιόχοις· Οὐ χόλον αἰχμάσας, οὐ σώματος αἰθομένοιο Λύσσαν ἐπιψύξας, οὐ χέρα μαινομένην Πᾶσιν ἐπ᾽ ἀλλοτρίοισι, λόγου δεσμοῖσι πεδήσας, Οὐ ψευδῆ κραδίης δόξαν ἀποσκεδάσας, Οὐ τύφον οἰδαίνοντα διδάγμασιν ἐς χθόνα ῥίψας Οὐ πηγαῖς δακρύων δάκρυον ἐκκαλέσας, Ἀλλ᾽ ἓν φάρμακον αἰνὸν ἔχων, θηρήτορα τιμῆς Θυμὸν, καὶ θανάτου φάρμακον ἀτρεκέως.

Οὐδέ τί που συνόδοισιν ὁμόθρονος ἕσσομ᾽ ἔγωγε Χηνῶν ἢ γεράνων ἄκριτα μαρναμένων· Ἔνθ᾽ ἔρις, ἔνθα μόθος τε καὶ αἴσχεα κρυπτὰ πάροιθεν Εἰς ἕνα δυσμενέων χῶρον ἀγειρόμενα. Τῶνδε γὰρ εἵνεκ᾽ ἔγωγε μέσος χθαμαλοῖσι κάθημαι Ἰητρὸς παθέων, αὐτὸς ἄνουσος ἐών.

Οὐ γὰρ ἐμῆς πολιῆς παίζειν, καὶ λάτριν ἀεικῶς Ἔμμεναι ἀντὶ θρόνων, ὧν πέρι μαρνάμενοι Σχίζονται, καὶ κόσμον ὅλον τέμνουσιν ἀθέσμως. Αἲ αἲ τῶν μεγάλων ἡμετέρων ἀχέων! Ταῦτα μὲν, οἷσι φίλον, καὶ κερκώπων κράτος εἴη· Αὐτὰρ ἐγὼ Χριστοῦ πλήσομαι ἀτρεμέων.

Εἰ δὲ κακὸν λαοῖο θεόφρονος ἡνία ῥῖψαι, Ἴστωσαν κεφαλαὶ τῶν ἀποσεισαμένων, Ὄφρα κεν, ὡς θοὸν ἵππον, ἀποπτυστῆρα χαλινῶν, Θυμὸς ἄγοι κρημνοῖς, ἢ σκοπέλοισι φέρων. Εὔχομαι, ὥς κεν ἅπαντα Θεῷ φίλα τοῖσδε μεμήλοι, Εἰ δὲ χερειότερα, τηλόθεν οὔατ᾽ ἔχειν.