Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ εἰρήνης β΄

Γρηγόριος ὁ Ναζιανζηνός

Ορθόδοξο δόγμα, θεολογικό μέτρο και σύγχρονες διαμάχες

Διατυπώνεται έκκληση για σωφρονισμό και ειρηνική υπεράσπιση της πίστεως. Προβάλλεται ο κανόνας της Τριαδικής ομολογίας έναντι των αιρέσεων και καταδικάζεται η δημιουργία εκκλησιαστικών φατριών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 5

ΙΑʹ. Τί ταῦτα, ὦ οὗτοι, καὶ μέχρι τίνος; Οὐ σωφρονήσομεν ὀψὲ γοῦν; Οὐκ ἐκνήψομεν; Οὐκ αἰσχυνούμεθα; Οὐκ, εἰ μή τι ἄλλο, τὰς τῶν ἐχθρῶν φυλαξόμεθα γλώσσας, αἳ καὶ τὰ ψευδῆ ῥᾳδίως ἐπηρεάζουσιν; Οὐ παυσόμεθα τῆς ἄγαν φιλονεικίας;

Οὐ γνωσόμεθα, τίνα μὲν ἡμῖν ἐφικτὰ τῶν ζητουμένων, καὶ μέχρι τίνος· τίνα δὲ ὑπὲρ τὴν ἡμετέραν δύναμιν; Καὶ τίνα μὲν τοῦ παρόντος καιροῦ, καὶ τῆς κάτω συγχύσεως ἐπισκοτούσης τῇ διανοίᾳ· τίνα δὲ τοῦ μέλλοντος αἰῶνος, καὶ τῆς ἐκεῖθεν ἐλευθερίας· ἵνα τὰ μὲν στέργωμεν τέως, τοῖς δὲ καθαιρώμεθα ὡς ὕστερον τελεσθησόμενοι καὶ στησόμενοι τῆς ἐφέσεως; Οὐ διαιρήσομεν ἐν ἡμῖν αὐτοῖς, τίνα μὲν οὐδὲ ζητητέον παντάπασι, τίνα δ᾽ ὑπὲρ ὧν μετρίως, τίνα δὲ συγχωρητέον καὶ παρετέον τοῖς φιλέρισιν, ὅπως ἂν ἔχῃ, ὡς οὐδὲν τὸν λόγον ἡμῶν παραβλάπτοντα;

Καὶ τίνα μὲν τῇ πίστει δοτέον μόνῃ, τίνα δὲ καὶ τοῖς λογισμοῖς; Ὑπὲρ δὲ τίνων καὶ πολεμητέον ἐκθύμως. λογικῶς, ἀλλ᾽ οὐχ ὁπλιτικῶς; Τὸ γὰρ καὶ χεῖρας ἀνταίρειν, παντελῶς ἔξω τῆς ἡμετέρας αὐλῆς, καὶ τοῖς μισοῦσιν ἡμᾶς ἀποῤῥιπτέον.

ΙΒʹ. Οὐχ ἕνα μὲν ὅρον εὐσεβείας ἡγησόμεθα, προσκυνεῖν Πατέρα, καὶ Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τὴν μίαν ἐν τοῖς τρισὶ θεότητά τε καὶ δύναμιν, μηδὲν ὑπερσέβοντες, μηδὲ ὑποσέβοντες (ἵνα μικρόν τι καὶ αὐτὸς μιμήσωμαι τοὺς περὶ ταῦτα σοφούς· τὸ μὲν γὰρ ἀδύνατον, τὸ δὲ ἀσεβὲς), μηδὲ μέγεθος ἓν ὀνομάτων καινότησι διακόπτοντες;

Οὐδὲν γὰρ ἑαυτοῦ μεῖζον, ἢ ἔλαττον. Τούτου γοῦν ὡρισμένου, καὶ τἄλλα ὁμονοήσομεν, οἱ γοῦν τῆς αὐτῆς Τριάδος, καὶ τοῦ αὐτοῦ σχεδὸν δόγματός τε καὶ σώματος· τάς τε περιττὰς καὶ ἀχρήστους παραφυάδας καὶ παρεξόδους τῶν νῦν ζητημάτων, ὥσπερ τι νόσημα κοινὸν, ἐκκόψομέν τε καὶ ἀναιρήσομεν.

Ἢ οὐκ ἤρκει μοι (τὰ γὰρ ἔτι πόῤῥωθεν ἐῶ λέγειν) τὸ Μοντανοῦ πονηρὸν πνεῦμα κατὰ τοῦ ἁγίου Πνεύματος, καὶ ἡ Νοβάτου θρασύτης, εἴτ᾽ οὖν ἀκάθαρτος καθαρότης, τῇ τοῦ ῥήματος εὐπρεπείᾳ τοὺς πολλοὺς δελεάζουσα· καὶ ἡ Φρυγῶν εἰσέτι καὶ νῦν μανία, τελούντων τε καὶ τελουμένων μικροῦ τοῖς παλαιοῖς παραπλήσια· καὶ ἡ Γαλατῶν ἄνοια πλουτούντων ἐν πολλοῖς τῆς ἀσεβείας ὀνόμασι, καὶ ἡ Σαβελλίου συναίρεσις, καὶ ἡ Ἀρείου διαίρεσις, καὶ ἡ τῶν νῦν σοφιστῶν ἐντεῦθεν ὑποδιαίρεσις, τοσοῦτον διαφερόντων, ὅσον γλῶσσα λάλος τῆς ἀργοτέρας; Ἀλλ᾽ ἔτι καὶ ἡμεῖς πρὸς ἡμᾶς αὐτοὺς σχεδόν τι διαφερόμεθα, οἱ περὶ τὸ κεφάλαιον ὑγιαίνοντες, καὶ ὑπὲρ τῶν αὐτῶν καὶ πρὸς τοὺς αὐτοὺς στασιάζοντες.

ΙΓʹ. Λέγω δὴ τὴν ἔναγχος ἡμῖν ἐπαναστᾶσαν ζυγομαχίαν ἀδελφικὴν, ἐξ ἧς καὶ Θεὸς ἀτιμάζεται, καὶ ἄνθρωπος. Ὁ μὲν οὐδὲ γεννηθεὶς ὑπὲρ ἡμῶν ὅλως, οὐδὲ τῷ σταυρῷ προσηλωθείς· δῆλον δὲ, ὅτι οὔτε ταφεὶς, οὔτε ἀναστὰς, ὅ τισιν ἔδοξε τῶν κακῶς φιλοχρίστων· ἀλλ᾽ ἐνταῦθα μόνον τιμώμενος, οὗ τὸ τῆς τιμῆς ἀτιμία καθέστηκε, καὶ διὰ τοῦτο εἰς δύο υἱοὺς τεμνόμενος, ἢ συντιθέμενος· ὁ δὲ οὐ τελέως προσλαμβανόμενος, ἢ τιμώμενος, ἀλλὰ τῷ μεγίστῳ παραῤῥιπτούμενος καὶ ἀποξενούμενος, εἴπερ μέγιστον ἐν ἀνθρώπου φύσει τὸ κατ᾽ εἰκόνα, καὶ ἡ τοῦ νοῦ δύναμις. Ἐχρῆν γὰρ, ἐπειδὴ θεότης ἥνωται, διαιρεῖσθαι τὴν ἀνθρωπότητα, καὶ περὶ τὸν νοῦν ἀνοηταίνειν τοὺς τἄλλα σοφούς· καὶ μὴ ὅλον με σώζεσθαι, ὅλον πταίσαντα καὶ κατακριθέντα ἐκ τῆς τοῦ πρωτοπλάστου παρακοῆς, καὶ κλοπῆς τοῦ ἀντικειμένου· ὡς ἐλαττοῦσθαι τῷ μὲν Θεῷ τὴν χάριν, ἡμῖν δὲ τὴν σωτηρίαν.

Οὐ μόνον δὲ, ἀλλ᾽ ὅτι καὶ ὑπὲρ ἀνθρώπων ἡμῖν ὁ πόλεμος τοῖς παρὰ Θεοῦ σεσωσμένοις, καὶ τοσοῦτον τὸ περιὸν ἡμῖν τοῦ στασιώδους, ὥστε καὶ ταῖς τῶν ἄλλων φιλοτιμίαις τοῦτο ἐχρήσαμεν, καὶ ὑπὲρ ἀλλοτρίων θρόνων ἰδίας ἔχθρας ἀναιρούμεθα· δύο τὰ μέγιστα περὶ ἓν ἐξαμαρτάνοντες, ἐκείνων τε τὸ φίλαρχον ὑπεκκαίοντες, καὶ αὐτοὶ τοῦ οἰκείου πάθους ἔρεισμα τοῦτο λαμβάνοντες, καθάπερ οἱ κρημνιζόμενοι τὰς πλησίον πέτρας, ἢ τῶν θάμνων τὰς στεῤῥοτέρας.

ΙΔʹ. Δέον κἀκείνους ποιεῖν διὰ τῆς ἑαυτῶν ἀπραγμοσύνης ἀσθενεστέρους. Οὕτω γὰρ ἂν μᾶλλον αὐτοῖς, ἢ πολεμοῦντες ὑπὲρ αὐτῶν ἐχαριζόμεθα. Νῦν δὲ οἱ μὲν συμμαχοῦσι καὶ συμμαχοῦνται λίαν ἐλεεινῶς, ὡς γοῦν ἐμοὶ δοκεῖ· ὥστε καὶ εἰς δύο μοίρας ἀντιπάλους ἤδη τὸν κόσμον ἀποκριθῆναι, καὶ τοῦτο σὺν πόνῳ μόγις, καὶ κατὰ μικρὸν συναχθέντα, καὶ πολλῶν αἵμασιν. Ὅσον δὲ εἰρηνικόν τε καὶ μέσον, ὑπ᾽ ἀμφοτέρων πάσχει κακῶς, ἢ καταφρονούμενον, ἢ καὶ πολεμούμενον. Ὧν καὶ ἡμεῖς ὄντες σήμερον οἱ ταῦτα κατηγοροῦντες, καὶ διὰ τοῦτο τὴν καθέδραν ταύτην δεξάμενοι, τὴν ἐπίμαχον καὶ ἐπίφθονον· θαυμαστὸν οὐδὲν, εἰ ὑπ᾽ ἀμφοτέρων ἐκτριβείημεν, καὶ σταίημεν ἐκ τοῦ μέσου μετὰ τοὺς πολλοὺς ἱδρῶτας καὶ πόνους, ἵν᾽ ἐγγύθεν ἀλλήλους βάλλωσι, καὶ παντὶ τῷ θυμῷ, μηδενὸς ὄντος ἐν μέσῳ διατειχίσματος καὶ κωλύματος.