Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ εἰρήνης β΄

Γρηγόριος ὁ Ναζιανζηνός

Η απώλεια της εκκλησιαστικής ειρήνης και τα αίτια των ερίδων

Στηλιτεύεται η διάσπαση της Εκκλησίας και η οξύμωρη φιλονικία των χριστιανών. Αναλύεται η υποκρισία της συγκάλυψης προσωπικών παθών υπό το πρόσχημα του θείου ζήλου και η αλλοίωση της κρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 5

Τοιοῦτο γὰρ καὶ ὁ πατήρ· ὃν ὡς ἐχθρὸν ἠμύνατο πολεμοῦντα, ὡς φίλον ποθεῖ τεθνηκότα· καὶ νικᾷ τὴν ἔχθραν ἡ φύσις, ἧς οὐδὲν βιαιότερον. Βʹ. Ἐλεεινὸν δὲ καὶ ἡ κιβωτὸς ὑπὸ τῶν ἀλλοφύλων κατεχομένη· καὶ Ἱερουσαλὴμ ἠδαφισμένη καὶ ὑπὸ ἐθνῶν πατουμένη· καὶ υἱοὶ Σιὼν, οἱ τίμιοι καὶ ἰσοστάσιοι χρυσίῳ, πορευόμενοι ἐν αἰχμαλωσίᾳ, καὶ νῦν ἔτι διεσπαρμένοι, καὶ λαὸς ὄντες τῆς οἰκουμένης ξένος καὶ πάροικος. Δεινὸν δὲ καὶ τὰ νῦν ὁρώμενά τε καὶ ἀκουόμενα· πατρίδες ἀνιστάμεναι, καὶ μυριάδες πίπτουσαι, καὶ κάμνουσα γῆ τοῖς αἵμασι καὶ τοῖς πτώμασι, καὶ λαὸς ἀλλόγλωσσος ὡς οἰκείαν διατρέχων τὴν ἀλλοτρίαν· οὐ δι᾽ ἀνανδρίαν τῶν προμαχομένων κατηγορείτω μηδείς· οὗτοι γάρ εἰσιν οἱ μικροῦ πᾶσαν τὴν οἰκουμένην παραστησάμενοι· ἀλλὰ διὰ τὴν ἡμετέραν κακίαν, καὶ τὴν ἐπικρατοῦσαν κατὰ τῆς Τριάδος ἀσέβειαν. Δεινὰ ταῦτα, καὶ πέρα δεινῶν. Τίς ἀντερεῖ τῶν συμφορὰς δοκιμάζειν εἰδότων ἐξ ὧν πεπόνθασιν, ἢ συμπεπόνθασιν;

Ἀλλ᾽ οὔπω τοσοῦτον οὐδὲν, ὅσον εἰρήνη δεδιωγμένη, καὶ ἡ τῆς Ἐκκλησίας εὐπρέπεια περιῃρημένη, καὶ τὸ παλαιὸν ἀξίωμα καταλελυμένον· καὶ παρὰ τοσοῦτον ἡ τάξις ἀντεστραμμένη, ὥστε πρότερον μὲν ἐξ οὐ λαοῦ λαὸς, καὶ ἐξ οὐκ ἔθνους ἔθνος γεγόναμεν· νῦν δὲ κινδυνεύομεν ἐκ λαοῦ μεγίστου καὶ ἔθνους, εἰς οὐ λαὸν πάλιν καὶ οὐκ ἔθνος ἀναλυθέντες γενέσθαι, ὡς τὸ ἀπ᾽ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδ᾽ εἰς ἓν ὄνομα καὶ τάγμα συνεληλύθειμεν.

Γʹ. Καὶ ὄντως κινδυνεύει ῥᾷον εἶναι δυσπραγίαν ἐνεγκεῖν, ἢ εὐπραγίαν διασώσασθαι· ὁπότε καὶ ἡμεῖς, ἡνίκα ἐπολεμούμεθα, τοῖς διωγμοῖς ῥωσθέντες καὶ συναχθέντες, ἡνίκα συνήχθημεν, διελύθημεν. Τίς γὰρ οὐκ ἂν ὀδύραιτο εὖ φρονῶν τὰ παρόντα; Τίς δὲ λόγον εὑρήσει τῇ συμφορᾷ παρισούμενον; Λῃστὰς μὲν εἰρηνεύειν, οὓς κακία συνέδησε, καὶ τοὺς τυραννίδι συντεταγμένους, ἢ κλοπῆς κοινωνοὺς, ἢ στάσεως συνωμότας, ἢ μοιχείας συλλήπτορας, ἔτι δὲ χορῶν συστήματα, καὶ στρατῶν τάγματα, καὶ νηῶν πληρώματα· ἐῶ γὰρ λέγειν κλήρους ἐξ ἴσου διαιρουμένους, καὶ πολιτείας ἀντιθέτους, καὶ διαδοχὰς λειτουργιῶν καὶ ἀρχῶν, τάξει προϊούσας καὶ νόμῳ, καὶ τὴν πολυύμνητον δὴ ταύτην σοφιστικὴν, ἢ γραμματικὴν, ἵνα μὴ λέγω φιλοσοφίαν, περὶ ἣν νέων φιλοτιμία λυσσᾷ τε καὶ μέμηνε· ταύτην μὲν ὁρᾷν ὀλίγα μὲν στασιάζουσαν, τὰ πλείω δὲ εἰρηνεύουσαν· ἡμᾶς δὲ ἀσυνθέτους εἶναι καὶ ἀσυνδέτους, καὶ μήποτε δύνασθαι εἰς ταυτὸν ἐλθεῖν, μηδέ τινα λόγον φανῆναι τῆς νόσου ταύτης θεραπευτὴν, ἀλλ᾽ ὥσπερ κακίας μυσταγωγοὺς καὶ μύστας ὄντας, οὐκ ἀρετῆς, πολλὰ μὲν ποιεῖσθαι τὰ τῆς διαστάσεως ὑπεκκαύματα, μικρὰ δὲ, ἢ μηδόλως τῆς ὁμονοίας φροντίζειν. Καίτοι τούτων μὲν στασιαζόντων, οὐκ εἰς μέγα ἡ στάσις φέρει· τινάς τε καὶ στασιάζειν ἢ συμφρονεῖν ἄμεινον· τὰς γὰρ ἐπὶ κακῷ συστάσεις τίς ἂν ἐπαινέσειεν εὖ φρονῶν;

Δʹ. Ἡμᾶς δὲ εἴ τις ἐρωτήσειε, Τί τὸ τιμώμενον ὑμῖν καὶ προσκυνούμενον; πρόχειρον εἰπεῖν· Ἡ ἀγάπη. Ὁ γὰρ Θεὸς ἡμῶν ἡ ἀγάπη ἐστί. Ῥῆσις τοῦ ἁγίου Πνεύματος· καὶ τοῦτο χαίρει μᾶλλον ἀκούων, ἤ τι ἄλλο, ὁ Θεός. Τί δαὶ νόμου καὶ προφητῶν κεφάλαιον; οὐκ ἄλλο ἢ τοῦτο συγχωρήσειεν ὁ εὐαγγελιστὴς ἀποκρίνασθαι. Τί δήποτε οὖν οἱ τῆς ἀγάπης, οὕτω μισοῦμέν τε καὶ μισούμεθα; καὶ οἱ τῆς εἰρήνης, πολεμοῦμεν ἀκήρυκτά τε καὶ ἀκατάλλακτα; καὶ οἱ τοῦ ἀκρογωνιαίου, διιστάμεθα; καὶ οἱ τῆς πέτρας, σειόμεθα; καὶ οἱ τοῦ φωτὸς, ἐσκοτίσμεθα; καὶ οἱ τοῦ Λόγου, τοσαύτης ἐσμὲν σιγῆς, ἢ ἀλογίας, ἢ παραπληξίας, ἢ, οὐκ οἶδ᾽ ὅ τι καὶ ὀνομάσω, μεστοί· ὥστε τροφῆς μὲν, καὶ ὕπνου, καὶ ᾠδῆς κόρος ἐστὶ, καὶ τῶν αἰσχίστων, ὡς λέγουσι· καὶ πλησμονὴ πάντων, οὐ τῶν ἀλγεινῶν μόνον, ἀλλ᾽ ἤδη καὶ τῶν ἡδίστων, καὶ πάντα εἰς ἄλληλα περιχωρεῖ τε καὶ περιτρέπεται· ἡμῖν δ᾽ οὐδεὶς ὅρος τοῦ βάλλειν καὶ βάλλεσθαι, οὐ τοῖς ἑτεροδοξοῦσι μόνον, καὶ κατὰ τὸν τῆς πίστεως λόγον διεστηκόσιν (ἧττον γὰρ ἂν ἦν ἀλγεινὸν, καὶ ὁ ζῆλος, ἀπολογία πραγμάτων ἐπαινουμένων, ἐὰν ἐν ὅροις ἱστῆται)· ἤδη δὲ καὶ τοῖς ὁμοδόξοις, καὶ πρὸς τοὺς αὐτοὺς, καὶ ὑπὲρ τῶν αὐτῶν στασιάζουσι (τοῦτο γὰρ τὸ μοχθηρότατον, ἢ ἐλεεινότατον).

Εʹ. Καὶ τὸ αἴτιον τί; Φιλαρχία τυχὸν, ἢ φιλοχρηματία, ἢ φθόνος, ἢ μῖσος, ἢ ὑπεροψία, ἤ τι τῶν ὅσα μηδὲ τοὺς ἀθέους ὁρῶμεν πάσχοντας· καὶ τὸ χάριεν, ἡ τῶν ψήφων μετάθεσις. Ὅταν ἁλῶμεν, εὐσεβεῖς ἐσμεν καὶ ὀρθόδοξοι, καὶ καταφεύγομεν ψευδῶς ἐπὶ τὴν ἀλήθειαν, ὡς ὑπὲρ πίστεως στασιάζοντες· καὶ τοῦτο μόνον ἐπαινετὸν ποιοῦμεν, ὡς ἐν κακοῖς, εἰ μὴ καὶ λίαν αἰσχρὸν, ὅτι τὴν κακίαν ἐρυθριῶντες, ἐπὶ σεμνότερον ὄνομα μεταβαίνομεν, τὴν εὐσέβειαν. Ἐμβρόντητε καὶ πολύτροπε, εἴποι τις ἂν, καὶ πλάσμα τοῦ Πονηροῦ καὶ τοῦ σοφιστοῦ τῆς κακίας, ὅστις ποτὲ εἶ ὁ τοῦτο πάσχων, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, ἀνοητότατε· οὗτός σοι χθὲς ἦν εὐσεβὴς, καὶ πῶς ἀσεβὴς σήμερον, μηδὲν προσθεὶς, μηδὲ ἀφελῶν, μήτε ῥήματι, μήτε πράγματι, ἀλλ᾽ ἐπὶ τῶν αὐτῶν ἱστάμενος· ὃς ἀναπνεῖ τὸν αὐτὸν ἀέρα, καὶ τοῖς αὐτοῖς ὄμμασι προσβλέπει τὸν αὐτὸν ἥλιον· εἰ βούλει δὲ, ὡς περὶ ἀριθμῶν ἢ μέτρων ἐρωτηθεὶς, οὐκ ἄλλο τι ἢ ταυτὸν ἀποκρίνεται; Ἀλλὰ καὶ πόρνος σοι σήμερον, ὁ χθὲς Ἰωσὴφ (προβαίνει γὰρ καὶ μέχρι τούτων ἡ ἔρις, ὥσπερ τις φλὸξ διὰ καλάμης θέουσα, καὶ τὰ κύκλῳ περιλαμβάνουσα)· καὶ Ἰούδας σήμερον, ἢ Καϊάφας, ὁ χθὲς Ἡλίας, ἢ Ἰωάννης, ἤ τις ἄλλος τῶν μετὰ Χριστοῦ τεταγμένων, καὶ τὴν αὐτὴν ζώνην περικειμένων, καὶ τὸ αὐτὸ ἀμπεχομένων φαιὸν ἢ μέλαν τριβώνιον, ὃ σεμνότης βίου προβάλλεται, κατά γε τὸν ἐμὸν νόμον καὶ λόγον.

Καὶ τὸ καλὸν ἄνθος τῶν ὑψηλῶν, τὴν ὠχρότητα, ἢ τὸ τῆς φωνῆς εὔτακτον καὶ ἡσύχιον, ἢ τὸ τοῦ βαδίσματος ἐμβριθές τε καὶ ἥμερον, χθὲς μὲν φιλοσοφίαν, σήμερον δὲ κενοδοξίαν προσηγορεύσαμεν· καὶ τὴν αὐτὴν κατὰ πνευμάτων ἢ νόσων δύναμιν, ποτὲ μὲν τῷ Ἰησοῦ, ποτὲ δὲ τῷ Βεελζεβοὺλ προσεθήκαμεν, καὶ χρώμεθα τούτων οὐ δικαίᾳ στάθμῃ, τῇ φιλονεικίᾳ καὶ τῷ θυμῷ.

Ϛʹ. Καὶ ὥσπερ ἡ αὐτὴ γῆ ἕστηκε μὲν τοῖς ἐῤῥωμένοις καὶ οὐ πεπονθόσι, κινεῖται δὲ τοῖς ἰλιγγιῶσι καὶ περιτρεπομένοις, τοῦ τῶν ὁρόντων πάθους ἐπὶ τὸ ὁρώμενον μεταβαίνοντος· εἰ βούλει δὲ, ὥσπερ τὸ αὐτὸ τῶν κιόνων διάστημα, πλεῖον μὲν τοῖς ἐγγυτέρω καὶ προσεχέσιν, ἔλαττον δὲ τοῖς ποῤῥωτέρω φαίνεται, κλεπτομένου τοῦ ἀέρος τῷ διαστήματι, καὶ συναπτούσης τῆς ὄψεως τὰ παχύτερα· οὕτω καὶ ἡμεῖς ῥᾳδίως ἐξαπατώμεθα διὰ τὴν ἔχθραν, καὶ περὶ τῶν αὐτῶν οὐ τὰ αὐτὰ, φίλοι τε ὄντες καὶ μὴ, γινώσκομεν· καὶ χειροτονεῖ ῥᾳδίως ἡμῖν πολλοὺς μὲν ἁγίους, πολλοὺς δ᾽ ἀθέους παρὰ τὸ εἰκὸς ὁ καιρὸς, μᾶλλον δὲ πάντας ἀθλίους· οὐ μόνον τῷ πρὸς πονηρὸν παράδειγμα βλέπειν ἡμᾶς (ἐπειδὴ πρόχειρον ἡ κακία καὶ δίχα τοῦ ἕλκοντος), ἀλλ᾽ ὅτι καὶ πᾶσι πάντα συγχωροῦμεν ἑτοίμως ὑπὲρ ἑνὸς τοῦ συμμαίνεσθαι. Καὶ πρότερον μὲν οὐδὲ ῥῆμα τῶν περιττῶν τι φθέγγεσθαι τῶν ἀκινδύνων ἦν, νῦν δὲ λοιδορούμεθα καὶ τοῖς εὐσεβεστάτοις· καὶ ποτὲ μὲν οὐδ᾽ ἀναγινώσκειν ἔξω νόμον ἐξῆν, οὐδ᾽ ὁμολογίας ἐπικαλεῖσθαι (τὸ δέ ἐστιν, ὡς ἐμοὶ δοκεῖ, τὴν τοῦ λαοῦ συγκατάθεσιν)· νῦν δὲ καὶ τῶν ἀποῤῥήτων τοῖς βεβήλοις χρώμεθα διαιτηταῖς, ῥιπτοῦντες τὰ ἅγια τοῖς κυσὶ, καὶ βάλλοντες τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων.

Οὐ μόνον δὲ, ἀλλὰ καὶ τὰς ἀκοὰς αὐτῶν ἑστιῶμεν ταῖς κατ᾽ ἀλλήλων ὕβρεσι· καὶ οὐδ᾽ ἐκεῖνο δυνάμεθα συνορᾷν, ὅτι οὐκ ἀσφαλὲς ὅπλον ἐχθρῷ πιστεύειν, οὐδὲ μισοῦντι Χριστιανοὺς κατὰ Χριστιανοῦ λόγον. Ὃ γὰρ σήμερον ὠνειδίσαμεν, αὔριον ὠνειδίσθημεν· καὶ σαίνει τὸ λεγόμενον ὁ ἐχθρὸς, οὐχ ὅτι ἐπαινεῖ, ἀλλ᾽ ὅτι θησαυρίζει πικρῶς, ἵν᾽ ἐν καιρῷ τὸν ἰὸν ἐμέσῃ κατὰ τοῦ πιστεύσαντος.